Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Birds

    Aristophanes

    Ἐυελπίδης: ὀρθὴν κελεύεις, ᾗ τὸ δένδρον φαίνεται;

    Πισθέταιρος: διαρραγείης· ἥδε δʼ αὖ κρώζει πάλιν.

    Ἐυελπίδης: τί ὦ πόνηρʼ ἄνω κάτω πλανύττομεν;

    ἀπολούμεθʼ ἄλλως τὴν ὁδὸν προφορουμένω.

    Πισθέταιρος: τὸ δʼ ἐμὲ κορώνῃ πειθόμενον τὸν ἄθλιον

    ὁδοῦ περιελθεῖν στάδια πλεῖν ἢ χίλια.

    Ἐυελπίδης: τὸ δʼ ἐμὲ κολοιῷ πειθόμενον τὸν δύσμορον

    ἀποσποδῆσαι τοὺς ὄνυχας τῶν δακτύλων.

    Πισθέταιρος: ἀλλʼ οὐδʼ ὅπου γῆς ἐσμὲν οἶδʼ ἔγωγʼ ἔτι.

    Ἐυελπίδης: ἐντευθενὶ τὴν πατρίδʼ ἂν ἐξεύροις σύ που;

    Πισθέταιρος: οὐδʼ ἂν μὰ Δία γʼ ἐντεῦθεν Ἐξηκεστίδης.

    Ἐυελπίδης: οἴμοι.

    Πισθέταιρος: σὺ μὲν ὦ τᾶν τὴν ὁδὸν ταύτην ἴθι.

    Ἐυελπίδης: ἦ δεινὰ νὼ δέδρακεν οὑκ τῶν ὀρνέων,

    ὁ πινακοπώλης φιλοκράτης μελαγχολῶν,

    ὃς τώδʼ ἔφασκε νῷν φράσειν τὸν Τηρέα

    τὸν ἔποφʼ ὃς ὄρνις ἐγένετʼ ἐκ τῶν ὀρνέων·

    κἀπέδοτο τὸν μὲν Θαρρελείδου τουτονὶ

    κολοιὸν ὀβολοῦ, τηνδεδὶ τριωβόλου.

    τὼ δʼ οὐκ ἄρʼ ᾔστην οὐδὲν ἄλλο πλὴν δάκνειν.

    καὶ νῦν τί κέχηνας; ἔσθʼ ὅποι κατὰ τῶν πετρῶν

    ἡμᾶς ἔτʼ ἔξεις. οὐ γάρ ἐστʼ ἐνταῦθά τις

    ὁδός.

    Πισθέταιρος: οὐδὲ μὰ Δίʼ ἐνταῦθά γʼ ἀτραπὸς οὐδαμοῦ.

    Ἐυελπίδης: οὐδʼ ἡ κορώνη τῆς ὁδοῦ τι λέγει πέρι;

    Πισθέταιρος: οὐ ταὐτὰ κρώζει μὰ Δία νῦν τε καὶ τότε.

    Ἐυελπίδης: τί δὴ λέγει περὶ τῆς ὁδοῦ;

    Πισθέταιρος: τί δʼ ἄλλο γʼ ἢ

    βρύκουσʼ ἀπέδεσθαί φησί μου τοὺς δακτύλους;

    Ἐυελπίδης: οὐ δεινὸν οὖν δῆτʼ ἐστὶν ἡμᾶς δεομένους

    ἐς κόρακας ἐλθεῖν καὶ παρεσκευασμένους

    ἔπειτα μὴ ʼξευρεῖν δύνασθαι τὴν ὁδόν;

    ἡμεῖς γάρ, ὦνδρες οἱ παρόντες ἐν λόγῳ,

    νόσον νοσοῦμεν τὴν ἐναντίαν Σάκᾳ·

    ὁ μὲν γὰρ ὢν οὐκ ἀστὸς ἐσβιάζεται,

    ἡμεῖς δὲ φυλῇ καὶ γένει τιμώμενοι,

    ἀστοὶ μετʼ ἀστῶν, οὐ σοβοῦντος οὐδενὸς

    ἀνεπτόμεσθʼ ἐκ τῆς πατρίδος ἀμφοῖν ποδοῖν,

    αὐτὴν μὲν οὐ μισοῦντʼ ἐκείνην τὴν πόλιν

    τὸ μὴ οὐ μεγάλην εἶναι φύσει κεὐδαίμονα

    καὶ πᾶσι κοινὴν ἐναποτεῖσαι χρήματα.

    οἱ μὲν γὰρ οὖν τέττιγες ἕνα μῆνʼ ἢ δύο

    ἐπὶ τῶν κραδῶν ᾄδουσʼ, Ἀθηναῖοι δʼ ἀεὶ

    ἐπὶ τῶν δικῶν ᾄδουσι πάντα τὸν βίον.

    διὰ ταῦτα τόνδε τὸν βάδον βαδίζομεν,

    κανοῦν δʼ ἔχοντε καὶ χύτραν καὶ μυρρίνας

    πλανώμεθα ζητοῦντε τόπον ἀπράγμονα,

    ὅποι καθιδρυθέντε διαγενοίμεθʼ ἄν.

    ὁ δὲ στόλος νῷν ἐστι παρὰ τὸν Τηρέα

    τὸν ἔποπα, παρʼ ἐκείνου πυθέσθαι δεομἐνω,

    εἴ που τοιαύτην εἶδε πόλιν ᾗ ʼπέπτετο.

    Πισθέταιρος: οὗτος.

    Ἐυελπίδης: τί ἔστιν;

    Πισθέταιρος: ἡ κορώνη μοι πάλαι

    ἄνω τι φράζει.

    Ἐυελπίδης: χὠ κολοιὸς οὑτοσὶ

    ἄνω κέχηνεν ὡσπερεὶ δεικνύς τί μοι,

    κοὐκ ἔσθʼ ὅπως οὐκ ἔστιν ἐνταῦθʼ ὄρνεα.

    εἰσόμεθα δʼ αὐτίκʼ, ἢν ποιήσωμεν ψόφον.

    Πισθέταιρος: ἀλλʼ οἶσθʼ ὃ δρᾶσον; τῷ σκέλει θένε τὴν πέτραν.

    Ἐυελπίδης: σὺ δὲ τῇ κεφαλῇ γʼ, ἵνʼ ᾖ διπλάσιος ὁ ψόφος.

    Πισθέταιρος: σὺ δʼ οὖν λίθῳ κόψον λαβών.

    Ἐυελπίδης: πάνυ γʼ, εἰ δοκεῖ.

    παῖ παῖ.

    Πισθέταιρος: τί λέγεις οὗτος; τὸν ἔποπα παῖ καλεῖς;

    οὐκ ἀντὶ τοῦ παιδός σʼ ἐχρῆν ἐποποῖ καλεῖν;

    Ἐυελπίδης: ἐποποῖ. ποιήσεις ἔτι με κόπτειν αὖθις αὖ.

    ἐποποῖ.

    Θεράπων Ἔποπος: τίνες οὗτοι; τίς ὁ βοῶν τὸν δεσπότην;

    Ἐυελπίδης: Ἄπολλον ἀποτρόπαιε τοῦ χασμήματος.

    Θεράπων Ἔποπος: οἴμοι τάλας ὀρνιθοθήρα τουτωί.

    Ἐυελπίδης: οὕτως τι δεινὸν οὐδὲ κάλλιον λέγειν.

    Θεράπων Ἔποπος: ἀπολεῖσθον.

    Ἐυελπίδης: ἀλλʼ οὐκ ἐσμὲν ἀνθρώπω.

    Θεράπων Ἔποπος: τί δαί;

    Ἐυελπίδης: Ὑποδεδιὼς ἔγωγε Λιβυκὸν ὄρνεον.

    Θεράπων Ἔποπος: οὐδὲν λέγεις.

    Ἐυελπίδης: καὶ μὴν ἐροῦ τὰ πρὸς ποδῶν.

    Θεράπων Ἔποπος: ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς;

    Πισθέταιρος: Ἐπικεχοδὼς ἔγωγε Φασιανικός.

    Ἐυελπίδης: ἀτὰρ σὺ τί θηρίον ποτʼ εἶ πρὸς τῶν θεῶν;

    Θεράπων Ἔποπος: ὄρνις ἔγωγε δοῦλος.

    Ἐυελπίδης: ἡττήθης τινὸς

    ἀλεκτρυόνος;

    Θεράπων Ἔποπος: οὐκ ἀλλʼ ὅτε περ ὁ δεσπότης

    ἔποψ ἐγένετο, τότε γενέσθαι μʼ ηὔξατο

    ὄρνιν, ἵνʼ ἀκόλουθον διάκονόν τʼ ἔχῃ.

    Ἐυελπίδης: δεῖται γὰρ ὄρνις καὶ διακόνου τινός;

    Θεράπων Ἔποπος: οὗτός γʼ, ἅτʼ οἶμαι πρότερον ἄνθρωπός ποτʼ ὤν,

    τοτὲ μὲν ἐρᾷ φαγεῖν ἀφύας Φαληρικάς·

    τρέχω ʼπʼ ἀφύας λαβὼν ἐγὼ τὸ τρύβλιον.

    ἔτνους δʼ ἐπιθυμεῖ, δεῖ τορύνης καὶ χύτρας·

    τρέχω ʼπὶ τορύνην.

    Ἐυελπίδης: τροχίλος ὄρνις οὑτοσί.

    οἶσθʼ οὖν ὃ δρᾶσον ὦ τροχίλε; τὸν δεσπότην

    ἡμῖν κάλεσον.

    Θεράπων Ἔποπος: ἀλλʼ ἀρτίως νὴ τὸν Δία

    εὕδει καταφαγὼν μύρτα καὶ σέρφους τινάς.

    Ἐυελπίδης: ὅμως ἐπέγειρον αὐτόν.

    Θεράπων Ἔποπος: οἶδα μὲν σαφῶς

    ὅτι ἀχθέσεται, σφῷν δʼ αὐτὸν οὕνεκʼ ἐπεγερῶ.

    Πισθέταιρος: κακῶς σύ γʼ ἀπόλοιʼ, ὥς μʼ ἀπέκτεινας δέει.

    Ἐυελπίδης: οἴμοι κακοδαίμων χὠ κολοιός μοἴχεται

    ὑπὸ τοῦ δέους.

    Πισθέταιρος: ὦ δειλότατον σὺ θηρίον,

    δείσας ἀφῆκας τὸν κολοιόν;

    Ἐυελπίδης: εἰπέ μοι,

    σὺ δὲ τὴν κορώνην οὐκ ἀφῆκας καταπεσών;

    Πισθέταιρος: μὰ Δίʼ οὐκ ἔγωγε.

    Ἐυελπίδης: ποῦ γάρ ἐστʼ;

    Πισθέταιρος: ἀπέπτετο.

    Ἐυελπίδης: οὐκ ἆρʼ ἀφῆκας; ὦγάθʼ ὡς ἀνδρεῖος εἶ.

    Ἔποψ: ἄνοιγε τὴν ὕλην, ἵνʼ ἐξέλθω ποτέ.

    Ἐυελπίδης: ὦ Ἡράκλεις τουτὶ τί ποτʼ ἐστὶ τὸ θηρίον;

    τίς ἡ πτέρωσις; τίς ὁ τρόπος τῆς τριλοφίας;

    Ἔποψ: τίνες εἰσί μʼ οἱ ζητοῦντες;

    Ἐυελπίδης: οἱ δώδεκα θεοὶ

    εἴξασιν ἐπιτρῖψαί σε.

    Ἔποψ: μῶν με σκώπτετον

    ὁρῶντε τὴν πτέρωσιν; ἦν γὰρ ὦ ξένοι

    ἄνθρωπος.

    Ἐυελπίδης: οὐ σοῦ καταγελῶμεν.

    Ἔποψ: ἀλλὰ τοῦ;

    Ἐυελπίδης: τὸ ῥάμφος ἡμῖν σου γέλοιον φαίνεται.

    Ἔποψ: τοιαῦτα μέντοι Σοφοκλέης λυμαίνεται

    ἐν ταῖς τραγῳδίαισιν ἐμὲ τὸν Τηρέα.

    Ἐυελπίδης: Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς;

    Ἔποψ: ὄρνις ἔγωγε.

    Ἐυελπίδης: κᾆτά σοι ποῦ τὰ πτερά;

    Ἔποψ: ἐξερρύηκε.

    Ἐυελπίδης: πότερον ὑπὸ νόσου τινός;

    Ἔποψ: οὔκ, ἀλλὰ τὸν χειμῶνα πάντα τὤρνεα

    πτερορρυεῖ τε καὖθις ἕτερα φύομεν.

    ἀλλʼ εἴπατόν μοι σφὼ τίνʼ ἐστόν;

    Ἐυελπίδης: νώ; βροτώ.

    Ἔποψ: ποδαπὼ τὸ γένος;

    Ἐυελπίδης: ὅθεν αἱ τριήρεις αἱ καλαί.

    Ἔποψ: μῶν ἡλιαστά;

    Ἐυελπίδης: μἀλλὰ θατέρου τρόπου,

    ἀπηλιαστά.

    Ἔποψ: σπείρεται γὰρ τοῦτʼ ἐκεῖ

    τὸ σπέρμʼ;

    Ἐυελπίδης: ὀλίγον ζητῶν ἂν ἐξ ἀγροῦ λάβοις.

    Ἔποψ: πράγους δὲ δὴ τοῦ δεομένω δεῦρʼ ἤλθετον;

    Ἐυελπίδης: σοὶ ξυγγενέσθαι βουλομένω.

    Ἔποψ: τίνος πέρι;

    Ἐυελπίδης: ὅτι πρῶτα μὲν ἦσθʼ ἄνθρωπος ὥσπερ νὼ ποτέ,

    κἀργύριον ὠφείλησας ὥσπερ νὼ ποτέ,

    κοὐκ ἀποδιδοὺς ἔχαιρες ὥσπερ νὼ ποτέ·

    εἶτʼ αὖθις ὀρνίθων μεταλλάξας φύσιν

    καὶ γῆν ἐπέπτου καὶ θάλατταν ἐν κύκλῳ,

    καὶ πάνθʼ ὅσαπερ ἄνθρωπος ὅσα τʼ ὄρνις φρονεῖς·

    ταῦτ οὖν ἱκέται νὼ πρὸς σὲ δεῦρʼ ἀφίγμεθα,

    εἴ τινα πόλιν φράσειας ἡμῖν εὔερον

    ὥσπερ σισύραν ἐγκατακλινῆναι μαλθακήν.

    Ἔποψ: ἔμειτα μείζω τῶν Κραναῶν ζητεῖς πόλιν;

    Ἐυελπίδης: μείζω μὲν οὐδέν, προσφορωτέραν δὲ νῷν.

    Ἔποψ: ἀριστοκρατεῖσθαι δῆλος εἶ ζητῶν.

    Ἐυελπίδης: ἐγώ;

    ἥκιστα· καὶ γὰρ τὸν Σκελίου βδελύττομαι.

    Ἔποψ: ποίαν τινʼ οὖν ἥδιστʼ ἂν οἰκοῖτʼ ἂν πόλιν;

    Ἐυελπίδης: ὅπου τὰ μέγιστα πράγματʼ εἴη τοιάδε·

    ἐπὶ τὴν θύραν μου πρῴ τις ἐλθὼν τῶν φίλων

    λέγοι ταδί· πρὸς τοῦ Διὸς τοὐλυμπίου

    ὅπως παρέσει μοι καὶ σὺ καὶ τὰ παιδία

    λουσάμενα πρῴ· μέλλω γὰρ ἑστιᾶν γάμους·

    καὶ μηδαμῶς ἄλλως ποιήσῃς· εἰ δὲ μή,

    μή μοι τότε γʼ ἔλθῃς, ὅταν ἐγὼ πράττω κακῶς.

    Ἔποψ: νὴ Δία ταλαιπώρων γε πραγμάτων ἐρᾷς.

    τί δαὶ σύ;

    Πισθέταιρος: τοιούτων ἐρῶ κἀγώ.

    Ἔποψ: τίνων;

    Πισθέταιρος: ὅπου ξυναντῶν μοι ταδί τις μέμψεται

    ὥσπερ ἀδικηθεὶς παιδὸς ὡραίου πατήρ·

    καλῶς γέ μου τὸν υἱὸν ὦ Στιλβωνίδη

    εὑρὼν ἀπιόντʼ ἀπὸ γυμνασίου λελουμένον

    οὐκ ἔκυσας, οὐ προσεῖπας, οὐ προσηγάγου,

    οὐκ ὠρχιπέδισας, ὢν ἐμοὶ πατρικὸς φίλος.

    Ἔποψ: ὦ δειλακρίων σὺ τῶν κακῶν οἵων ἐρᾷς.

    ἀτὰρ ἔστι γʼ ὁποίαν λέγετον εὐδαίμων πόλις

    παρὰ τὴν ἐρυθρὰν θάλατταν.

    Ἐυελπίδης: οἴμοι μηδαμῶς

    ἡμῖν παρὰ τὴν θάλατταν, ἵνʼ ἀνακύψεται

    κλητῆρʼ ἄγουσʼ ἕωθεν ἡ Σαλαμινία.

    Ἑλληνικὴν δὲ πόλιν ἔχεις ἡμῖν φράσαι;

    Ἔποψ: τί οὐ τὸν Ἠλεῖον Λέπρεον οἰκίζετον

    ἐλθόνθʼ;

    Ἐυελπίδης: ὁτιὴ νὴ τοὺς θεοὺς ὅσʼ οὐκ ἰδὼν

    βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου.

    Ἔποψ: ἀλλʼ εἰσὶν ἕτεροι τῆς Λοκρίδος Ὀπούντιοι,

    ἵνα χρὴ κατοικεῖν.

    Ἐυελπίδης: ἀλλʼ ἔγωγʼ Ὀπούντιος

    οὐκ ἂν γενοίμην ἐπὶ ταλάντῳ χρυσίου.

    οὗτος δὲ δὴ τίς ἔσθʼ ὁ μετʼ ὀρνίθων βίος;

    σὺ γὰρ οἶσθʼ ἀκριβῶς.

    Ἔποψ: οὐκ ἄχαρις ἐς τὴν τριβήν·

    οὗ πρῶτα μὲν δεῖ ζῆν ἄνευ βαλλαντίου.

    Ἐυελπίδης: πολλήν γʼ ἀφεῖλες τοῦ βίου κιβδηλίαν.

    Ἔποψ: νεμόμεσθα δʼ ἐν κήποις τὰ λευκὰ σήσαμα

    καὶ μύρτα καὶ μήκωνα καὶ σισύμβρια.

    Ἐυελπίδης: ὑμεῖς μὲν ἆρα ζῆτε νυμφίων βίον.

    Πισθέταιρος: φεῦ φεῦ·

    ἦ μέγʼ ἐνορῶ βούλευμʼ ἐν ὀρνίθων γένει,

    καὶ δύναμιν ἣ γένοιτʼ ἄν, εἰ πίθοισθέ μοι.

    Ἔποψ: τί σοι πιθώμεσθʼ;

    Πισθέταιρος: ὅ τι πίθησθε; πρῶτα μὲν

    μὴ περιπέτεσθε πανταχῇ κεχηνότες·

    ὡς τοῦτʼ ἄτιμον τοὔργον ἐστίν. αὐτίκα

    ἐκεῖ παρʼ ἡμῖν τοὺς πετομένους ἢν ἔρῃ,

    τίς ὄρνις οὗτος; ὁ Τελέας ἐρεῖ ταδί·

    ἅνθρωπος ὄρνις ἀστάθμητος πετόμενος,

    ἀτέκμαρτος, οὐδὲν οὐδέποτʼ ἐν ταὐτῷ μένων.

    Ἔποψ: νὴ τὸν Διόνυσον εὖ γε μωμᾷ ταυταγί.

    τί ἂν οὖν ποιοῖμεν;

    Πισθέταιρος: οἰκίσατε μίαν πόλιν.

    Ἔποψ: ποίαν δʼ ἂν οἰκίσαιμεν ὄρνιθες πόλιν;

    Πισθέταιρος: ἄληθες; ὦ σκαιότατον εἰρηκὼς ἔπος,

    βλέψον κάτω.

    Ἔποψ: καὶ δὴ βλέπω.

    Πισθέταιρος: βλέπε νῦν ἄνω.

    Ἔποψ: βλέπω.

    Πισθέταιρος: περίαγε τὸν τράχηλον.

    Ἔποψ: νὴ Δία

    ἀπολαύσομαί τί γʼ, εἰ διαστραφήσομαι.

    Πισθέταιρος: εἶδές τι;

    Ἔποψ: τὰς νεφέλας γε καὶ τὸν οὐρανόν.

    Πισθέταιρος: οὐχ οὗτος οὖν δήπου ʼστὶν ὀρνίθων πόλος;

    Ἔποψ: πόλος; τίνα τρόπον;

    Πισθέταιρος: ὥσπερ ἂν εἴποι τις τόπος.

    ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεται

    ἅπαντα διὰ τούτου, καλεῖται νῦν πόλος.

    ἢν δʼ οἰκίσητε τοῦτο καὶ φάρξηθʼ ἅπαξ,

    ἐκ τοῦ πόλου τούτου κεκλήσεται πόλις.

    ὥστʼ ἄρξετʼ ἀνθρώπων μὲν ὥσπερ παρνόπων,

    τοὺς δʼ αὖ θεοὺς ἀπολεῖτε λιμῷ Μηλίῳ.

    Ἔποψ: πῶς;

    Πισθέταιρος: ἐν μέσῳ δήπουθεν ἀήρ ἐστι γῆς.

    εἶθʼ ὥσπερ ἡμεῖς, ἢν ἰέναι βουλώμεθα

    Πυθώδε, Βοιωτοὺς δίοδον αἰτούμεθα,

    οὕτως, ὅταν θύσωσιν ἄνθρωποι θεοῖς,

    ἢν μὴ φόρον φέρωσιν οἱ ὑμῖν οἱ θεοί,

    τῶν μηρίων τὴν κνῖσαν οὐ διαφρήσετε.

    Ἔποψ: ἰοὺ ἰού·

    μὰ γῆν μὰ παγίδας μὰ νεφέλας μὰ δίκτυα,

    μὴ ʼγὼ νόημα κομψότερον ἤκουσά πω·

    ὥστʼ ἂν κατοικίζοιμι μετὰ σοῦ τὴν πόλιν,

    εἰ ξυνδοκοίη τοῖσιν ἄλλοις ὀρνέοις.

    Πισθέταιρος: τίς ἂν οὖν τὸ πρᾶγμʼ αὐτοῖς διηγήσαιτο;

    Ἔποψ: σύ.

    ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦ

    ἐδίδαξα τὴν φωνήν, ξυνὼν πολὺν χρόνον.

    Πισθέταιρος: πῶς δῆτʼ ἂν αὐτοὺς ξυγκαλέσειας;

    Ἔποψ: ῥᾳδίως.

    δευρὶ γὰρ ἐσβὰς αὐτίκα μάλʼ ἐς τὴν λόχμην,

    ἔπειτʼ ἀνεγείρας τὴν ἐμὴν ἀηδόνα,

    καλοῦμεν αὐτούς· οἱ δὲ νῷν τοῦ φθέγματος

    ἐάνπερ ἐπακούσωσι θεύσονται δρόμῳ.

    Πισθέταιρος: ὦ φίλτατʼ ὀρνίθων σὺ μή νυν ἕσταθι·

    ἀλλʼ ἀντιβολῶ σʼ ἄγʼ ὡς τάχιστʼ ἐς τὴν λόχμην

    ἔσβαινε κἀνέγειρε τὴν ἀηδόνα.

    Ἔποψ: ἄγε σύννομέ μοι παῦσαι μὲν ὕπνου,

    λῦσον δὲ νόμους ἱερῶν ὕμνων,

    οὓς διὰ θείου στόματος θρηνεῖς

    τὸν ἐμὸν καὶ σὸν πολύδακρυν Ἴτυν·

    ἐλελιζομένης δʼ ἱεροῖς μέλεσιν

    γένυος ξουθῆς

    καθαρὰ χωρεῖ διὰ φυλλοκόμου

    μίλακος ἠχὼ πρὸς Διὸς ἕδρας,

    ἵνʼ ὁ χρυσοκόμας Φοῖβος ἀκούων

    τοῖς σοῖς ἐλέγοις ἀντιψάλλων

    ἐλεφαντόδετον φόρμιγγα θεῶν

    ἵστησι χορούς· διὰ δʼ ἀθανάτων

    στομάτων χωρεῖ ξύμφωνος ὁμοῦ

    θεία μακάρων ὀλολυγή.

    (ἁὐλεἶ)

    Πισθέταιρος: ὦ Ζεῦ βασιλεῦ τοῦ φθέγματος τοὐρνιθίου·

    οἶον κατεμελίτωσε τὴν λόχμην ὃλην.

    Ἐυελπίδης: οὗτος.

    Πισθέταιρος: τί ἔστιν;

    οὐ σιωπήσει;

    Ἐυελπίδης: τί δαί;

    Πισθέταιρος: οὕποψ μελῳδεῖν αὖ παρασκευάζεται.

    Ἔποψ: ἐποποῖ ποποποποποποποῖ,

    ἰὼ ἰὼ ἰτὼ ἰτὼ ἰτὼ ἰτὼ,

    ἴτω τις ὧδε τῶν ἐμῶν ὁμοπτέρων·

    ὅσοι τʼ εὐσπόρους ἀγροίκων γύας

    νέμεσθε, φῦλα μυρία κριθοτράγων

    σπερμολόγων τε γένη

    ταχὺ πετόμενα, μαλθακὴν ἱέντα γῆρυν·

    ὅσα τʼ ἐν ἄλοκι θαμὰ

    βῶλον ἀμφιτιττυβίζεθʼ ὧδε λεπτὸν

    ἡδομένᾳ φωνᾷ·

    τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιό.

    ὅσα θʼ ὑμῶν κατὰ κήπους ἐπὶ κισσοῦ

    κλάδεσι νομὸν ἔχει,

    τά τε κατʼ ὄρεα τά τε κοτινοτράγα τά τε κομαροφάγα,

    ἀνύσατε πετόμενα πρὸς ἐμὰν αὐδάν·

    τριοτὸ τριοτὸ τοτοβρίξ·

    οἵ θʼ ἑλείας παρʼ αὐλῶνας ὀξυστόμους

    ἐμπίδας κάπτεθʼ, ὅσα τʼ εὐδρόσους γῆς τόπους

    ἔχετε λειμῶνά τʼ ἐρόεντα Μαραθῶνος, ὄρνις

    πτερυγοποίκιλός τʼ ἀτταγᾶς ἀτταγᾶς.

    ὧν τʼ ἐπὶ πόντιον οἶδμα θαλάσσης

    φῦλα μετʼ ἀλκυόνεσσι ποτῆται,

    δεῦρʼ ἴτε πευσόμενοι τὰ νεώτερα,

    πάντα γὰρ ἐνθάδε φῦλʼ ἀθροΐζομεν

    οἰωνῶν ταναοδείρων.

    ἥκει γὰρ τις δριμὺς πρέσβυς

    καινὸς γνώμην

    καινῶν τʼ ἔργων ἐγχειρητής.

    ἀλλʼ ἴτʼ ἐς λόγους ἅπαντα,

    δεῦρο δεῦρο δεῦρο δεῦρο.

    Χορὸς: τοροτοροτοροτοροτίξ.

    κικκαβαῦ κικκαβαῦ.

    τοροτοροτοροτορολιλιλίξ.

    Πισθέταιρος: ὁρᾷς τινʼ ὄρνιν;

    Ἐυελπίδης: μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ·

    καίτοι κέχηνά γʼ ἐς τὸν οὐρανὸν βλέπων.

    Πισθέταιρος: ἄλλως ἄρʼ οὕποψ, ὡς ἔοικʼ, ἐς τὴν λόχμην

    ἐσβὰς ἐπῷζε χαραδριὸν μιμούμενος.

    Ὄρνις Τις: τοροτὶξ τοροτίξ.

    Πισθέταιρος: ὦγάθʼ ἀλλʼ εἶς οὑτοσὶ καὶ δή τις ὄρνις ἔρχεται.

    Ἐυελπίδης: νὴ Δίʼ ὄρνις δῆτα. τίς ποτʼ ἐστίν; οὐ δήπου ταὧς;

    Πισθέταιρος: οὗτος αὐτὸς νῷν φράσει· τίς ἐστιν ὄρνις οὑτοσί;

    Ἔποψ: οὗτος οὐ τῶν ἠθάδων τῶνδʼ ὧν ὁρᾶθʼ ὑμεῖς ἀεί,

    ἀλλὰ λιμναῖος.

    Ἐυελπίδης: βαβαὶ καλός γε καὶ φοινικιοῦς.

    Ἔποψ: εἰκότως γε · καὶ γὰρ ὄνομʼ αὐτῷ ʼστὶ φοινικόπτερος.

    Ἐυελπίδης: οὗτος ὦ σέ τοι.

    Πισθέταιρος: τί βωστρεῖς;

    Ἐυελπίδης: ἕτερος ὄρνις οὑτοσί.

    Πισθέταιρος: νὴ Δίʼ ἕτερος δῆτα χοὖτος ἔξεδρον χρόαν ἔχων.

    τίς ποτʼ ἔσθʼ ὁ μουσόμαντις ἄτοπος ὄρνις ὀρειβάτης;

    Ἔποψ: ὄνομα τούτῳ Μῆδός ἐστο.

    Πισθέταιρος: Μῆδος; ὦναξ Ἡράκλεις·

    εἶτα πῶς ἄνευ καμήλου Μῆδος ὤν εἰσέπτετο;

    Ἐυελπίδης: ἕτερος αὖ λόφον κατειληφώς τις ὄρνις οὑτοσί.

    Πισθέταιρος: τί τὸ τέρας τουτί ποτʼ ἐστίν; οὐ σὺ μόνος ἄρʼ ἦσθʼ ἔποψ,

    ἀλλὰ χοὖτος ἕτερος;

    Ἔποψ: οὑτοσὶ μέν ἐστι Φιλοκλέους

    ἐξ ἔποπος, ἐγὼ δὲ τούτου πάππος, ὥσπερ εἰ λέγοις

    Ἱππόνικος Καλλίου κἀξ Ἱππονίκου Καλλίας.

    Πισθέταιρος: Καλλίας ἄρʼ οὗτος οὕρνις ἐστίν· ὡς πτερορρυεῖ.

    Ἐυελπίδης: ἅτε γὰρ ὢν γενναῖος ὑπό τε συκοφαντῶν τίλλεται,

    αἵ τε θήλειαι προσεκτίλλουσιν αὐτοῦ τὰ πτερά.

    Πισθέταιρος: ὦ Πόσειδον ἕτερος αὖ τις βαπτὸς ὄρνις οὑτοσί.

    τίς ὀνομάξεταί ποθʼ οὗτος;

    Ἔποψ: οὑτοσὶ κατωφαγᾶς.

    Πισθέταιρος: ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος;

    Ἐυελπίδης: πῶς ἂν οὖν Κλεώνυμός γʼ ὢν οὐκ ἀπέβαλε τὸν λόφον;

    Πισθέταιρος: ἀλλὰ μέντοι τίς ποθʼ ἡ λόφωσις ἡ τῶν ὀρνέων;

    ἦ ʼπὶ τὸν δίαυλον ἦλθον;

    Ἔποψ: ὥσπερ οἱ Κᾶρες μὲν οὖν

    ἐπὶ λόφων οἰκοῦσιν ὦγάθʼ ἀσφαλείας οὔνεκα.

    Πισθέταιρος: ὦ Πόσειδον οὐχ ὁρᾷς ὅσον συνείλεκται κακὸν

    ὀρνέων;

    Ἐυελπίδης: ὦναξ Ἄπολλον τοῦ νέφους. ἰοὺ ἰού,

    οὐδʼ ἰδεῖν ἔτʼ ἔσθʼ ὑπʼ αὐτῶν πετομένων τὴν εἴσοδον.

    Ἔποψ: οὑτοσὶ πέρδιξ, ἐκεινοσί γε νὴ Δίʼ ἀτταγᾶς,

    οὑτοσὶ δὲ πηνέλοψ, ἐκεινηὶ δέ γʼ ἀλκυών.

    Πισθέταιρος: τίς γάρ ἐσθʼ οὕπισθεν αὐτῆς;

    Ἔποψ: ὅστις ἐστί; κειρύλος.

    Πισθέταιρος: κειρύλος γάρ ἐστιν ὄρνις;

    Ἔποψ: οὐ γάρ ἐστι Σποργίλος;

    χαὐτηί γε γλαῦξ.

    Ἐυελπίδης: τί φῄς; τίς γλαῦκʼ Ἀθήναζʼ ἤγαγεν;

    Ἔποψ: κίττα τρυγὼν κορυδὸς ἐλεᾶς ὑποθυμὶς περιστερὰ

    νέρτος ἱέραξ φάττα κόκκυξ ἐρυθρόπους κεβλήπυρις

    πορφυρὶς κερχνῂς κολυμβὶς ἀμπελὶς φήνη δρύοψ.

    Πισθέταιρος: ἰοὺ ἰοὺ τῶν ὀρνέων, ἰοὺ ἰοὺ τῶν κοψίχων·

    οἶα πιππίζουσι καὶ τρέχουσι διακεκραγότες.

    ἆρʼ ἀπειλοῦσίν γε νῷν; οἴμοι, κεχήνασίν γέ τοι

    καὶ βλέπουσιν ἐς σὲ κἀμέ.

    Ἐυελπίδης: τοῦτο μὲν κἀμοὶ δοκεῖ.

    Χορός: ποποποποποποποποποποῖ ποῦ μʼ ἄρʼ ὃς

    ἐκάλεσε; τίνα τόπον ἄρα ποτὲ νέμεται;

    Ἔποψ: οὑτοσὶ πάλαι πάρειμι κοὐκ ἀποστατῶ φίλων.

    Χορός: τί τί τί τί τί τί τί τί· τίνα λόγον ἄρα ποτὲ

    πρὸς ἐμὲ φίλον ἔχων;

    Ἔποψ: κοινὸν ἀσφαλῆ δίκαιον ἡδὺν ὠφελήσιμον.

    ἄνδρε γὰρ λεπτὼ λογιστὰ δεῦρʼ ἀφῖχθον ὡς ἐμέ.

    Χορός: ποῦ; πᾷ; πῶς φῄς;

    Ἔποψ: φήμʼ ἀπʼ ἀνθρώπων ἀφῖχθαι δεῦρο πρεσβύτα δύο·

    ἥκετον δʼ ἔχοντε πρέμνον πράγματος πελωρίου.

    Χορός: ὦ μέγιστον ἐξαμαρτὼν ἐξ ὅτου ʼτράφην ἐγώ,

    πῶς λέγεις;

    Ἔποψ: μήπω φοβηθῇς τὸν λόγον.

    Χορός: τί μʼ ἠργάσω;

    Ἔποψ: ἄνδρʼ ἐδεξάμην ἐραστὰ τῆσδε τῆς ξυνουσίας.

    Χορός: καὶ δέδρακας τοῦτο τοὔργον;

    Ἔποψ: καὶ δεδρακώς γʼ ἥδομαι.

    Χορός: κἀστὸν ἤδη που παρʼ ἡμῖν;

    Ἔποψ: εἰ παρʼ ὑμῖν εἴμʼ ἐγώ.

    Χορός: ἔα ἔα,

    προδεδόμεθʼ ἀνόσιά τʼ ἐπάθομεν·

    ὃς γὰρ φίλος ἦν ὁμότροφά θʼ ἡμῖν

    ἐνέμετο πεδία παρʼ ἡμῖν,

    παρέβη μὲν θεσμοὺς ἀρχαίους,

    παρέβη δʼ ὅρκους ὀρνίθων·

    ἐς δὲ δόλον ἐκάλεσε, παρέβαλέ τʼ ἐμὲ παρὰ

    γένος ἀνόσιον, ὅπερ ἐξότʼ ἐγένετʼ ἐπʼ ἐμοὶ

    πολέμιον ἐτράφη.

    Χορός: ἀλλὰ πρὸς τοῦτον μὲν ἡμῖν ἐστιν ὕστερος λόγος·

    τὼ δὲ πρεσβύτα δοκεῖ μοι τώδε δοῦναι τὴν δίκην

    διαφορηθῆναί θʼ ὑφʼ ἡμῶν.

    Πισθέταιρος: ὡς ἀπωλόμεσθʼ ἄρα.

    Ἐυελπίδης: αἴτιος μέντοι σὺ νῷν εἶ τῶν κακῶν τούτων μόνος.

    ἐπὶ τί γάρ μʼ ἐκεῖθεν ἦγες;

    Πισθέταιρος: ἵνʼ ἀκολουθοίης ἐμοί.

    Ἐυελπίδης: ἵνα μὲν οὖν κλάοιμι μεγάλα.

    Πισθέταιρος: τοῦτο μὲν ληρεῖς ἔχων

    κάρτα· πῶς κλαύσει γάρ, ἢν ἅπαξ γε τὠφθαλμὼ ʼκκοπῇς;

    Χορός: ἰὼ ἰώ,

    ἔπαγʼ ἔπιθʼ ἐπίφερε πολέμιον

    ὁρμὰν φονίαν, πτέρυγά τε παντᾷ

    ἐπίβαλε περί τε κύκλωσαι·

    ὡς δεῖ τώδʼ οἰμώζειν ἄμφω

    καὶ δοῦναι ῥύγχει φορβάν.

    οὔτε γὰρ ὄρος σκιερὸν οὔτε νέφος αἰθέριον

    οὔτε πολιὸν πέλαγος ἔστιν ὅ τι δέξεται

    τώδʼ ἀποφυγόντε με.

    Χορός: ἀλλὰ μὴ μέλλωμεν ἤδη τώδε τίλλειν καὶ δάκνειν.

    ποῦ ʼσθʼ ὁ ταξίαρχος; ἐπαγέτω τὸ δεξιὸν κέρας.

    Ἐυελπίδης: τοῦτʼ ἐκεῖνο· ποῖφύγω δύστηνος;

    Πισθέταιρος: οὗτος οὐ μενεῖς;

    Ἐυελπίδης: ἵνʼ ὑπὸ τούτων διαφορηθῶ;

    Πισθέταιρος: πῶς γὰρ ἂν τούτους δοκεῖς

    ἐκφυγεῖν;

    Ἐυελπίδης: οὐκ οἶδʼ ὅπως ἄν.

    Πισθέταιρος: ἀλλʼ ἐγώ τοί σοι λέγω,

    ὅτι μένοντε δεῖ μάχεσθαι λαμβάνειν τε τῶν χυτρῶν.

    Ἐυελπίδης: τί δὲ χύτρα νώ γʼ ὠφελήσει;

    Πισθέταιρος: γλαῦξ μὲν οὐ πρόσεισι νῷν.

    Ἐυελπίδης: τοῖς δὲ γαμψώνυξι τοισδί;

    Πισθέταιρος: τὸν ὀβελίσκον ἁρπάσας

    εἶτα κατάπηξον πρὸ σαυτοῦ.

    Ἐυελπίδης: τοῖσι δʼ ὀφθαλμοῖσι τί;

    Πισθέταιρος: ὀξύβαφον ἐντευθενὶ προσδοῦ λαβὼν ἢ τρύβλιον.

    Ἐυελπίδης: ὦ σοφώτατʼ, εὖ γʼ ἀνηῦρες αὐτὸ καὶ στρατηγικῶς·

    ὑπερακοντίζεις σύ γʼ ἤδη Νικίαν ταῖς μηχαναῖς.

    Χορός: ἐλελελεῦ χώρει κάθες τὸ ῥύγχος· οὐ μέλλειν ἐχρῆν.

    ἕλκε τίλλε παῖε δεῖρε, κόπτε πρώτην τὴν χύτραν.

    Ἔποψ: εἰπέ μοι τί μέλλετʼ ὦ πάντων κάκιστα θηρίων

    ἀπολέσαι παθόντες οὐδὲν ἄνδρε καὶ διασπάσαι

    τῆς ἐμῆς γυναικὸς ὄντε ξυγγενεῖ καὶ φυλέτα;

    Χορός: φεισόμεσθα γάρ τι τῶνδε μᾶλλον ἡμεῖς ἢ λύκων;

    ἢ τίνας τεισαίμεθʼ ἄλλους τῶνδʼ ἂν ἐχθίους ἔτι;

    Ἔποψ: εἰ δὲ τὴν φύσιν μὲν ἐχθροὶ τὸν δὲ νοῦν εἰσιν φίλοι,

    καὶ διδάξοντές τι δεῦρʼ ἥκουσιν ὑμᾶς χρήσιμον;

    Χορός: πῶς δʼ ἂν οἵδʼ ἡμᾶς τι χρήσιμον διδάξειάν ποτε

    ἢ φράσειαν, ὄντες ἐχθροὶ τοῖσι πάπποις τοῖς ἐμοῖς;

    Ἔποψ: ἀλλʼ ἀπʼ ἐχθρῶν δῆτα πολλὰ μανθάνουσιν οἱ σοφοί.

    ἡ γὰρ εὐλάβεια σῴζει πάντα. παρὰ μὲν οὖν φίλου

    οὐ μάθοις ἂν τοῦθʼ, ὁ δʼ ἐχθρὸς εὐθὺς ἐξηνάγκασεν.

    αὐτίχʼ αἱ πόλεις παρʼ ἀνδρῶν γʼ ἔμαθον ἐχθρῶν κοὐ φίλων

    ἐκπονεῖν θʼ ὑψηλὰ τείχη ναῦς τε κεκτῆσθαι μακράς·

    τὸ δὲ μάθημα τοῦτο σῴζει παῖδας οἶκον χρήματα.

    Χορός: ἔστι μὲν λόγων ἀκοῦσαι πρῶτον, ὡς ἡμῖν δοκεῖ,

    χρήσιμον· μάθοι γὰρ ἄν τις κἀπὸ τῶν ἐχθρῶν σοφόν.

    Πισθέταιρος: οἵδε τῆς ὀργῆς χαλᾶν εἴξασιν. ἄναγʼ ἐπὶ σκέλος.

    Ἔποψ: καὶ δίκαιόν γʼ ἐστὶ κἀμοὶ δεῖ νέμειν ὑμᾶς χάριν.

    Χορός: ἀλλὰ μὴν οὐδʼ ἄλλο σοί πω πρᾶγμʼ ἐνηντιώμεθα.

    Πισθέταιρος: μᾶλλον εἰρήνην ἄγουσι νὴ Δίʼ, ὥστε τὴν χύτραν

    τώ τε τρυβλίω καθίει·

    καὶ τὸ δόρυ χρή, τὸν ὀβελίσκον,

    περιπατεῖν ἔχοντας ἡμᾶς

    τῶν ὅπλων ἐντός, παρʼ αὐτὴν

    τὴν χύτραν ἄκραν ὁρῶντας

    ἐγγύς· ὡς οὐ φευκτέον νῷν.

    Ἐυελπίδης: ἐτεὸν ἢν δʼ ἄρʼ ἀποθάνωμεν,

    κατορυχθησόμεσθα ποῦ γῆς;

    Πισθέταιρος: ὁ Κεραμεικὸς δέξεται νώ.

    δημοσίᾳ γὰρ ἵνα ταφῶμεν,

    φήσομεν πρὸς τοὺς στρατηγοὺς

    μαχομένω τοῖς πολεμίοισιν

    ἀποθανεῖν ἐν Ὀρνεαῖς.

    Χορός: ἄναγʼ ἐς τάξιν πάλιν ἐς ταὐτόν,

    καὶ τὸν θυμὸν κατάθου κύψας

    παρὰ τὴν ὀργὴν ὥσπερ ὁπλίτης·

    κἀναπυθώμεθα τούσδε τίνες ποτὲ

    καὶ πόθεν ἔμολον

    † ἐπὶ τίνα τʼ ἐπίνοιαν. †

    ἰὼ ἔποψ σέ τοι καλῶ.

    Ἔποψ: καλεῖς δὲ τοῦ κλύειν θέλων;

    Χορός: τίνες ποθʼ οἵδε καὶ πόθεν;

    Ἔποψ: ξείνω σοφῆς ἀφʼ Ἑλλάδος.

    Χορός: τύχη δὲ ποία κομίζει

    ποτʼ αὐτὼ πρὸς ὄρνιθας

    ἐλθεῖν;

    Ἔποψ: ἔρως

    βίου διαίτης τε καὶ

    σοῦ ξυνοικεῖν τέ σοι

    καὶ ξυνεῖναι τὸ πᾶν.

    Χορός: τί φῄς;

    λέγουσι δὴ τίνας λόγους;

    Ἔποψ: ἄπιστα καὶ πέρα κλύειν.

    Χορός: ὁρᾷ τι κέρδος ἐνθάδʼ ἄξιον

    μονῆς, ὅτῳ πέποιθʼ

    ἐμοὶ ξυνὼν

    κρατεῖν ἂν ἢ τὸν ἐχθρὸν ἢ

    φίλοισιν ὠφελεῖν ἔχειν;

    Ἔποψ: λέγει μέγαν τινʼ ὄλβον οὔτε

    λεκτὸν οὔτε πιστόν· ὡς

    σὰ γὰρ τὰ πάντα ταῦτα καὶ

    τὸ τῇδε καὶ τὸ κεῖσε καὶ

    τὸ δεῦρο προσβιβᾷ λέγων.

    Χορός: πότερα μαινόμενος;

    Ἔποψ: ἄφατον ὡς φρόνιμος.

    Χορός: ἔνι σοφόν τι φρενί;

    Ἔποψ: πυκνότατον κίναδος,

    σόφισμα κύρμα τρῖμμα παιπάλημʼ ὅλον.

    Χορός: λέγειν λέγειν κέλευέ μοι.

    κλύων γὰρ ὧν σύ μοι λέγεις

    λόγων ἀνεπτέρωμαι.

    Ἔποψ: ἄγε δὴ σὺ καὶ σὺ τὴν πανοπλίαν μὲν πάλιν

    ταύτην λαβόντε κρεμάσατον τύχἀγαθῇ

    ἐς τὸν ἰπνὸν εἴσω πλησίον τοὐπιστάτου·

    σὺ δὲ τούσδʼ ἐφʼ οἷσπερ τοῖς λόγοις συνέλεξʼ ἐγὼ

    φράσον, δίδαξον.

    Πισθέταιρος: μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ,

    ἢν μὴ διάθωνταί γʼ οἵδε διαθήκην ἐμοὶ

    ἥνπερ ὁ πίθηκος τῇ γυναικὶ διέθετο,

    ὁ μαχαιροποιός, μήτε δάκνειν τούτους ἐμὲ

    μήτʼ ὀρχίπεδʼ ἕλκειν μήτʼ ὀρύττειν —

    Χορός: οὔτι που

    τόν —; οὐδαμῶς.

    Πισθέταιρος: οὔκ, ἀλλὰ τὠφθαλμὼ λέγω.

    Χορός: διατίθεμαι ʼγώ.

    Πισθέταιρος: κατόμοσόν νυν ταῦτά μοι.

    Χορός: ὄμνυμʼ ἐπὶ τούτοις, πᾶσι νικᾶν τοῖς κριταῖς

    καὶ τοῖς θεαταῖς πᾶσιν.

    Πισθέταιρος: ἔσται ταυταγί.

    Χορός: εἰ δὲ παραβαίην, ἑνὶ κριτῇ νικᾶν μόνον.

    Κῆρυξ: ἀκούετε λεῴ· τοὺς ὁπλίτας νυνμενὶ

    ἀνελομένους θὤπλʼ ἀπιέναι πάλιν οἴκαδε,

    σκοπεῖν δʼ ὅ τι ἂν προγράφωμεν ἐν τοῖς πινακίοις.

    Χορός: δολερὸν μὲν ἀεὶ κατὰ πάντα δὴ τρόπον

    πέφυκεν ἄνθρωπος· σὺ δʼ ὅμως λέγε μοι.

    τάχα γὰρ τύχοις ἂν

    χρηστὸν ἐξειπὼν ὅ τι μοι παρορᾷς, ἢ

    δύναμίν τινα μείζω

    παραλειπομένην ὑπʼ ἐμῆς φρενὸς ἀξυνέτου·

    σὺ δὲ τοῦθʼ οὑρᾷς λέγʼ ἐς κοινόν.

    ὃ γὰρ ἂν σὺ τύχῃς μοι

    ἀγαθὸν πορίσας, τοῦτο κοινὸν ἔσται.

    Χορός: ἀλλʼ ἐφʼ ὅτῳπερ πράγματι τὴν σὴν ἥκεις γνώμην ἀναπείσας,

    λέγε θαρρήσας· ὡς τὰς σπονδὰς οὐ μὴ πρότεροι παραβῶμεν.

    Πισθέταιρος: καὶ μὴν ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι,

    ὃν διαμάττειν οὐ κωλύει· φέρε παῖ στέφανον· καταχεῖσθαι

    κατὰ χειρὸς ὕδωρ φερέτω ταχύ τις.

    Ἐυελπίδης: δειπνήσειν μέλλομεν; ἢ τί;

    Πισθέταιρος: μὰ Δίʼ ἀλλὰ λέγειν ζητῶ τι πάλαι μέγα καὶ λαρινὸν ἔπος τι,

    ὅ το τὴν τούτων θραύσει ψυχήν· οὕτως ὑμῶν ὑπεραλγῶ,

    οἵτινες ὄντες πρότερον βασιλῆς —

    Χορός: ἡμεῖς βασιλῆς; τίνος;

    Πισθέταιρος: ὑμεῖς

    πάντων ὁπόσʼ ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ τοῦ Διὸς αὐτοῦ,

    ἀρχαιότεροι πρότεροί τε Κρόνου καὶ Τιτάνων ἐγένεσθε,

    καὶ γῆς.

    Χορός: καὶ γῆς;

    Πισθέταιρος: νὴ τὸν Ἀπόλλω.

    Χορός: τουτὶ μὰ Δίʼ οὐκ ἐπεπύσμην.

    Πισθέταιρος: ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδʼ Αἴσωπον πεπάτηκας,

    ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι,

    προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρʼ αὐτῆς ἀποθνῄσκειν·

    γῆν δʼ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον· τὴν δʼ ἀποροῦσαν

    ὑπʼ ἀμηχανίας τὸν πατέρʼ αὑτῆς ἐν τῇ κεφαλῇ κατορύξαι.

    Ἐυελπίδης: ὁ πατὴρ ἄρα τῆς κορυδοῦ νυνὶ κεῖται τεθνεὼς Κεφαλῆσιν.

    Πισθέταιρος: οὔκουν δῆτʼ εἰ πρότεροι μὲν γῆς πρότεροι δὲ θεῶν ἐγένοντο,

    ὡς πρεσβυτάτων αὐτῶν ὄντῶν ὀρθῶς ἐσθʼ ἡ βασιλεία;

    Ἐυελπίδης: νὴ τὸν Ἀπόλλω· πάνυ τοίνυν χρὴ ῥύγχος βόσκειν σε τὸ λοιπόν·

    οὐκ ἀποδώσει ταχέως ὁ Ζεὺς τὸ σκῆπτρον τῷ δρυκολάπτῃ.

    Πισθέταιρος: ὡς δʼ οὐχὶ θεοὶ τοίνυν ἦρχον τῶν ἀνθρώπων τὸ παλαιόν,

    ἀλλʼ ὄρνιθες, κἀβασίλευον, πόλλʼ ἐστὶ τεκμήρια τούτων.

    αὐτίκα δʼ ὑμῖν πρῶτʼ ἐπιδείξω τὸν ἀλεκτρυόνʼ, ὡς ἐτυράννει

    ἦρχέ τε Περσῶν πρῶτον πάντων Δαρείου καὶ Μεγαβάζου,

    ὥστε καλεῖται Περσικὸς ὄρνις ἀπὸ τῆς ἀρχῆς ἔτʼ ἐκείνης.

    Ἐυελπίδης: διὰ ταῦτʼ ἄρʼ ἔχων καὶ νῦν ὥσπερ βασιλεὺς ὁ μέγας διαβάσκει

    ἐπὶ τῆς κεφαλῆς τὴν κυρβασίαν τῶν ὀρνίθων μόνος ὀρθήν.

    Πισθέταιρος: οὕτω δʼ ἴσχυσέ τε καὶ μέγας ἦν τότε καὶ πολύς, ὥστʼ ἔτι καὶ νῦν

    ὑπὸ τῆς ῥώμης τῆς τότʼ ἐκείνης, ὁπόταν μόνον ὄρθριον ᾄσῃ,

    ἀναπηδῶσιν πάντες ἐπʼ ἔργον χαλκῆς κεραμῆς σκυλοδέψαι

    σκυτῆς βαλανῆς ἀλφιταμοιβοὶ τορνευτολυρασπιδοπηγοί·

    οἱ δὲ βαδίζουσʼ ὑποδησάμενοι νύκτωρ.

    Ἐυελπίδης: ἐμὲ τοῦτό γʼ ἐρώτα.

    χλαῖναν γὰρ ἀπώλεσʼ ὁ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον.

    ἐς δεκάτην γάρ ποτε παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει,

    κἄρτι καθηῦδον, καὶ πρὶν δειπνεῖν τοὺς ἄλλους οὗτος ἄρʼ ᾖσεν·

    κἀγὼ νομίσας ὄρθρον ἐχώρουν Ἀλιμουντάδε, κἄρτι προκύπτω

    ἔξω τείχους καὶ λωποδύτης παίει ῥοπάλῳ με τὸ νῶτον·

    κἀγὼ πίπτω μέλλω τε βοᾶν, ὁ δʼ ἀπέβλισε θοἰμάτιόν μου.

    Πισθέταιρος: ἰκτῖνος δʼ οὖν τῶν Ἑλλήνων ἦρχεν τότε κἀβασίλευεν.

    Χορός: τῶν Ἑλλήνων;

    Πισθέταιρος: καὶ κατέδειξέν γʼ οὗτος πρῶτος βασιλεύων

    προκυλινδεῖσθαι τοῖς ἰκτίνοις.

    Ἐυελπίδης: νὴ τὸν Διόνυσον, ἐγὼ γοῦν

    ἐκυλινδούμην ἰκτῖνον ἰδών· κᾆθʼ ὕπτιος ὢν ἀναχάσκων

    ὀβολὸν κατεβρόχθισα· κᾆτα κενὸν τὸν θύλακον οἴκαδʼ ἀφεῖλκον.

    Πισθέταιρος: Αἰγύπτου δʼ αὖ καὶ Φοινίκης πάσης κόκκυξ βασιλεὺς ἦν·

    χὠπόθʼ ὁ κόκκυξ εἴποι κόκκυ, τότʼ ἂν οἱ Φοίνικες ἅπαντες

    τοὺς πυροὺς ἂν καὶ τὰς κριθὰς ἐν τοῖς πεδίοις ἐθέριζον.

    Ἐυελπίδης: τοῦτʼ ἄρʼ ἐκεῖνʼ ἦν τοὔπος ἀληθῶς· κόκκυψωλοὶ πεδίονδε.

    Πισθέταιρος: ἦρχον δʼ οὕτω σφόδρα τὴν ἀρχήν, ὥστʼ εἴ τις καὶ βασιλεύοι

    ἐν ταῖς πόλεσιν τῶν Ἑλλήνων Ἀγαμέμνων ἢ Μενέλαος,

    ἐπὶ τῶν σκήπτρων ἐκάθητʼ ὄρνις μετέχων ὅ τι δωροδοκοίη.

    Ἐυελπίδης: τουτὶ τοίνυν οὐκ ᾔδη ʼγώ· καὶ δῆτά μʼ ἐλάμβανε θαῦμα,

    ὁπότʼ ἐξέλθοι Πρίαμός τις ἔχων ὄρνιν ἐν τοῖσι τραγῳδοῖς,

    ὁ δʼ ἄρʼ εἱστήκει τὸν Λυσικράτη τηρῶν ὅ τι δωροδοκοίη.

    Πισθέταιρος: ὃ δὲ δεινότατόν γʼ ἐστὶν ἁπάντων, ὁ Ζεὺς γὰρ ὁ νῦν βασιλεύων

    αἰετὸν ὄρνιν ἕστηκεν ἔχων ἐπὶ τῆς κεφαλῆς βασιλεὺς ὤν,

    ἡ δʼ αὖ θυγάτηρ γλαῦχʼ, ὁ δʼ Ἀπόλλων ὥσπερ θεράπων ἱέρακα.

    Ἐυελπίδης: νὴ τὴν Δήμητρʼ εὖ ταῦτα λέγεις. τίνος οὕνεκα ταῦτʼ ἄρʼ ἔχουσιν;

    Πισθέταιρος: ἵνʼ ὅταν θύων τις ἔπειτʼ αὐτοῖς ἐς τὴν χεῖρʼ, ὡς νόμος ἐστίν,

    τὰ σπλάγχνα διδῷ, τοῦ Διὸς αὐτοὶ πρότεροι τὰ σπλάγχνα λάβωσιν.

    ὤμνυ τʼ οὐδεὶς τότʼ ἂν ἀνθρώπων θεόν, ἀλλʼ ὄρνιθας ἅπαντες·

    Λάμπων δʼ ὄμνυσʼ ἔτι καὶ νυνὶ τὸν χῆνʼ, ὅταν ἐξαπατᾷ τι.

    οὕτως ὑμᾶς πάντες πρότερον μεγάλους ἁγίους τʼ ἐνόμιζον,

    Πισθέταιρος: νῦν δʼ ἀνδράποδʼ ἠλιθίους Μανᾶς·

    ὥσπερ δʼ ἤδη τοὺς μαινομένους

    βάλλουσʼ ὑμᾶς, κἀν τοῖς ἱεροῖς

    πᾶς τις ἐφʼ ὑμῖν ὀρνιθευτὴς

    ἵστησι βρόχους παγίδας ῥάβδους

    ἕρκη νεφέλας δίκτυα πηκτάς·

    εἶτα λαβόντες πωλοῦσʼ ἁθρόους·

    οἱ δʼ ὠνοῦνται βλιμάζοντες·

    κοὐδʼ οὖν, εἴπερ ταῦτα δοκεῖ δρᾶν,

    ὀπτησάμενοι παρέθενθʼ ὑμᾶς,

    ἀλλʼ ἐπικνῶσιν τυρὸν ἔλαιον

    σίλφιον ὄξος καὶ τρίψαντες

    κατάχυσμʼ ἕτερον γλυκὺ καὶ λιπαρόν,

    κἄπειτα κατεσκέδασαν θερμὸν

    τοῦτο καθʼ ὑμῶν

    αὐτῶν ὥσπερ κενεβρείων.

    Χορός: πολὺ δὴ πολὺ δὴ χαλεπωτάτους λόγους

    ἤνεγκας ἄνθρωφʼ. ὡς ἐδάκρυσά γʼ ἐμῶν

    πατέρων κάκην, οἳ

    τάσδε τὰς τιμὰς προγόνων παραδόντων

    ἐπʼ ἐμοῦ κατέλυσαν.

    σὺ δέ μοι κατὰ δαίμονα καί τινα συντυχίαν

    ἀγαθὴν ἥκεις ἐμοὶ σωτήρ.

    ἀναθεὶς γὰρ ἐγώ σοι

    τὰ νεοττία κἀμαυτὸν οἰκήσω.

    Χορός: ἀλλʼ ὅ τι χρὴ δρᾶν, σὺ δίδασκε παρών· ὡς ζῆν οὐκ ἄξιον ἡμῖν,

    εἰ μὴ κομιούμεθα παντὶ τρόπῳ τὴν ἡμετέραν βασιλείαν.

    Πισθέταιρος: καὶ δὴ τοίνυν πρῶτα διδάσκω μίαν ὀρνίθων πόλιν εἶναι,

    κἄπειτα τὸν ἀέρα πάντα κύκλῳ καὶ πᾶν τουτὶ τὸ μεταξὺ

    περιτειχίζειν μεγάλαις πλίνθοις ὀπταῖς ὥσπερ Βαβυλῶνα.

    Ἔποψ: ὦ Κεβριόνη καὶ Πορφυρίων ὡς σμερδαλέον τὸ πόλισμα.

    Πισθέταιρος: κἄπειτʼ ἢν τοῦτʼ ἐπανεστήκῃ, τὴν ἀρχὴν τὸν Δίʼ ἀπαιτεῖν·

    κἂν μὲν μὴ φῇ μηδʼ ἐθελήσῃ μηδʼ εὐθὺς γνωσιμαχήσῃ,

    ἱερὸν πόλεμον πρωὐδᾶν αὐτῷ, καὶ τοῖσι θεοῖσιν ἀπειπεῖν

    διὰ τῆς χώρας τῆς ὑμετέρας ἐστυκόσι μὴ διαφοιτᾶν,

    ὥσπερ πρότερον μοιχεύσοντες τὰς Ἀλκμήνας κατέβαινον

    καὶ τὰς Ἀλόπας καὶ τὰς Σεμέλας· ἤνπερ δʼ ἐπίωσʼ, ἐπιβάλλειν

    σφραγῖδʼ αὐτοῖς ἐπὶ τὴν ψωλήν, ἵνα μὴ βινῶσʼ ἔτʼ ἐκείνας.

    τοῖς δʼ ἀνθρώποις ὄρνιν ἕτερον πέμψαι κήρυκα κελεύω,

    ὡς ὀρνίθων βασιλευόντων θύειν ὄρνισι τὸ λοιπόν,

    κἄπειτα θεοῖς ὕστερον αὖθις· προσνείμασθαι δὲ πρεπόντως

    τοῖσι θεοῖσιν τῶν ὀρνίθων ὃς ἂν ἁρμόττῃ καθʼ ἕκαστον·

    ἢν Ἀφροδίτῃ θύῃ, πυροὺς ὄρνιθι φαληρίδι θύειν·

    ἢν δὲ Ποσειδῶνί τις οἶν θύῃ, νήττῃ πυροὺς καθαγίζειν·

    ἢν δʼ Ἡρακλέει θύῃ τι, λάρῳ ναστοὺς θύειν μελιτοῦντας·

    κἂν Διὶ θύῃ βασιλεῖ κριόν, βασιλεύς ἐστʼ ὀρχίλος ὄρνις,

    ᾧ προτέρῳ δεῖ τοῦ Διὸς αὐτοῦ σέρφον ἐνόρχην σφαγιάζειν.

    Ἐυελπίδης: ἥσθην σέρφῳ σφαγιαζομένῳ. βροντάτω νῦν ὁ μέγας Ζάν.

    Χορός: καὶ πῶς ἡμᾶς νομιοῦσι θεοὺς ἄνθρωποι κοὐχὶ κολοιούς,

    οἳ πετόμεσθα πτέρυγάς τʼ ἔχομεν;

    Πισθέταιρος: ληρεῖς· καὶ νὴ Δίʼ ὅ γʼ Ἑρμῆς

    πέτεται θεὸς ὢν πτέρυγάς τε φορεῖ, κἄλλοι γε θεοὶ πάνυ πολλοί.

    αὐτίκα Νίκη πέτεται πτερύγοιν χρυσαῖν καὶ νὴ Δίʼ Ἔρως γε·

    Ἥρην δέ γʼ Ὅμηρος ἔφασκʼ ἰκέλην εἶναι τρήρωνι πελείῃ.

    Ἐυελπίδης: ὁ Ζεὺς δʼ ἡμῖν οὐ βροντήσας πέμψει πτερόεντα κεραυνόν;

    Πισθέταιρος: ἢν δʼ οὖν ὑμᾶς μὲν ὑπʼ ἀγνοίας εἶναι νομίσωσι τὸ μηδέν,

    τούτους δὲ θεοὺς τοὺς ἐν Ὀλύμπῳ τότε χρὴ στρούθων νέφος ἀρθὲν

    καὶ σπερμολόγων ἐκ τῶν ἀγρῶν τὸ σπέρμʼ αὐτῶν ἀνακάψαι·

    κἄπειτʼ αὐτοῖς ἡ Δημήτηρ πυροὺς πεινῶσι μετρείτω.

    Ἐυελπίδης: οὐκ ἐθελήσει μὰ Δίʼ, ἀλλʼ ὄψει προφάσεις αὐτὴν παρέχουσαν.

    Πισθέταιρος: οἱ δʼ αὖ κόρακες τῶν ζευγαρίων, οἷσιν τὴν γῆν καταροῦσιν,

    καὶ τῶν προβάτων τοὺς ὀφθαλμοὺς ἐκκοψάντων ἐπὶ πείρᾳ·

    εἶθʼ ὅ γʼ Ἀπόλλων ἰατρός γʼ ὢν ἰάσθω· μισθοφορεῖ δέ.

    Ἐυελπίδης: μὴ πρίν γʼ ἂν ἐγὼ τὼ βοιδαρίω τὠμὼ πρώτιστʼ ἀποδῶμαι.

    Πισθέταιρος: ἢν δʼ ἡγῶνται σὲ θεὸν σὲ βίον σὲ δὲ γῆν σὲ Κρόνον σὲ Ποσειδῶ,

    ἀγάθʼ αὐτοῖσιν πάντα παρέσται.

    Ἔποψ: λέγε δή μοι τῶν ἀγαθῶν ἕν.

    Πισθέταιρος: πρῶτα μὲν αὐτῶν τὰς οἰνάνθας οἱ πάρνοπες οὐ κατέδονται,

    ἀλλὰ γλαυκῶν λόχος εἷς αὐτοὺς καὶ κερχνῄδων ἐπιτρίψει.

    εἶθʼ οἱ κνῖπες καὶ ψῆνες ἀεὶ τὰς συκᾶς οὐ κατέδονται,

    ἀλλʼ ἀναλέξει πάντας καθαρῶς αὐτοὺς ἀγέλη μία κιχλῶν.

    Ἔποψ: πλουτεῖν δὲ πόθεν δώσομεν αὐτοῖς; καὶ γὰρ τούτου σφόδρʼ ἐρῶσιν.

    Πισθέταιρος: τὰ μέταλλʼ αὐτοῖς μαντευομένοις οὗτοι δώσουσι τὰ χρηστά,

    τάς τʼ ἐμπορίας τὰς κερδαλέας πρὸς τὸν μάντιν κατεροῦσιν,

    ὥστʼ ἀπολεῖται τῶν ναυκλήρων οὐδείς.

    Ἔποψ: πῶς οὐκ ἀπολεῖται;

    Πισθέταιρος: προερεῖ τις ἀεὶ τῶν ὀρνίθων μαντευομένῳ περὶ τοῦ πλοῦ·

    νυνὶ μὴ πλεῖ, χειμὼν ἔσται· νυνὶ πλεῖ, κέρδος ἐπέσται.

    Ἐυελπίδης: γαῦλον κτῶμαι καὶ ναυκληρῶ, κοὐκ ἂν μείναιμι παρʼ ὑμῖν.

    Πισθέταιρος: τοὺς θησαυρούς τʼ αὐτοῖς δείξουσʼ οὓς οἱ πρότεροι κατέθεντο

    τῶν ἀργυρίων· οὗτοι γὰρ ἴσασι· λέγουσι δέ τοι τάδε πάντες,

    οὐδεὶς οἶδεν τὸν θησαυρὸν τὸν ἐμὸν πλὴν εἴ τις ἄρʼ ὄρνις.

    Ἐυελπίδης: πωλῶ γαῦλον, κτῶμαι σμινύην, καὶ τὰς ὑδρίας ἀνορύττω.

    Ἔποψ: πῶς δʼ ὑγιείαν δώσουσʼ αὐτοῖς, οὖσαν παρὰ τοῖσι θεοῖσιν;

    Πισθέταιρος: ἢν εὖ πράττωσʼ, οὐχ ὑγιεία μεγάλη τοῦτʼ ἐστί; σάφʼ ἴσθι,

    ὡς ἄνθρωπός γε κακῶς πράττων ἀτεχνῶς οὐδεὶς ὑγιαίνει.

    Ἔποψ: πῶς δʼ ἐς γῆράς ποτʼ ἀφίξονται; καὶ γὰρ τοῦτʼ ἔστʼ ἐν Ὀλύμπῳ·

    ἢ παιδάριʼ ὄντʼ ἀποθνῄσκειν δεῖ;

    Πισθέταιρος: μὰ Δίʼ ἀλλὰ τριακόσιʼ αὐτοῖς

    ἔτι προσθήσουσʼ ὄρνιθες ἔτη.

    Ἔποψ: παρὰ τοῦ;

    Πισθέταιρος: παρʼ ὅτου; παρʼ ἑαυτῶν.

    οὐκ οἶσθʼ ὅτι πέντʼ ἀνδρῶν γενεὰς ζώει λακέρυζα κορώνη;

    Ἐυελπίδης: αἰβοῖ πολλῷ κρείττους οὗτοι τοῦ Διὸς ἡμῖν βασιλεύειν.

    Πισθέταιρος: οὐ γὰρ πολλῷ;

    πρῶτον μέν γʼ οὐχὶ νεὼς ἡμᾶς

    οἰκοδομεῖν δεῖ λιθίνους αὐτοῖς,

    οὐδὲ θυρῶσαι χρυσαῖσι θύραις,

    ἀλλʼ ὑπὸ θάμνοις καὶ πρινιδίοις

    οἰκήσουσιν. τοῖς δʼ αὖ σεμνοῖς

    τῶν ὀρνίθων δένδρον ἐλάας

    ὁ νεὼς ἔσται· κοὐκ ἐς Δελφοὺς

    οὐδʼ εἰς Ἄμμωνʼ ἐλθόντες ἐκεῖ

    θύσομεν, ἀλλʼ ἐν ταῖσιν κομάροις

    καὶ τοῖς κοτίνοις στάντες ἔχοντες

    κριθὰς πυροὺς εὐξόμεθʼ αὐτοῖς

    ἀνατείνοντες τὼ χεῖρʼ ἀγαθῶν

    διδόναι τι μέρος· καὶ ταῦθʼ ἡμῖν

    παραχρῆμʼ ἔσται

    πυροὺς ὀλίγους προβαλοῦσιν.

    Χορός: ὦ φίλτατʼ ἐμοὶ πολὺ πρεσβυτῶν ἐξ ἐχθίστου μεταπίπτων,

    οὐκ ἔστιν ὅπως ἂν ἐγώ ποθʼ ἑκὼν τῆς σῆς γνώμης ἔτʼ ἀφείμην.

    Χορός: ἐπαυχήσας δὲ τοῖσι σοῖς λόγοις

    ἐπηπείλησα καὶ κατώμοσα,

    ἢν σὺ παρʼ ἐμὲ θέμενος

    ὁμόφρονας λόγους δικαίους

    ἀδόλους ὁσίους

    ἐπὶ θεοὺς ἴῃς, ἐμοὶ

    Χορός: φρονῶν ξυνῳδά, μὴ πολὺν χρόνον

    θεοὺς ἔτι σκῆπτρα τἀμὰ τρίψειν.

    Χορός: ἀλλʼ ὅσα μὲν δεῖ ῥώμῃ πράττειν, ἐπὶ ταῦτα τεταξόμεθʼ ἡμεῖς·

    ὅσα δὲ γνώμῃ δεῖ βουλεύειν, ἐπὶ σοὶ τάδε πάντʼ ἀνάκειται.

    Ἔποψ: καὶ μὴν μὰ τὸν Δίʼ οὐχὶ νυστάζειν ἔτι

    ὥρα ʼστὶν ἡμῖν οὐδὲ μελλονικιᾶν,

    ἀλλʼ ὡς τάχιστα δεῖ τι δρᾶν· πρῶτον δέ γε

    εἰσέλθετʼ ἐς νεοττιάν γε τὴν ἐμὴν

    καὶ τἀμὰ κάρφη καὶ τὰ παρόντα φρύγανα,

    καὶ τοὔνομʼ ἡμῖν φράσατον.

    Πισθέταιρος: ἀλλὰ ῥᾴδιον.

    ἐμοὶ μὲν ὄνομα Πισθέταιρος, τῳδεδὶ

    Εὐελπίδης Κριῶθεν.

    Ἔποψ: ἀλλὰ χαίρετον

    ἄμφω.

    Πισθέταιρος: δεχόμεθα.

    Ἔποψ: δεῦρο τοίνυν εἴσιτον.

    Πισθέταιρος: ἴωμεν· εἰσηγοῦ σὺ λαβὼν ἡμᾶς.

    Ἔποψ: ἴθι.

    Πισθέταιρος: ἀτὰρ τὸ δεῖνα, δεῦρʼ ἐπανάκρουσαι πάλιν.

    φέρʼ ἴδω, φράσον νῷν, πῶς ἐγώ τε χοὐτοσὶ

    ξυνεσόμεθʼ ὑμῖν πετομένοις οὐ πετομένω;

    Ἔποψ: καλῶς.

    Πισθέταιρος: ὅρα νυν, ὡς ἐν Αἰσώπου λόγοις

    ἐστὶν λεγόμενον δή τι, τὴν ἀλώπεχʼ, ὡς

    φλαύρως ἐκοινώνησεν αἰετῷ ποτέ.

    Ἔποψ: μηδὲν φοβηθῇς· ἔστι γάρ τι ῥιζίον,

    ὃ διατραγόντʼ ἔσεσθον ἐπτερωμένω.

    Πισθέταιρος: οὕτω μὲν εἰσίωμεν. ἄγε δὴ Ξανθία

    καὶ Μανόδωρε λαμβάνετε τὰ στρώματα.

    Χορός: οὗτος σὲ καλῶ, σὲ λέγω.

    Ἔποψ: τί καλεῖς;

    Χορός: τούτους μὲν ἄγων μετὰ σαυτοῦ

    ἀρίστισον εὖ· τὴν δʼ ἡδυμελῆ ξύμφωνον ἀηδόνα Μούσαις

    κατάλειφʼ ἡμῖν δεῦρʼ ἐκβιβάσας, ἵνα παίσωμεν μετʼ ἐκείνης.

    Πισθέταιρος: ὦ τοῦτο μεντοι νὴ Δίʼ αὐτοῖσιν πιθοῦ·

    ἐκβίβασον ἐκ τοῦ βουτόμου τοὐρνίθιον.

    Ἐυελπίδης: ἐκβίβασον αὐτοῦ πρὸς θεῶν αὐτήν, ἵνα

    καὶ νὼ θεασώμεσθα τὴν ἀηδόνα.

    Ἔποψ: ἀλλʼ εἰ δοκεῖ σφῷν, ταῦτα χρὴ δρᾶν. ἡ Πρόκνη

    ἔκβαινε καὶ σαυτὴν ἐπιδείκνυ τοῖς ξένοις.

    Πισθέταιρος: ὦ Ζεῦ πολυτίμηθʼ ὡς καλὸν τοὐρνίθιον,

    ὡς δʼ ἁπαλόν, ὡς δὲ λευκόν.

    Ἐυελπίδης: ἆρά γʼ οἶσθʼ ὅτι

    ἐγὼ διαμηρίζοιμʼ ἂν αὐτὴν ἡδέως;

    Πισθέταιρος: ὅσον δʼ ἔχει τὸν χρυσόν, ὥσπερ παρθένος.

    Ἐυελπίδης: ἐγὼ μὲν αὐτὴν κἂν φιλῆσαί μοι δοκῶ.

    Πισθέταιρος: ἀλλʼ ὦ κακόδαιμον ῥύγχος ὀβελίσκοιν ἔχει.

    Ἐυελπίδης: ἀλλʼ ὥσπερ ᾠὸν νὴ Δίʼ ἀπολέψαντα χρὴ

    ἀπὸ τῆς κεφαλῆς τὸ λέμμα κᾆθʼ οὕτω φιλεῖν.

    Ἔποψ: ἴωμεν.

    Πισθέταιρος: ἡγοῦ δὴ σὺ νῷν τύχἀγαθῇ.

    Χορός: ὦ φίλη, ὦ ξουθή,

    ὦ φίλτατον ὀρνέων

    πάντων, ξύννομε τῶν ἐμῶν

    ὕμνων, ξύντροφʼ ἀηδοῖ,

    ἦλθες ἦλθες ὤφθης,

    ἡδὺν φθόγγον ἐμοὶ φέρουσʼ.

    ἀλλʼ ὦ καλλιβόαν κρέκουσʼ

    αὐλὸν φθέγμασιν ἠρινοῖς,

    ἄρχου τῶν ἀναπαίστων.

    Χορός: ἄγε δὴ φύσιν ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι,

    ὀλιγοδρανέες, πλάσματα πηλοῦ, σκιοειδέα φῦλʼ ἀμενηνά,

    ἀπτῆνες ἐφημέριοι ταλαοὶ βροτοὶ ἀνέρες εἰκελόνειροι,

    προσέχετε τὸν νοῦν τοῖς ἀθανάτοις ἡμῖν τοῖς αἰὲν ἐοῦσιν,

    τοῖς αἰθερίοις τοῖσιν ἀγήρῳς τοῖς ἄφθιτα μηδομένοισιν,

    ἵνʼ ἀκούσαντες πάντα παρʼ ἡμῶν ὀρθῶς περὶ τῶν μετεώρων.

    φύσιν οἰωνῶν γένεσίν τε θεῶν ποταμῶν τʼ Ἐρέβους τε Χάους τε

    εἰδότες ὀρθῶς, Προδίκῳ παρʼ ἐμοῦ κλάειν εἴπητε τὸ λοιπόν.

    Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς,

    γῆ δʼ οὐδʼ ἀὴρ οὐδʼ οὐρανὸς ἦν· Ἐρέβους δʼ ἐν ἀπείροσι κόλποις

    τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν,

    ἐξ οὖ περιτελλομέναις ὥραις ἔβλαστεν Ἔρως ὁ ποθεινός,

    στίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις.

    οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νυχίῳ κατὰ Τάρταρον εὐρὺν

    ἐνεόττευσεν γένος ἡμέτερον, καὶ πρῶτον ἀνήγαγεν ἐς φῶς.

    πρότερον δʼ οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως ξυνέμειξεν ἅπαντα·

    ξυμμιγνυμένων δʼ ἑτέρων ἑτέροις γένετʼ οὐρανὸς ὠκεανός τε

    καὶ γῆ πάντων τε θεῶν μακάρων γένος ἄφθιτον. ὦδε μέν ἐσμεν

    πολὺ πρεσβύτατοι πάντων μακάρων. ἡμεῖς δʼ ὡς ἐσμὲν Ἔρωτος

    πολλοῖς δῆλον· πετόμεσθά τε γὰρ καὶ τοῖσιν ἐρῶσι σύνεσμεν·

    πολλοὺς δὲ καλοὺς ἀπομωμοκότας παῖδας πρὸς τέρμασιν ὥρας

    διὰ τὴν ἰσχὺν τὴν ἡμετέραν διεμήρισαν ἄνδρες ἐρασταί,

    ὁ μὲν ὄρτυγα δοὺς ὁ δὲ πορφυρίωνʼ ὁ δὲ χῆνʼ ὁ δὲ Περσικὸν ὄρνιν.

    Χορός: πάντα δὲ θνητοῖς ἐστὶν ἀφʼ ἡμῶν τῶν ὀρνίθων τὰ μέγιστα.

    πρῶτα μὲν ὥρας φαίνομεν ἡμεῖς ἦρος χειμῶνος ὀπώρας·

    σπείρειν μέν, ὅταν γέρανος κρώζουσʼ ἐς τὴν Λιβύην μεταχωρῇ.

    καὶ πηδάλιον τότε ναυκλήρῳ φράζει κρεμάσαντι καθεύδειν,

    εἶτα δʼ Ὀρέστῃ χλαῖναν ὑφαίνειν, ἵνα μὴ ῥιγῶν ἀποδύῃ.

    ἰκτῖνος δʼ αὖ μετὰ ταῦτα φανεὶς ἑτέραν ὥραν ἀποφαίνει,

    ἡνίκα πεκτεῖν ὥρα προβάτων πόκον ἠρινόν· εἶτα χελιδών,

    ὅτε χρὴ χλαῖναν πωλεῖν ἤδη καὶ ληδάριόν τι πρίασθαι.

    ἐσμὲν δʼ ὑμῖν Ἄμμων Δελφοὶ Δωδώνη Φοῖβος Ἀπόλλων.

    ἐλθόντες γὰρ πρῶτον ἐπʼ ὄρνις οὕτω πρὸς ἅπαντα τρέπεσθε,

    πρός τʼ ἐμπορίαν, καὶ πρὸς βιότου κτῆσιν, καὶ πρὸς γάμον ἀνδρός.

    ὄρνιν τε νομίζετε πάνθʼ ὅσαπερ περὶ μαντείας διακρίνει·

    φήμη γʼ ὑμῖν ὄρνις ἐστί, πταρμόν τʼ ὄρνιθα καλεῖτε,

    ξύμβολον ὄρνιν, φωνὴν ὄρνιν, θεράποντʼ ὄρνιν, ὄνον ὄρνιν.

    ἆρʼ οὐ φανερῶς ἡμεῖς ὑμῖν ἐσμὲν μαντεῖος Ἀπόλλων;

    Χορός: ἢν οὖν ἡμᾶς νομίσητε θεούς,

    ἕξετε χρῆσθαι μάντεσι Μούσαις

    αὔραις ὥραις χειμῶνι θέρει

    μετρίῳ πνίγει· κοὐκ ἀποδράντες

    καθεδούμεθʼ ἄνω σεμνυνόμενοι

    παρὰ ταῖς νεφέλαις ὥσπερ χὠ Ζεύς·

    ἀλλὰ παρόντες δώσομεν ὑμῖν

    αὐτοῖς, παισίν, παίδων παισίν,

    πλουθυγιείαν

    εὐδαιμονίαν βίον εἰρήνην

    νεότητα γέλωτα χοροὺς θαλίας

    γάλα τʼ ὀρνίθων. ὥστε παρέσται

    κοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν·

    οὕτω πλουτήσετε πάντες.

    Χορός: Μοῦσα λοχμαία,

    τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιοτίγξ,

    ποικίλη, μεθʼ ἧς ἐγὼ

    νάπαισι καὶ κορυφαῖς ἐν ὀρείαις,

    τιὸ τιὸ τιὸ τιοτίγξ,

    ἱζόμενος μελίας ἐπὶ φυλλοκόμου,

    τιὸ τιὸ τιὸ τιοτίγξ,

    διʼ ἐμῆς γένυος ξουθῆς μελέων

    Πανὶ νόμους ἱεροὺς ἀναφαίνω

    σεμνά τε μητρὶ χορεύματʼ ὀρείᾳ,

    τοτοτοτοτοτοτοτοτοτίγξ,

    ἔνθεν ὡστερεὶ μέλιττα

    Φρύνιχος ἀμβροσίων μελέων ἀπεβόσκετο καρπὸν ἀεὶ

    φέρων γλυκεῖαν ᾠδάν.

    τιὸ τιὸ τιὸ τιοτίγξ.

    Χορός: εἰ μετʼ ὀρνίθων τις ὑμῶν ὦ θεαταὶ βούλεται

    διαπλέκειν ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἴτω.

    ὅσα γάρ ἐστιν ἐνθάδʼ αἰσχρὰ τῷ νόμῳ κρατούμενα,

    ταῦτα πάντʼ ἐστὶν παρʼ ἡμῖν τοῖσιν ὄρνισιν καλά.

    εἰ γὰρ ἐνθάδʼ ἐστὶν αἰσχρὸν τὸν πατέρα τύπτειν νόμῳ,

    τοῦτʼ ἐκεῖ καλὸν παρʼ ἡμῖν ἐστιν, ἤν τις τῷ πατρὶ

    προσδραμὼν εἴπῃ πατάξας, αἶρε πλῆκτρον, εἰ μαχεῖ.

    εἰ δὲ τυγχάνει τις ὑμῶν δραπέτης ἐστιγμένος,

    ἀτταγᾶς οὗτος παρʼ ἡμῖν ποικίλος κεκλήσεται.

    εἰ δὲ τυγχάνει τις ὢν Φρὺξ μηδὲν ἦττον Σπινθάρου,

    φρυγίλος ὄρνις ἐνθάδʼ ἔσται, τοῦ Φιλήμονος γένους.

    εἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ ὥσπερ Ἐξηκεστίδης,

    φυσάτω πάππους παρʼ ἡμῖν, καὶ φανοῦνται φράτερες.

    εἰ δʼ ὁ Πεισίου προδοῦναι τοῖς ἀτίμοις τὰς πύλας

    βούλεται, πέρδιξ γενέσθω, τοῦ πατρὸς νεοττίον·

    ὡς παρʼ ἡμῖν οὐδὲν αἰσχρόν ἐστιν ἐκπερδικίσαι.

    Χορός: τοιάδε κύκνοι,

    τιὸ τιὸ τιὰ τιὸ τιὸ τιοτίγξ,

    συμμιγῆ βοὴν ὁμοῦ

    πτεροῖς κρέκοντες ἴακχον Ἀπόλλω,

    τιὸ τιὸ τιὸ τιοτίγξ,

    ὄχθῳ ἐφεζόμενοι παρʼ Ἕβρον ποταμόν,

    τιὸ τιὸ τιὸ τιοτίγξ,

    διὰ δʼ αἰθέριον νέφος ἦλθε βοά·

    πτῆξε δὲ φῦλά τε ποικίλα θηρῶν,

    κύματά τʼ ἔσβεσε νήνεμος αἴθρη,

    τοτοτοτοτοτοτοτοτοτίγξ·

    πᾶς δʼ ἐπεκτύπησʼ Ὄλυμπος·

    εἷλε δὲ θάμβος ἄνακτας· Ὀλυμπιάδες δὲ μέλος Χάριτες

    Μοῦσαί τʼ ἐπωλόλυξαν.

    τιὸ τιὸ τιὸ τιοτίγξ.

    Χορός: οὐδέν ἐστʼ ἄμεινον οὐδʼ ἥδιον ἢ φῦσαι πτερά.

    αὐτίχʼ ὑμῶν τῶν θεατῶν εἴ τις ἧν ὑπόπτερος,

    εἶτα πεινῶν τοῖς χοροῖσι τῶν τραγῳδῶν ἤχθετο,

    ἐκπτόμενος ἂν οὗτος ἠρίστησεν ἐλθὼν οἴκαδε,

    κᾆτʼ ἂν ἐμπλησθεὶς ἐφʼ ἡμᾶς αὖθις αὖ κατέπτετο.

    εἴ τε Πατροκλείδης τις ὑμῶν τυγχάνει χεζητιῶν,

    οὐκ ἂν ἐξίδισεν ἐς θοἰμάτιον, ἀλλʼ ἀνέπτετο,

    κἀποπαρδὼν κἀναπνεύσας αὖθις αὖ κατέπτετο·

    εἴ τε μοιχεύων τις ὑμῶν ἐστιν ὅστις τυγχάνει,

    κᾆθʼ ὁρᾷ τὸν ἄνδρα τῆς γυναικὸς ἐν βουλευτικῷ,

    οὗτος ἂν πάλιν παρʼ ὑμῶν πτερυγίσας ἀνέπτετο,

    εἶτα βινήσας ἐκεῖθεν αὖθις αὖ κατέπτετο.

    ἆρʼ ὑπόπτερον γενέσθαι παντός ἐστιν ἄξιον;

    ὡς Διειτρέφης γε πυτιναῖα μόνον ἔχων πτερὰ

    ᾑρέθη φύλαρχος, εἶθʼ ἵππαρχος, εἶτʼ ἐξ οὐδενὸς

    μεγάλα πράττει κἀστὶ νυνὶ ξουθὸς ἱππαλεκτρυών.

    Πισθέταιρος: ταυτὶ τοιαυτί· μὰ Δίʼ ἐγὼ μὲν πρᾶγμά πω

    γελοιότερον οὐκ εἶδον οὐδεπώποτε.

    Ἐυελπίδης: ἐπὶ τῷ γελᾷς;

    Πισθέταιρος: ἐπὶ τοῖσι σοῖς ὠκυπτέροις.

    οἶσθʼ ᾧ μάλιστʼ ἔοικας ἐπτερωμένος;

    εἰς εὐτέλειαν χηνὶ συγγεγραμμένῳ.

    Ἐυελπίδης: σὺ δὲ κοψίχῳ γε σκάφιον ἀποτετιλμένῳ.

    Πισθέταιρος: ταυτὶ μὲν ᾐκάσμεσθα κατὰ τὸν Αἰσχύλον·

    τάδʼ οὐχ ὑπʼ ἄλλων ἀλλὰ τοῖς αὑτῶν πτεροῖς.

    Ἔποψ: ἄγε δὴ τί χρὴ δρᾶν;

    Πισθέταιρος: πρῶτον ὄνομα τῇ πόλει

    θέσθαι τι μέγα καὶ κλεινόν, εἶτα τοῖς θεοῖς

    θῦσαι μετὰ τοῦτο.

    Ἐυελπίδης: ταῦτα κἀμοὶ συνδοκεῖ.

    Ἔποψ: φέρʼ ἴδω, τί δʼ ἡμῖν τοὔνομʼ ἔσται τῇ πόλει;

    Ἐυελπίδης: βούλεσθε τὸ μέγα τοῦτο τοὐκ Λακεδαίμονος

    Σπάρτην ὄνομα καλῶμεν αὐτήν;

    Πισθέταιρος: Ἡράκλεις·

    Σπάρτην γὰρ ἂν θείμην ἐγὼ τἠμῇ πόλει;

    οὐδʼ ἂν χαμεύνῃ πάνυ γε κειρίαν γʼ ἔχων.

    Ἐυελπίδης: τί δῆτʼ ὄνομʼ αὐτῇ θησόμεσθʼ;

    Ἔποψ: ἐντευθενὶ

    ἐκ τῶν νεφελῶν καὶ τῶν μετεώρων χωρίων

    χαῦνόν τι πάνυ.

    Πισθέταιρος: βούλει Νεφελοκοκκυγίαν;

    Ἔποψ: ἰοὺ ἰού·

    καλόν γʼ ἀτεχνῶς σὺ καὶ μέγʼ ηὗρες τοὔνομα.

    Ἐυελπίδης: ἆρʼ ἐστὶν αὑτηγὶ Νεφελοκοκκυγία,

    ἵνα καὶ τὰ Θεογένους τὰ πολλὰ χρήματα

    τά τʼ Αἰσχίνου γʼ ἅπαντα;

    Πισθέταιρος: καὶ λῷστον μὲν οὖν

    τὸ Φλέγρας πεδίον, ἵνʼ οἱ θεοὶ τοὺς γηγενεῖς

    ἀλαζονευόμενοι καθυπερηκόντισαν.

    Ἔποψ: λιπαρὸν τὸ χρῆμα τῆς πόλεως. τίς δαὶ θεὸς

    πολιοῦχος ἔσται; τῷ ξανοῦμεν τὸν πέπλον;

    Ἐυελπίδης: τί δʼ οὐκ Ἀθηναίαν ἐῶμεν Πολιάδα;

    Πισθέταιρος: καὶ πῶς ἂν ἔτι γένοιτʼ ἂν εὔτακτος πόλις,

    ὅπου θεὸς γυνὴ γεγονυῖα πανοπλίαν

    ἕστηκʼ ἔχουσα, Κλεισθένης δὲ κερκίδα;

    Ἐυελπίδης: τίς δαὶ καθέξει τῆς πόλεως τὸ Πελαργικόν;

    Ἔποψ: ὄρνις ἀφʼ ἡμῶν τοῦ γένους τοῦ Περσικοῦ,

    ὅσπερ λέγεται δεινότατος εἶναι πανταχοῦ

    Ἄρεως νεοττός.

    Ἐυελπίδης: ὦ νεοττὲ δέσποτα·

    ὡς δʼ ὁ θεὸς ἐπιτήδειος οἰκεῖν ἐπὶ πετρῶν.

    Πισθέταιρος: ἄγε νυν σὺ μὲν βάδιζε πρὸς τὸν ἀέρα

    καὶ τοῖσι τειχίζουσι παραδιακόνει,

    χάλικας παραφόρει, πηλὸν ἀποδὺς ὄργασον,

    λεκάνην ἀνένεγκε, κατάπεσʼ ἀπὸ τῆς κλίμακος,

    φύλακας κατάστησαι, τὸ πῦρ ἔγκρυπτʼ ἀεί,

    κωδωνοφορῶν περίτρεχε καὶ κάθευδʼ ἐκεῖ·

    κήρυκα δὲ πέμψον τὸν μὲν ἐς θεοὺς ἄνω,

    ἕτερον δʼ ἄνωθεν ἆυ παρʼ ἀνθρώπους κάτω,

    κἀκεῖθεν αὖθις παρʼ ἐμέ.

    Ἐυελπίδης: σὺ δέ γʼ αὐτοῦ μένων

    οἴμωζε παρʼ ἔμʼ.

    Πισθέταιρος: ἴθʼ ὦγάθʼ οἷ πέμπω σʼ ἐγώ.

    οὐδὲν γὰρ ἄνευ σοῦ τῶνδʼ ἃ λέγω πεπράξεται.

    ἐγὼ δʼ ἵνα θύσω τοῖσι καινοῖσιν θεοῖς,

    τὸν ἱερέα πέμψοντα τὴν πομπὴν καλῶ.

    παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα.

    Ἱερεύς: ὁμορροθῶ, συνθέλω,

    συμπαραινέσας ἔχω

    προσόδια μεγάλα σεμνὰ προσιέναι θεοῖσιν,

    ἅμα δὲ προσέτι χάριτος ἕνεκα προβάτιόν τι θύειν.

    ἴτω ἴτω δὲ Πυθιὰς βοὰ θεῷ,

    συνᾳδέτω δὲ Χαῖρις ᾠδάν.

    Πισθέταιρος: παῦσαι σὺ φυσῶν. Ἡράκλεις τουτὶ τί ἦν;

    τουτὶ μὰ Δίʼ ἐγὼ πολλὰ δὴ καὶ δείνʼ ἰδὼν

    οὔπω κόρακʼ εἶδον ἐμπεφορβειωμένον.

    ἱερεῦ σὸν ἔργον, θῦε τοῖς καινοῖς θεοῖς.

    Ἱερεύς: δράσω τάδʼ. ἀλλὰ ποῦ ʼστιν ὁ τὸ κανοῦν ἔχων;

    εὔχεσθε τῇ Ἑστίᾳ τῇ ὀρνιθείῳ καὶ τῷ ἰκτίνῳ τῷ ἑστιούχῳ καὶ ὄρνισιν Ὀλυμπίοις καὶ Ὀλυμπίῃσι πᾶσι καὶ πάσῃσιν —

    Πισθέταιρος: ὦ Σουνιέρακε χαῖρʼ ἄναξ Πελαργικέ.

    Ἱερεύς: καὶ κύκνῳ Πυθίῳ καὶ Δηλίῳ καὶ Λητοῖ Ὀρτυγομήτρᾳ καὶ Ἀρτέμιδι Ἀκαλανθίδι —

    Πισθέταιρος: οὐκέτι Κολαινὶς ἀλλʼ Ἀκαλανθὶς Ἄρτεμις.

    Ἱερεύς: καὶ φρυγίλῳ Σαβαζίῳ καὶ στρούθῳ μεγάλῃ μητρὶ θεῶν καὶ ἀνθρώπων —

    Πισθέταιρος: δέσποινα Κυβέλη, στροῦθε, μῆτερ Κλεοκρίτου.

    Ἱερεύς: διδόναι Νεφελοκοκκυγιεῦσιν ὑγιείαν καὶ σωτηρίαν αὐτοῖσι καὶ Χίοισι —

    Πισθέταιρος: Χίοισιν ἥσθην πανταχοῦ προσκειμένοις.

    Ἱερεύς: καὶ ἥρωσιν ὄρνισι καὶ ἡρώων παισί, πορφυρίωνι καὶ

    πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι

    καὶ ἐλεᾷ καὶ βασκᾷ καὶ ἐλασᾷ καὶ ἐρωδιῷ καὶ καταρράκτῃ

    καὶ μελαγκορύφῳ καὶ αἰγιθάλλῳ —

    Πισθέταιρος: παῦʼ ἐς κόρακας, παῦσαι καλῶν. ἰοὺ ἰού,

    ἐπὶ ποῖον ὦ κακόδαιμον ἱερεῖον καλεῖς

    ἁλιαιέτους καὶ γῦπας; οὐχ ὁρᾷς ὅτι

    ἰκτῖνος εἷς ἂν τοῦτό γʼ οἴχοιθʼ ἁρπάσας;

    ἄπελθʼ ἀφʼ ἡμῶν καὶ σὺ καὶ τὰ στέμματα·

    ἐγὼ γὰρ αὐτὸς τουτογὶ θύσω μόνος.

    Ἱερεύς: εἶτʼ αὖθις αὖ τἄρα σοι

    δεῖ με δεύτερον μέλος

    χέρνιβι θεοσεβὲς ὅσιον ἐπιβοᾶν, καλεῖν δὲ

    μάκαρας, ἕνα τινὰ μόνον, εἴπερ ἱκανὸν ἕξετʼ ὄψον.

    τὰ γὰρ παρόντα θύματʼ οὐδὲν ἄλλο πλὴν

    γένειόν ἐστι καὶ κέρατα.

    Πισθέταιρος: θύοντες εὐξώμεσθα τοῖς πτερίνοις θεοῖς.

    Ποιητής: Νεφελοκοκκυγίαν τὰν εὐδαίμονα

    κλῇσον ὦ Μοῦσα τεαῖς ἐν ὓμνων ἀοιδαῖς.

    Πισθέταιρος: τουτὶ τὸ πρᾶγμα ποδαπόν; εἰπέ μοι τίς εἶ;

    Ποιητής: ἐγὼ μελιγλώσσων ἐπέων ἱεὶς ἀοιδὰν

    Μουσάων θεράπων ὀτρηρός,

    κατὰ τὸν Ὅμηρον.

    Πισθέταιρος: ἔπειτα δῆτα δοῦλος ὢν κόμην ἔχεις;

    Ποιητής: οὔκ, ἀλλὰ πάντες ἐσμὲν οἱ διδάσκαλοι

    Μουσάων θεράποντες ὀτρηροί,

    κατὰ τὸν Ὅμηρον.

    Πισθέταιρος: οὐκ ἐτὸς ὀτρηρὸν καὶ τὸ ληδάριον ἔχεις.

    ἀτὰρ ὦ ποιητὰ κατὰ τί δεῦρʼ ἀνεφθάρης;

    Ποιητής: μέλη πεποίηκʼ ἐς τὰς Νεφελοκοκκυγίας

    τὰς ὑμετέρας κύκλιά τε πολλὰ καὶ καλὰ

    καὶ παρθένεια καὶ κατὰ τὰ Σιμωνίδου.

    Πισθέταιρος: ταυτὶ σὺ πότʼ ἐποίησας; ἀπὸ ποίου χρόνου;

    Ποιητής: πάλαι πάλαι δὴ τήνδʼ ἐγὼ κλῄζω πόλιν.

    Πισθέταιρος: οὐκ ἄρτι θύω τὴν δεκάτην ταύτης ἐγώ,

    καὶ τοὔνομʼ ὥσπερ παιδίῳ νῦν δὴ ʼθέμην;

    Ποιητής: ἀλλά τις ὠκεῖα Μουσάων φάτις

    οἷάπερ ἵππων ἀμαρυγά.

    σὺ δὲ πάτερ κτίστορ Αἴτνας,

    ζαθέων ἱερῶν ὁμώνυμε,

    δὸς ἐμὶν ὅ τι περ

    τεᾷ κεφαλᾷ θέλῃς

    πρόφρων δόμεν ἐμὶν τείν.

    Πισθέταιρος: τουτὶ παρέξει τὸ κακὸν ἡμῖν πράγματα,

    εἰ μή τι τούτῳ δόντες ἀποφευξούμεθα.

    οὗτος, σὺ μέντοι σπολάδα καὶ χιτῶνʼ ἔχεις,

    ἀπόδυθι καὶ δὸς τῷ ποιητῇ τῷ σοφῷ.

    ἔχε τὴν σπολάδα· πάντως δέ μοι ῥιγῶν δοκεῖς.

    Ποιητής: τόδε μὲν οὐκ ἀέκουσα φίλα

    Μοῦσα δῶρον δέχεται·

    τὺ δὲ τεᾷ φρενὶ μάθε Πινδάρειον ἔπος —

    Πισθέταιρος: ἅνθρωπος ἡμῶν οὐκ ἀπαλλαχθήσεται.

    Ποιητής: νομάδεσσι γὰρ ἐν Σκύθαις

    ἀλᾶται Στράτων,

    ὃς ὑφαντοδόνατον ἔσθος οὐ πέπαται·

    ἀκλεὴς δʼ ἔβα σπολὰς ἄνευ χιτῶνος.

    ξύνες ὅ τοι λέγω.

    Πισθέταιρος: ξυνῆχʼ ὅτι βούλει τὸν χιτωνίσκον λαβεῖν.

    ἀπόδυθι· δεῖ γὰρ τὸν ποιητὴν ὠφελεῖν.

    ἄπελθε τουτονὶ λαβών.

    Ποιητής: ἀπέρχομαι,

    κἀς τὴν πόλιν γʼ ἐλθὼν ποιήσω τοιαδί·

    κλῇσον ὦ χρυσόθρονε τὰν τρομερὰν κρυεράν·

    νιφόβολα πεδία πολύπορά τʼ ἤλυθον ἀλαλάν.

    Πισθέταιρος: νὴ τὸν Δίʼ ἀλλʼ ἤδη πέφευγας ταυταγὶ

    τὰ κρυερὰ τονδὶ τὸν χιτωνίσκον λαβών.

    τουτὶ μὰ Δίʼ ἐγὼ τὸ κακὸν οὐδέποτʼ ἤλπισα,

    οὕτω ταχέως τοῦτον πεπύσθαι τὴν πόλιν.

    αὖθις σὺ περιχώρει λαβὼν τὴν χέρνιβα.

    εὐφημία ʼστω.

    Χρησμολόγος: μὴ κατάρξῃ τοῦ τράγου.

    Πισθέταιρος: σὺ δʼ εἶ τίς;

    Χρησμολόγος: ὅστις; χρησμολόγος.

    Πισθέταιρος: οἴμωζέ νυν.

    Χρησμολόγος: ὦ δαιμόνιε τὰ θεῖα μὴ φαύλως φέρε·

    ὡς ἔστι Βάκιδος χρησμὸς ἄντικρυς λέγων

    ἐς τὰς Νεφελοκοκκυγίας.

    Πισθέταιρος: κὔπειτα πῶς

    ταῦτʼ οὐκ ἐχρησμολόγεις σὺ πρὶν ἐμὲ τὴν πόλιν

    τήνδʼ οἰκίσαι;

    Χρησμολόγος: τὸ θεῖον ἐνεπόδιζέ με.

    Πισθέταιρος: ἀλλʼ οὐδὲν οἷόν ἐστʼ ἀκοῦσαι τῶν ἐπῶν.

    Χρησμολόγος: ἀλλʼ ὅταν οἰκήσωσι λύκοι πολιαί τε κορῶναι

    ἐν ταὐτῷ τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος, —

    Πισθέταιρος: τί οὖν προσήκει δῆτʼ ἐμοὶ Κορινθίων;

    Χρησμολόγος: ᾐνίξαθʼ ὁ Βάκις τοῦτο πρὸς τὸν ἀέρα.

    πρῶτον Πανδώρᾳ θῦσαι λευκότριχα κριόν·

    ὃς δέ κʼ ἐμῶν ἐπέων ἔλθῃ πρώτιστα προφήτης,

    τῷ δόμεν ἱμάτιον καθαρὸν καὶ καινὰ πέδιλα —

    Πισθέταιρος: ἔνεστι καὶ τὰ πέδιλα;

    Χρησμολόγος: λαβὲ τὸ βιβλίον.

    καὶ φιάλην δοῦναι, καὶ σπλάγχνων χεῖρʼ ἐπιπλῆσαι.

    Πισθέταιρος: καὶ σπλάγχνα διδόνʼ ἔνεστι;

    Χρησμολόγος: λαβὲ τὸ βιβλίον.

    κἂν μὲν θέσπιε κοῦρε ποιῇς ταῦθʼ ὡς ἐπιτέλλω,

    αἰετὸς ἐν νεφέλῃσι γενήσεαι· αιʼ δέ κε μὴ δῷς,

    οὐκ ἔσει οὐ τρυγὼν οὐδʼ αἰετὸς οὐ δρυκολάπτης.

    Πισθέταιρος: καὶ ταῦτʼ ἔνεστʼ ἐνταῦθα;

    Χρησμολόγος: λαβὲ τὸ βιβλίον.

    Πισθέταιρος: οὐδὲν ἄρʼ ὅμοιός ἐσθʼ ὁ χρησμὸς τουτῳί,

    ὃν ἐγὼ παρὰ τἀπόλλωνος ἐξεγραψάμην·

    αὐτὰρ ἐπὴν ἄκλητος ἰὼν ἄνθρωπος ἀλαζὼν

    λυπῇ θύοντας καὶ σπλαγχνεύειν ἐπιθυμῇ,

    δὴ τότε χρὴ τύπτειν αὐτὸν πλευρῶν τὸ μεταξὺ —

    Χρησμολόγος: οὐδὲν λέγειν οἶμαί σε.

    Πισθέταιρος: λαβὲ τὸ βιβλίον.

    καὶ φείδου μηδὲν μηδʼ αἰετοῦ ἐν νεφέλῃσιν,

    μήτʼ ἢν Λάμπων ᾖ μήτʼ ἢν ὁ μέγας Διοπείθης.

    Χρησμολόγος: καὶ ταῦτʼ ἔνεστʼ ἐνταῦθα;

    Πισθέταιρος: λαβὲ τὸ βιβλίον.

    οὐκ εἶ θύραζʼ; ἐς κόρακας.

    Χρησμολόγος: οἴμοι δείλαιος.

    Πισθέταιρος: οὔκουν ἑτέρωσε χρησμολογήσεις ἐκτρέχων;

    Μέτων: ἥκω παρʼ ὑμᾶς —

    Πισθέταιρος: ἕτερον αὖ τουτὶ κακόν.

    τί δʼ αὖ σὺ δράσων; τίς δʼ ἰδέα βουλεύματος;

    τίς ἡ ʼπίνοια, τίς ὁ κόθορνος τῆς ὁδοῦ;

    Μέτων: γεωμετρῆσαι βούλομαι τὸν ἀέρα

    ὑμῖν διελεῖν τε κατὰ γύας.

    Πισθέταιρος: πρὸς τῶν θεῶν

    σὺ δʼ εἶ τίς ἀνδρῶν;

    Μέτων: ὅστις εἴμʼ ἐγώ; Μέτων,

    ὃν οἶδεν Ἑλλὰς χὠ Κολωνός.

    Πισθέταιρος: εἰπέ μοι,

    ταυτὶ δέ σοι τί ἔστι;

    Μέτων: κανόνες ἀέρος.

    αὐτίκα γὰρ ἀήρ ἐστι τὴν ἰδέαν ὅλος

    κατὰ πνιγέα μάλιστα. προσθεὶς οὖν ἐγὼ

    τὸν κανόνʼ, ἄνωθεν τουτονὶ τὸν καμπύλον

    ἐνθεὶς διαβήτην — μανθάνεις;

    Πισθέταιρος: οὐ μανθάνω.

    Μέτων: ὀρθῷ μετρήσω κανόνι προστιθείς, ἵνα

    ὁ κύκλος γένηται σοι τετράγωνος κἀν μέσῳ

    ἀγορά, φέρουσαι δʼ ὦσιν εἰς αὐτὴν ὁδοὶ

    ὀρθαὶ πρὸς αὐτὸ τὸ μέσον, ὥσπερ δʼ ἀστέρος

    αὐτοῦ κυκλοτεροῦς ὄντος ὀρθαὶ πανταχῇ

    ἀκτῖνες ἀπολάμπωσιν.

    Πισθέταιρος: ἅνθρωπος Θαλῆς.

    Μέτων —

    Μέτων: τί ἔστιν;

    Πισθέταιρος: οἶσθʼ ὁτιὴ φιλῶ σʼ ἐγώ,

    κἀμοὶ πιθόμενος ὑπαποκίνει τῆς ὁδοῦ.

    Μέτων: τί δʼ ἐστὶ δεινόν;

    Πισθέταιρος: ὥσπερ ἐν Λακεδαίμονι

    ξενηλατοῦνται καὶ κεκίνηνταί τινες·

    πληγαὶ συχναὶ κατʼ ἄστυ.

    Μέτων: μῶν στασιάζετε;

    Πισθέταιρος: μὰ τὸν Δίʼ οὐ δῆτʼ.

    Μέτων: ἀλλὰ πῶς;

    Πισθέταιρος: ὁμοθυμαδὸν

    σποδεῖν ἅπαντας τοὺς ἀλαζόνας δοκεῖ.

    Μέτων: ὑπάγοιμί τἄρʼ ἄν.

    Πισθέταιρος: νὴ Δίʼ ὡς οὐκ οἶδʼ ἂν εἰ

    φθαίης ἄν· ἐπίκεινται γὰρ ἐγγὺς αὑταιί.

    Μέτων: οἴμοι κακοδαίμων.

    Πισθέταιρος: οὐκ ἔλεγον ἐγὼ πάλαι;

    οὐκ ἀναμετρήσεις σαυτὸν ἀπιὼν ἀλλαχῇ;

    Ἐπίσκοπος: ποῦ πρόξενοι;

    Πισθέταιρος: τίς ὁ Σαρδανάπαλλος οὑτοσί;

    Ἐπίσκοπος: ἐπίσκοπος ἥκω δεῦρο τῷ κυάμῳ λαχὼν

    ἐς τὰς Νεφελοκοκκυγίας.

    Πισθέταιρος: ἐπίσκοπος;

    ἔπεμψε δὲ τίς σε δεῦρο;

    Ἐπίσκοπος: φαῦλον βιβλίον

    Τελέου.

    Πισθέταιρος: τί; βούλει δῆτα τὸν μισθὸν λαβὼν

    μὴ πράγματʼ ἔχειν ἀλλʼ ἀπιέναι;

    Ἐπίσκοπος: νὴ τοὺς θεούς.

    ἐκκλησιάσαι δʼ οὖν ἐδεόμην οἴκοι μένων.

    ἔστιν γὰρ ἃ διʼ ἐμοῦ πέπρακται Φαρνάκῃ.

    Πισθέταιρος: ἄπιθι λαβών· ἔστιν δʼ ὁ μισθὸς οὑτοσί.

    Ἐπίσκοπος: τουτὶ τί ἦν;

    Πισθέταιρος: ἐκκλησία περὶ Φαρνάκου.

    Ἐπίσκοπος: μαρτύρομαι τυπτόμενος ὢν ἐπίσκοπος.

    Πισθέταιρος: οὐκ ἀποσοβήσεις; οὐκ ἀποίσεις τὼ κάδω;

    οὐ δεινά; καὶ πέμπουσιν ἤδη ʼπισκόπους

    ἐς τὴν πόλιν, πρὶν καὶ τεθύσθαι τοῖς θεοῖς;

    Ψηφισματοπώλης: ἐὰν δʼ ὁ Νεφελοκοκκυγιεὺς τὸν Ἀθηναῖον ἀδικῇ —

    Πισθέταιρος: τουτὶ τί ἔστιν αὖ κακὸν τὸ βιβλίον;

    Ψηφισματοπώλης: ψηφισματοπώλης εἰμὶ καὶ νόμους νέους

    ἥκω παρʼ ὑμᾶς δεῦρο πωλήσων.

    Πισθέταιρος: τὸ τί;

    Ψηφισματοπώλης: χρῆσθαι Νεφελοκοκκυγιᾶς τοῖσδε τοῖς μέτροισι καὶ

    σταθμοῖσι καὶ ψηφίσμασι καθάπερ Ὀλοφύξιοι.

    Πισθέταιρος: σὺ δέ γʼ οἷσπερ ὡτοτύξιοι χρήσει τάχα.

    Ψηφισματοπώλης: οὗτος τί πάσχεις;

    Πισθέταιρος: οὐκ ἀποίσεις τοὺς νόμους;

    πικροὺς ἐγώ σοι τήμερον δείξω νόμους.

    Ἐπίσκοπος: καλοῦμαι Πισθέταιρον ὕβρεως ἐς τὸν Μουνιχιῶνα μῆνα.

    Πισθέταιρος: ἄληθες οὗτος; ἔτι γὰρ ἐνταῦθʼ ἦσθα σύ;

    Ψηφισματοπώλης: ἐὰν δέ τις ἐξελαύνῃ τοὺς ἄρχοντας καὶ μὴ δέχηται

    κατὰ τὴν στήλην —

    Πισθέταιρος: οἴμοι κακοδαίμων, καὶ σὺ γὰρ ἐνταῦθʼ ἦσθʼ ἔτι;

    Ἐπίσκοπος: ἀπολῶ σε καὶ γράφω σε μυρίας δραχμάς.

    Πισθέταιρος: ἐγὼ δὲ σοῦ γε τὼ κάδω διασκεδῶ.

    Ψηφισματοπώλης: μέμνησʼ ὅτε τῆς στήλης κατετίλας ἑσπέρας;

    Πισθέταιρος: αἰβοῖ· λαβέτω τις αὐτόν. οὗτος οὐ μενεῖς;

    ἀπίωμεν ἡμεῖς ὡς τάχιστʼ ἐντευθενὶ

    θύσοντες εἴσω τοῖς θεοῖσι τὸν τράγον.

    Χορός: ἤδη ʼμοὶ τῷ παντόπτᾳ

    καὶ παντάρχᾳ θνητοὶ πάντες

    θύσουσʼ εὐκταίαις εὐχαῖς.

    πᾶσαν μὲν γὰρ γᾶν ὀπτεύω,

    σῴζω δʼ εὐθαλεῖς καρποὺς

    κτείνων παμφύλων γένναν

    θηρῶν, ἂ πάντʼ ἐν γαίᾳ

    ἐκ κάλυκος αὐξανόμενον γένυσι παμφάγοις

    δένδρεσί τʼ ἐφημένα καρπὸν ἀποβόσκεται·

    κτείνω δʼ οἳ κήπους εὐώδεις

    φθείρουσιν λύμαις ἐχθίσταις,

    ἑρπετά τε καὶ δάκετα πάνθʼ ὅσαπερ

    ἔστιν ὑπʼ ἐμᾶς πτέρυγος ἐν φοναῖς ὄλλυται.

    Χορός: τῇδε μέντοι θἠμέρᾳ μάλιστʼ ἐπαναγορεύεται,

    ἢν ἀποκτείνῃ τις ὑμῶν Διαγόραν τὸν Μήλιον,

    λαμβάνειν τάλαντον, ἤν τε τῶν τυράννων τίς τινα

    τῶν τεθνηκότων ἀποκτείνῃ, τάλαντον λαμβάνειν.

    βουλόμεσθʼ οὖν νυν ἀνειπεῖν ταὐτὰ χἠμεῖς ἐνθάδε.

    ἢν ἀποκτείνῃ τις ὑμῶν Φιλοκράτη τὸν Στρούθιον,

    λήψεται τάλαντον, ἢν δὲ ζῶντά γʼ ἀγάγῃ, τέτταρα,

    ὅτι συνείρων τοὺς σπίνους πωλεῖ καθʼ ἑπτὰ τοὐβολοῦ,

    εἶτα φυσῶν τὰς κίχλας δείκνυσι καὶ λυμαίνεται,

    τοῖς τε κοψίχοισιν ἐς τὰς ῥῖνας ἐγχεῖ τὰ πτερά,

    τὰς περιστεράς θʼ ὁμοίως ξυλλαβὼν εἵρξας ἔχει,

    κἀπαναγκάζει παλεύειν δεδεμένας ἐν δικτύῳ.

    ταῦτα βουλόμεσθʼ ἀνειπεῖν· κεἴ τις ὄρνιθας τρέφει

    εἱργμένους ὑμῶν ἐν αὐλῇ, φράζομεν μεθιέναι.

    ἢν δὲ μὴ πίθησθε, συλληφθέντες ὑπὸ τῶν ὀρνέων

    αὖθις ὑμεῖς αὖ παρʼ ἡμῖν δεδεμένοι παλεύσετε.

    Χορός: εὔδαιμον φῦλον πτηνῶν

    οἰωνῶν, οἳ χειμῶνος μὲν

    χλαίνας οὐκ ἀμπισχνοῦνται·

    οὐδʼ αὖ θερμὴ πνίγους ἡμᾶς

    ἀκτὶς τηλαυγὴς θάλπει·

    ἀλλʼ ἀνθηρῶν λειμώνων

    φύλλων τʼ ἐν κόλποις ναίω,

    ἡνίκʼ ἂν ὁ θεσπέσιος ὀξὺ μέλος ἀχέτας

    θάλπεσι μεσημβρινοῖς ἡλιομανὴς βοᾷ.

    χειμάζω δʼ ἐν κοίλοις ἄντροις

    νύμφαοις οὐρείαις ξυμπαίζων·

    ἠρινά τε βοσκόμεθα παρθένια

    λευκότροφα μύρτα Χαρίτων τε κηπεύματα.

    Χορός: τοῖς κριταῖς εἰπεῖν τι βουλόμεσθα τῆς νίκης πέρι,

    ὅσʼ ἀγάθʼ, ἢν κρίνωσιν ἡμᾶς, πᾶσιν αὐτοῖς δώσομεν,

    ὥστε κρείττω δῶρα πολλῷ τῶν Ἀλεξάνδρου λαβεῖν.

    πρῶτα μὲν γὰρ οὗ μάλιστα πᾶς κριτὴς ἐφίεται,

    γλαῦκες ὑμᾶς οὔποτʼ ἐπιλείψουσι Λαυρειωτικαί·

    ἀλλʼ ἐνοικήσουσιν ἔνδον, ἔν τε τοῖς βαλλαντίοις

    ἐννεοττεύσουσι κἀκλέψουσι μικρὰ κέρματα.

    εἶτα πρὸς τούτοισιν ὥσπερ ἐν ἱεροῖς οἰκήσετε·

    τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς αἰετόν·

    κἂν λαχόντες ἀρχίδιον εἶθʼ ἁρπάσαι βούλησθέ τι,

    ὀξὺν ἱερακίσκον ἐς τὰς χεῖρας ὑμῖν δώσομεν.

    ἢν δέ που δειπνῆτε, πρηγορεῶνας ὑμῖν πέμψομεν.

    ἢν δὲ μὴ κρίνητε, χαλκεύεσθε μηνίσκους φορεῖν

    ὥσπερ ἀνδριάντες· ὡς ὑμῶν ὃς ἂν μὴ μῆνʼ ἔχῃ,

    ὅταν ἔχητε χλανίδα λευκήν, τότε μάλισθʼ οὕτω δίκην

    δώσεθʼ ἡμῖν, πᾶσι τοῖς ὄρνισι κατατιλώμενοι.

    Πισθέταιρος: τὰ μὲν ἱέρʼ ἡμῖν ἐστιν ὦρνιθες καλά·

    ἀλλʼ ὡς ἀπὸ τοῦ τείχους πάρεστιν ἄγγελος

    οὐδείς, ὅτου πευσόμεθα τἀκεῖ πράγματα.

    ἀλλʼ οὑτοσὶ τρέχει τις Ἀλφειὸν πνέων.

    Ἄγγελος Α: ποῦ ποῦ ʼστι, ποῦ ποῦ ποῦ ʼστι, ποῦ ποῦ ποῦ ʼστι ποῦ,

    ποῦ Πισθέταιρός ἐστιν ἅρχων;

    Πισθέταιρος: οὑτοσί.

    Ἄγγελος Α: ἐξῳκοδόμηταί σοι τὸ τεῖχος.

    Πισθέταιρος: εὖ λέγεις.

    Ἄγγελος Α: κάλλιστον ἔργον καὶ μεγαλοπρεπέστατον·

    ὥστʼ ἂν ἐπάνω μὲν Προξενίδης ὁ Κομπασεὺς

    καὶ Θεογένης ἐναντίω δύʼ ἅρματε,

    ἵππων ὑπόντων μέγεθος ὅσον ὁ δούριος,

    ὑπὸ τοῦ πλάτους ἂν παρελασαίτην.

    Πισθέταιρος: Ἡράκλεις.

    Ἄγγελος Α: τὸ δὲ μῆκός ἐστι, καὶ γὰρ ἐμέτρησʼ αὔτʼ ἐγώ,

    ἑκατοντορόγυιον.

    Πισθέταιρος: ὦ Πόσειδον τοῦ μάκρους.

    τίνες ᾠκοδόμησαν αὐτὸ τηλικουτονί;

    Ἄγγελος Α: ὄρνιθες, οὐδεὶς ἄλλος, οὐκ Αἰγύπτιος

    πλινθοφόρος, οὐ λιθουργός, οὐ τέκτων παρῆν,

    ἀλλʼ αὐτόχειρες, ὥστε θαυμάζειν ἐμέ.

    ἐκ μέν γε Λιβύης ἧκον ὡς τρισμύριαι

    γέρανοι θεμελίους καταπεπωκυῖαι λίθους.

    τούτους δʼ ἐτύκιζον αἱ κρέκες τοῖς ῥύγχεσιν.

    ἕτεροι δʼ ἐπλινθοφόρουν πελαργοὶ μύριοι·

    ὕδωρ δʼ ἐφόρουν κάτωθεν ἐς τὸν ἀέρα

    οἱ χαραδριοὶ καὶ τἄλλα ποτόμιʼ ὄρνεα.

    Πισθέταιρος: ἐπηλοφόρουν δʼ αὐτοῖσι τίνες;

    Ἄγγελος Α: ἐρωδιοὶ

    λεκάναισι.

    Πισθέταιρος: τὸν δὲ πηλὸν ἐνεβάλλοντο πῶς;

    Ἄγγελος Α: τοῦτʼ ὦγάθʼ ἐξηύρητο καὶ σοφώτατα·

    οἱ χῆνες ὑποτύπτοντες ὥσπερ ταῖς ἄμαις

    ἐς τὰς λεκάνας ἐνέβαλλον αὐτοῖς τοῖν ποδοῖν.

    Πισθέταιρος: τί δῆτα πόδες ἂν οὐκ ἂν ἐργασαίατο;

    Ἄγγελος Α: καὶ νὴ Δίʼ αἱ νῆτταί γε περιεζωσμέναι

    ἐπλινθοφόρουν· ἄνω δὲ τὸν ὑπαγωγέα

    ἐπέτοντʼ ἔχουσαι κατόπιν †ὥσπερ παιδία

    τὸν πηλὸν ἐν τοῖς στόμασιν† αἱ χελιδόνες.

    Πισθέταιρος: τί δῆτα μισθωτοὺς ἂν ἔτι μισθοῖτό τις;

    φέρʼ ἴδω, τί δαί; τὰ ξύλινα τοῦ τείχους τίνες

    ἀπηργάσαντʼ;

    Ἄγγελος Α: ὄρνιθες ἦσαν τέκτονες

    σοφώτατοι πελεκᾶντες, οἳ τοῖς ῥύγχεσιν

    ἀπεπελέκησαν τὰς πύλας· ἦν δʼ ὁ κτύπος

    αὐτῶν πελεκώντων ὥσπερ ἐν ναυπηγίῳ.

    καὶ νῦν ἅπαντʼ ἐκεῖνα πεπύλωται πύλαις

    καὶ βεβαλάνωται καὶ φυλάττεται κύκλῳ,

    ἐφοδεύεται, κωδωνοφορεῖται, πανταχῇ,

    φυλακαὶ καθεστήκασι καὶ φρυκτωρίαι

    ἐν τοῖσι πύργοις. ἀλλʼ ἐγὼ μὲν ἀποτρέχων

    ἀπονίψομαι· σὺ δʼ αὐτὸς ἤδη τἄλλα δρᾶ.

    Χορός: οὗτος τί ποιεῖς; ἆρα θαυμάζεις ὅτι

    οὕτω τὸ τεῖχος ἐκτετείχισται ταχύ;

    Πισθέταιρος: νὴ τοὺς θεοὺς ἔγωγε· καὶ γὰρ ἄξιον·

    ἴσα γὰρ ἀληθῶς φαίνεταί μοι ψεύδεσιν.

    ἀλλʼ ὅδε φύλαξ γὰρ τῶν ἐκεῖθεν ἄγγελος

    ἐσθεῖ πρὸς ἡμᾶς δεῦρο πυρρίχην βλέπων.

    Ἄγγελος Β: ἰοὺ ἰού, ἰοὺ ἰού, ἰοὺ ἰού.

    Πισθέταιρος: τί τὸ πρᾶγμα τουτί;

    Ἄγγελος Β.: δεινότατα πεπόνθαμεν.

    τῶν γὰρ θεῶν τις ἄρτι τῶν παρὰ τοῦ Διὸς

    διὰ τῶν πυλῶν εἰσέπτετʼ ἐς τὸν ἀέρα,

    λαθὼν κολοιοὺς φύλακας ἡμεροσκόπους.

    Πισθέταιρος: ὦ δεινὸν ἔργον καὶ σχέτλιον εἰργασμένος.

    τίς τῶν θεῶν;

    Ἄγγελος Β.: οὐκ ἴσμεν· ὅτι δʼ εἶχε πτερά,

    τοῦτʼ ἴσμεν.

    Πισθέταιρος: οὔκουν δῆτα περιπόλους ἐχρῆν

    πέμψαι κατʼ αὐτὸν εὐθύς;

    Ἄγγελος Β.: ἀλλʼ ἐπέμψαμεν

    τρισμυρίους ἱέρακας ἱπποτοξότας,

    χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος,

    κερχνῂς τριόρχης γὺψ κύμινδις αἰετός·

    ῥύμῃ τε καὶ πτεροῖσι καὶ ῥοιζήμασιν

    αἰθὴρ δονεῖται τοῦ θεοῦ ζητουμένου·

    κἄστʼ οὐ μακρὰν ἄπωθεν, ἀλλʼ ἐνταῦθά που

    ἤδη ʼστίν.

    Πισθέταιρος: οὔκουν σφενδόνας δεῖ λαμβάνειν

    καὶ τόξα; χώρει δεῦρο πᾶς ὑπηρέτης·

    τόξευε παῖε, σφενδόνην τίς μοι δότω.

    Χορός: πόλεμος αἴρεται, πόλεμος οὐ φατὸς

    πρὸς ἐμὲ καὶ θεούς. ἀλλὰ φύλαττε πᾶς

    ἀέρα περινέφελον, ὃν ἔρεβος ἐτέκετο,

    μή σε λάθῃ θεῶν τις ταύτῃ περῶν·

    Χορός: ἄθρει δὲ πᾶς κύκλῳ σκοπῶν,

    ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίου

    δίνης πτερωτὸς φθόγγος ἐξακούεται.

    Πισθέταιρος: αὕτη σύ, ποῖ ποῖ ποῖ πέτει; μένʼ ἥσυχος,

    ἔχʼ ἀτρέμας· αὐτοῦ στῆθʼ· ἐπίσχες τοῦ δρόμου.

    τίς εἶ; ποδαπή; λέγειν ἐχρῆν ὁπόθεν πότʼ εἶ.

    Ἶρις: παρὰ τῶν θεῶν ἔγωγε τῶν Ὀλυμπίων.

    Πισθέταιρος: ὄνομα δέ σο. τί ἐστι; πλοῖον ἢ κυνῆ;

    Ἶρις: Ἶρις ταχεῖα.

    Πισθέταιρος: Πάραλος ἢ Σαλαμινία;

    Ἶρις: τί δὲ τοῦτο;

    Πισθέταιρος: ταυτηνί τις οὐ συλλήψεται

    ἀναπτόμενος τρίορχος;

    Ἶρις: ἐμὲ συλλήψεται;

    τί ποτʼ ἐστὶ τουτὶ τὸ κακόν;

    Πισθέταιρος: οἰμώξει μακρά.

    Ἶρις: ἄτοπόν γε τουτὶ πρᾶγμα.

    Πισθέταιρος: κατὰ ποίας πύλας

    εἰσῆλθες ἐς τὸ τεῖχος ὦ μιαρωτάτη;

    Ἶρις: οὐκ οἶδα μὰ Δίʼ ἔγωγε κατὰ ποίας πύλας.

    Πισθέταιρος: ἤκουσας αὐτῆς οἷον εἰρωνεύεται;

    πρὸς τοὺς κολοιάρχας προσῆλθες; οὐ λέγεις;

    σφραγῖδʼ ἔχεις παρὰ τῶν πελαργῶν;

    Ἶρις: τί τὸ κακόν.

    Πισθέταιρος: οὐκ ἔλαβες;

    Ἶρις: ὑγιαίνεις μέν;

    Πισθέταιρος: οὐδὲ σύμβολον

    ἐπέβαλεν ὀρνίθαρχος οὐδείς σοι παρών;

    Ἶρις: μὰ Δίʼ οὐκ ἔμοιγʼ ἐπέβαλεν οὐδεὶς ὦ μέλε.

    Πισθέταιρος: κἄπειτα δῆθʼ οὕτω σιωπῇ διαπέτει

    διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους;

    Ἶρις: ποίᾳ γὰρ ἄλλῃ χρὴ πέτεσθαι τοὺς θεούς;

    Πισθέταιρος: οὐκ οἶδα μὰ Δίʼ ἔγωγε· τῇδε μὲν γὰρ οὔ.

    ἀδικεῖς δὲ καὶ νῦν. ἆρά γʼ οἶσθα τοῦθʼ ὅτι

    δικαιότατʼ ἂν ληφθεῖσα πασῶν Ἰρίδων

    ἀπέθανες, εἰ τῆς ἀξίας ἐτύγχανες;

    Ἶρις: ἀλλʼ ἀθάνατός εἰμʼ.

    Πισθέταιρος: ἀλλʼ ὅμως ἂν ἀπέθανες.

    δεινότατα γάρ τοι πεισόμεσθʼ, ἐμοὶ δοκεῖ,

    εἰ τῶν μὲν ἄλλων ἄρχομεν, ὑμεῖς δʼ οἱ θεοὶ

    ἀκολαστανεῖτε, κοὐδέπω γνώσεσθʼ ὅτι

    ἀκροατέον ὑμῖν ἐν μέρει τῶν κρειττόνων.

    φράσον δέ τοί μοι τὼ πτέρυγε ποῖ ναυστολεῖς;

    Ἶρις: ἐγώ; πρὸς ἀνθρώπους πέτομαι παρὰ τοῦ πατρὸς

    φράσουσα θύειν τοῖς Ὀλυμπίοις θεοῖς

    μηλοσφαγεῖν τε βουθύτοις ἐπʼ ἐσχάραις

    κνισᾶν τʼ ἀγυιάς.

    Πισθέταιρος: τί σὺ λέγεις; ποίοις θεοῖς;

    Ἶρις: ποίοισιν; ἡμῖν τοῖς ἐν οὐρανῷ θεοῖς.

    Πισθέταιρος: θεοὶ γὰρ ὑμεῖς;

    Ἶρις: τίς γάρ ἐστʼ ἄλλος θεός;

    Πισθέταιρος: ὄρνιθες ἀνθρώποισι νῦν εἰσιν θεοί,

    οἷς θυτέον αὐτούς, ἀλλὰ μὰ Δίʼ οὐ τῷ Διί.

    Ἶρις: ὦ μῶρε μῶρε μὴ θεῶν κίνει φρένας

    δεινάς, ὅπως μή σου γένος πανώλεθρον

    Διὸς μακέλλῃ πᾶν ἀναστρέψῃ Δίκη,

    λιγνὺς δὲ σῶμα καὶ δόμων περιπτυχὰς

    καταιθαλώσῃ σου Λικυμνίαις βολαῖς.

    Πισθέταιρος: ἄκουσον αὕτη· παῦε τῶν παφλασμάτων·

    ἔχʼ ἀτρέμα. φέρʼ ἴδω, πότερα Λυδὸν ἢ Φρύγα

    ταυτὶ λέγουσα μορμολύττεσθαι δοκεῖς;

    ἆρʼ οἶσθʼ ὅτι Ζεὺς εἴ με λυπήσει πέρα,

    μέλαθρα μὲν αὐτοῦ καὶ δόμους Ἀμφίονος

    καταιθαλώσω πυρφόροισιν αἰετοῖς;

    πέμψω δὲ πορφυρίωνας ἐς τὸν οὐρανὸν

    ὄρνις ἐπʼ αὐτὸν παρδαλᾶς ἐνημμένους

    πλεῖν ἑξακοσίους τὸν ἀριθμόν. καὶ δή ποτε

    εἷς Πορφυρίων αὐτῷ παρέσχε πράγματα.

    σὺ δʼ εἴ με λυπήσεις τι, τῆς διακόνου

    πρώτης ἀνατείνας τὼ σκέλει διαμηριῶ

    τὴν Ἶριν αὐτήν, ὥστε θαυμάζειν ὅπως

    οὕτω γέρων ὢν στύομαι τριέμβολον.

    Ἶρις: διαρραγείης ὦ μέλʼ αὐτοῖς ῥήμασιν.

    Πισθέταιρος: οὐκ ἀποσοβήσεις; οὐ ταχέως; εὐρὰξ πατάξ.

    Ἶρις: ἦ μήν σε παύσει τῆς ὕβρεως οὑμὸς πατήρ.

    Πισθέταιρος: οἴμοι τάλας. οὔκουν ἑτέρωσε πετομένη

    καταιθαλώσεις τῶν νεωτέρων τινά;

    Χορός: ἀποκεκλῄκαμεν διογενεῖς θεοὺς

    μηκέτι τὴν ἐμὴν διαπερᾶν πόλιν,

    μηδέ γέ τινʼ ἱερόθυτον ἀνὰ δάπεδον ἔτι

    τῇδε βροτῶν θεοῖσι πέμπειν καπνόν.

    Πισθέταιρος: δεινόν γε τὸν κήρυκα τὸν παρὰ τοὺς βροτοὺς

    οἰχόμενον, εἰ μηδέποτε νοστήσει πάλιν.

    Κῆρυξ: ὦ Πισθέταιρʼ ὦ μακάριʼ ὦ σοφώτατε,

    ὦ κλεινότατʼ ὦ σοφώτατʼ ὦ γλαφυρώτατε,

    ὦ τρισμακάριʼ ὦ κατακέλευσον.

    Πισθέταιρος: τί σὺ λέγεις;

    Κῆρυξ: στεφάνῳ σε χρυσῷ τῷδε σοφίας οὕνεκα

    στεφανοῦσι καὶ τιμῶσιν οἱ πάντες λεῴ.

    Πισθέταιρος: δέχομαι. τί δʼ οὕτως οἱ λεῲ τιμῶσί με;

    Κῆρυξ: ὦ κλεινοτάτην αἰθέριον οἰκίσας πόλιν,

    οὐκ οἷσθʼ ὅσην τιμὴν παρʼ ἀνθρώποις φέρει,

    ὅσους τʼ ἐραστὰς τῆσδε τῆς χώρας ἔχεις.

    πρὶν μὲν γὰρ οἰκίσαι σε τήνδε τὴν πόλιν,

    ἐλακωνομάνουν ἅπαντες ἄνθρωποι τότε,

    ἐκόμων ἐπείνων ἐρρύπων ἐσωκράτουν

    σκυτάλιʼ ἐφόρουν, νυνὶ δʼ ὑποστρέψαντες αὖ

    ὀρνιθομανοῦσι, πάντα δʼ ὑπὸ τῆς ἡδονῆς

    ποιοῦσιν ἅπερ ὄρνιθες ἐκμιμούμενοι·

    πρῶτον μὲν εὐθὺς πάντες ἐξ εὐνῆς ἅμα

    ἐπέτονθʼ ἕωθεν ὥσπερ ἡμεῖς ἐπὶ νομόν·

    κἄπειτʼ ἂν ἅμα κατῆραν ἐς τὰ βιβλία·

    εἶτʼ ἀπενέμοντʼ ἐνταῦθα τὰ ψηφίσματα.

    ὠρνιθομάνουν δʼ οὕτω περιφανῶς ὥστε καὶ

    πολλοῖσιν ὀρνίθων ὀνόματʼ ἦν κείμενα.

    πέρδιξ μὲν εἷς κάπηλος ὠνομάζετο

    χωλός, Μενίππῳ δʼ ἦν χελιδὼν τοὔνομα,

    Ὀπουντίῳ δʼ ὀφθαλμὸν οὐκ ἔχων κόραξ,

    κορυδὸς Φιλοκλέει, χηναλώπηξ Θεογένει,

    ἶβις Λυκούργῳ, Χαιρεφῶντι νυκτερίς,

    Συρακοσίῳ δὲ κίττα· Μειδίας δʼ ἐκεῖ

    ὄρτυξ ἐκαλεῖτο· καὶ γὰρ ᾔκειν ὄρτυγι

    ὑπὸ στυφοκόπου τὴν κεφαλὴν πεπληγμένῳ.

    ᾖδον δʼ ὑπὸ φιλορνιθίας πάντες μέλη,

    ὅπου χελιδὼν ἦν τις ἐμπεποιημένη

    ἢ πηνέλοψ ἢ χήν τις ἢ περιστερὰ

    ἢ πτέρυγες, ἢ πτεροῦ τι καὶ σμικρὸν προσῆν.

    τοιαῦτα μὲν τἀκεῖθεν. ἓν δέ σοι λέγω·

    ἥξουσʼ ἐκεῖθεν δεῦρο πλεῖν ἢ μύριοι

    πτερῶν δεόμενοι καὶ τρόπων γαμψωνύχων·

    ὥστε πτερῶν σοι τοῖς ἐποίκοις δεῖ ποθέν.

    Πισθέταιρος: οὐκ ἆρα μὰ Δίʼ ἡμῖν ἔτʼ ἔργον ἑστάναι.

    ἀλλʼ ὡς τάχιστα σὺ μὲν ἰὼν τὰς ἀρρίχους

    καὶ τοὺς κοφίνους ἅπαντας ἐμπίμπλη πτερῶν·

    Μανῆς δὲ φερέτω μοι θύραζε τὰ πτερά·

    ἐγὼ δʼ ἐκείνων τοὺς προσιόντας δέξομαι.

    Χορός: ταχὺ δὴ πολυάνορα τάνδε πόλιν

    καλεῖ τις ἀνθρώπων.

    Πισθέταιρος: τύχη μόνον προσείη.

    Χορός: κατέχουσι δʼ ἔρωτες ἐμᾶς πόλεως.

    Πισθέταιρος: θάττον φέρειν κελεύω.

    Χορός: τί γὰρ οὐκ ἔνι ταύτῃ

    καλὸν ἀνδρὶ μετοικεῖν;

    Σοφία Πόθος Ἀμβροσία Χάριτες

    τό τε τῆς ἀγανόφρονος Ἡσυχίας

    εὐήμερον πρόσωπον.

    Πισθέταιρος: ὡς βλακικῶς διακονεῖς·

    οὐ θᾶττον ἐγκονήσεις;

    Χορός: φερέτω κάλαθον ταχύ τις πτερύγων,

    σὺ δʼ αὖθις ἐξόρμα —

    Πισθέταιρος: τύπτων γε τοῦτον ὡδί.

    Χορός: πάνυ γὰρ βραδύς ἐστί τις ὥσπερ ὄνος.

    Πισθέταιρος: Μανῆς γάρ ἐστι δειλός.

    Χορός: σὺ δὲ τὰ πτερὰ πρῶτον

    διάθες τάδε κόσμῳ,

    τά τε μουσίχʼ ὁμοῦ τά τε μαντικὰ καὶ

    τὰ θαλάττιʼ. ἔπειτα δʼ ὅπως φρονίμως

    πρὸς ἄνδρʼ ὁρῶν πτερώσεις.

    Πισθέταιρος: οὔ τοι μὰ τὰς κερχνῇδας ἔτι σοῦ σχήσομαι,

    οὕτως ὁρῶν σε δειλὸν ὄντα καὶ βραδύν.

    Πατραλοίας: γενοίμαν αἰετὸς ὑψιπέτας,

    ὡς ἀμποταθείην ὑπὲρ ἀτρυγέτου

    γλαυκᾶς ἐπʼ οἶδμα λίμνας.

    Πισθέταιρος: ἔοικεν οὐ ψευδαγγελήσειν ἅγγελος.

    ᾄδων γὰρ ὅδε τις αἰετοὺς προσέρχεται.

    Πατραλοίας: αἰβοῖ·

    οὐκ ἔστιν οὐδὲν τοῦ πέτεσθαι γλυκύτερον·

    ὀρνιθομανῶ γὰρ καὶ πέτομαι καὶ βούλομαι

    οἰκεῖν μεθʼ ὑμῶν κἀπιθυμῶ τῶν νόμων.

    Πισθέταιρος: ποίων νόμων; πολλοὶ γὰρ ὀρνίθων νόμοι.

    Πατραλοίας: πάντων· μάλιστα δʼ ὅτι καλὸν νομίζεται

    τὸν πατέρα τοῖς ὄρνισιν ἄγχειν καὶ δάκνειν.

    Πισθέταιρος: καὶ νὴ Δίʼ ἀνδρεῖόν γε πάνυ νομιζομεν,

    ὃς ἂν πεπλήγῃ τὸν πατέρα νεοττὸς ὤν.

    Πατραλοίας: διὰ ταῦτα μέντοι δεῦρʼ ἀνοικισθεὶς ἐγὼ

    ἄγχειν ἐπιθυμῶ τὸν πατέρα καὶ πάντʼ ἔχειν.

    Πισθέταιρος: ἀλλʼ ἔστιν ἡμῖν τοῖσιν ὄρνισιν νόμος

    παλαιὸς ἐν ταῖς τῶν πελαργῶν κύρβεσιν·

    ἐπὴν ὁ πατὴρ ὁ πελαργὸς ἐκπετησίμους

    πάντας ποιήσῃ τοὺς πελαργιδέας τρέφων,

    δεῖ τοὺς νεοττοὺς τὸν πατέρα πάλιν τρέφειν.

    Πατραλοίας: ἀπέλαυσά τἄρα νὴ Δίʼ ἐλθὼν ἐνθαδί,

    εἴπερ γέ μοι καὶ τὸν πατέρα βοσκητέον.

    Πισθέταιρος: οὐδέν γʼ. ἐπειδήπερ γὰρ ἦλθες ὦ μέλε

    εὔνους, πτερώσω σʼ ὥσπερ ὄρνιν ὀρφανόν.

    σοὶ δʼ ὦ νεανίσκʼ οὐ κακῶς ὑποθήσομαι,

    ἀλλʼ οἷάπερ αὐτὸς ἔμαθον ὅτε παῖς ἦ. σὺ γὰρ

    τὸν μὲν πατέρα μὴ τύπτε· ταυτηνδὶ λαβὼν

    τὴν πτέρυγα καὶ τουτὶ τὸ πλῆκτρον θἀτέρᾳ,

    νομίσας ἀλεκτρυόνος ἔχειν τονδὶ λόφον,

    φρούρει στρατεύου μισθοφορῶν σαυτὸν τρέφε,

    τὸν πατέρ ἔα ζῆν· ἀλλʼ ἐπειδὴ μάχιμος εἶ,

    ἐς τἀπὶ Θρᾴκης ἀποπέτου κἀκεῖ μάχου.

    Πατραλοίας: νὴ τὸν Διόνυσον εὖ γέ μοι δοκεῖς λέγειν,

    καὶ πείσομαί σοι.

    Πισθέταιρος: νοῦν ἄρʼ ἔξεις νὴ Δία.

    Κινησίας: ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις·

    πέτομαι δʼ ὁδὸν ἄλλοτʼ ἐπʼ ἄλλαν μελέων —

    Πισθέταιρος: τουτὶ τὸ πρᾶγμα φορτίου δεῖται πτερῶν.

    Κινησίας: ἀφόβῳ φρενὶ σώματί τε νέαν ἐφέπων —

    Πισθέταιρος: ἀσπαζόμεσθα φιλύρινον Κινησίαν.

    τί δεῦρο πόδα σὺ κυλλὸν ἀνὰ κύκλον κυκλεῖς;

    Κινησίας: ὄρνις γενέσθαι βούλομαι λιγύφθογγος ἀηδών.

    Πισθέταιρος: παῦσαι μελῳδῶν, ἀλλʼ ὅ τι λέγεις εἰπέ μοι.

    Κινησίας: ὑπὸ σοῦ πτερωθεὶς βούλομαι μετάρσιος

    ἀναπτόμενος ἐκ τῶν νεφελῶν καινὰς λαβεῖν

    ἀεροδονήτους καὶ νιφοβόλους ἀναβολάς.

    Πισθέταιρος: ἐκ τῶν νεφελῶν γὰρ ἄν τις ἀναβολὰς λάβοι;

    Κινησίας: κρέμαται μὲν οὖν ἐντεῦθεν ἡμῶν ἡ τέχνη.

    τῶν διθυράμβων γὰρ τὰ λαμπρὰ γίγνεται

    ἀέρια καὶ σκότιά γε καὶ κυαναυγέα

    καὶ πτεροδόνητα· σὺ δὲ κλύων εἴσει τάχα.

    Πισθέταιρος: οὐ δῆτʼ ἔγωγε.

    Κινησίας: νὴ τὸν Ἡρακλέα σύ γε.

    ἅπαντα γὰρ δίειμί σοι τὸν ἀέρα.

    Κινησίας: εἴδωλα πετεινῶν

    αἰθεροδρόμων

    οἰωνῶν ταναοδείρων —

    Πισθέταιρος: ὠόπ.

    Κινησίας: τὸν ἁλάδρομον ἁλάμενος

    ἅμʼ ἀνεμων πνοαῖσι βαίην.

    Πισθέταιρος: νὴ τὸν Δίʼ ἦ ʼγώ σου καταπαύσω τὰς πνοάς.

    Κινησίας: τοτὲ μὲν νοτίαν στείχων πρὸς ὁδόν,

    τοτὲ δʼ αὖ βορέᾳ σῶμα πελάζων

    ἀλίμενον αἰθέρος αὔλακα τέμνων.

    Κινησίας: χαρίεντά γʼ ὦ πρεσβῦτʼ ἐσοφίσω καὶ σοφά.

    Πισθέταιρος: οὐ γὰρ σὺ χαίρεις πτεροδόνητος γενόμενος;

    Κινησίας: ταυτὶ πεποίηκας τὸν κυκλιοδιδάσκαλον,

    ὂς ταῖσι φυλαῖς περιμάχητός εἰμʼ ἀεί;

    Πισθέταιρος: βούλει διδάσκειν καὶ παρʼ ἡμῖν οὖν μένων

    Λεωτροφίδῃ χορὸν πετομένων ὀρνέων

    Κεκροπίδα φυλήν;

    Κινησίας: καταγελᾷς μου, δῆλος εἶ.

    ἀλλʼ οὖν ἔγωγʼ οὐ παύσομαι, τοῦτʼ ἴσθʼ ὅτι,

    πρὶν ἂν πτερωθεὶς διαδράμω τὸν ἀέρα.

    Συκοφάντης: ὄρνιθες τίνες οὐδὲν ἔχοντες πτεροποίκιλοι,

    τανυσίπτερε ποικίλα χελιδοῖ;

    Πισθέταιρος: τουτὶ τὸ κακὸν οὐ φαῦλον ἐξεγρήγορεν.

    ὅδʼ αὖ μινυρίζων δεῦρό τις προσέρχεται.

    Συκοφάντης: τανυσίπτερε ποικίλα μάλʼ αὖθις.

    Πισθέταιρος: ἐς θοἰμάτιον τὸ σκόλιον ᾄδειν μοι δοκεῖ,

    δεῖσθαι δʼ ἔοικεν οὐκ ὀλίγων χελιδόνων.

    Συκοφάντης: τίς ὁ πτερῶν δεῦρʼ ἐστὶ τοὺς ἀφικνουμένους;

    Πισθέταιρος: ὁδὶ πάρεστιν· ἀλλʼ ὅτου δεῖ χρὴ λέγειν.

    Συκοφάντης: πτερῶν πτερῶν δεῖ· μὴ πύθῃ τὸ δεύτερον.

    Πισθέταιρος: μῶν εὐθὺ Πελλήνης πέτεσθαι διανοεῖ;

    Συκοφάντης: μὰ Δίʼ ἀλλὰ κλητήρ εἰμι νησιωτικὸς

    καὶ συκοφάντης —

    Πισθέταιρος: ὦ μακάριε τῆς τέχνης.

    Συκοφάντης: καὶ πραγματοδίφης. εἶτα δέομαι πτερὰ λαβὼν

    κύκλῳ περισοβεῖν τὰς πόλεις καλούμενος.

    Πισθέταιρος: ὑπὸ πτερύγων τι προσκαλεῖ σοφώτερον;

    Συκοφάντης: μὰ Δίʼ ἀλλʼ ἵνʼ οἱ λῃσταί τε μὴ λυπῶσί με,

    μετὰ τῶν γεράνων τʼ ἐκεῖθεν ἀναχωρῶ πάλιν,

    ἀνθʼ ἕρματος πολλὰς καταπεπωκὼς δίκας.

    Πισθέταιρος: τουτὶ γὰρ ἐργάζει σὺ τοὔργον; εἰπέ μοι,

    νεανίας ὢν συκοφαντεῖς τοὺς ξένους;

    Συκοφάντης: τί γὰρ πάθω; σκάπτειν γὰρ οὐκ ἐπίσταμαι.

    Πισθέταιρος: ἀλλʼ ἔστιν ἕτερα νὴ Δίʼ ἔργα σώφρονα,

    ἀφʼ ὧν διαζῆν ἄνδρα χρῆν τοσουτονὶ

    ἐκ τοῦ δικαίου μᾶλλον ἢ δικορραφεῖν.

    Συκοφάντης: ὦ δαιμόνιε μὴ νουθέτει μʼ ἀλλὰ πτέρου.

    Πισθέταιρος: νῦν τοι λέγων πτερῶ σε.

    Συκοφάντης: καὶ πῶς ἂν λόγοις

    ἄνδρα πτερώσειας σύ;

    Πισθέταιρος: πάντες τοῖς λόγοις

    ἀναπτεροῦνται.

    Συκοφάντης: πάντες;

    Πισθέταιρος: οὐκ ἀκήκοας,

    ὅταν λέγωσιν οἱ πατέρες ἑκάστοτε

    τοῖς μειρακίοις ἐν τοῖσι κουρείοις ταδί;

    δεινῶς γέ μου τὸ μειράκιον Διειτρέφης

    λέγων ἀνεπτέρωκεν ὥσθʼ ἱππηλατεῖν.

    ὁ δέ τις τὸν αὑτοῦ φησιν ἐπὶ τραγῳδίᾳ

    ἀνεπτερῶσθαι καὶ πεποτῆσθαι τὰς φρένας.

    Συκοφάντης: λόγοισί τἄρα καὶ πτεροῦνται;

    Πισθέταιρος: φήμʼ ἐγώ.

    ὑπὸ γὰρ λόγων ὁ νοῦς τε μετεωρίζεται

    ἐπαίρεταί τʼ ἄνθρωπος. οὕτω καί σʼ ἐγὼ

    ἀναπτερώσας βούλομαι χρηστοῖς λόγοις

    τρέψαι πρὸς ἔργον νόμιμον.

    Συκοφάντης: ἀλλʼ οὐ βούλομαι.

    Πισθέταιρος: τί δαὶ ποιήσεις;

    Συκοφάντης: τὸ γένος οὐ καταισχυνῶ.

    παππῷος ὁ βίος συκοφαντεῖν ἐστί μοι.

    ἀλλὰ πτέρου με ταχέσι καὶ κούφοις πτεροῖς

    ἱέρακος ἢ κερχνῇδος, ὡς ἂν τοὺς ξένους

    καλεσάμενος κᾆτʼ ἐγκεκληκὼς ἐνθαδὶ

    κατʼ αὖ πέτωμαι πάλιν ἐκεῖσε.

    Πισθέταιρος: μανθάνω.

    ὡδὶ λέγεις· ὅπως ἂν ὠφλήκῃ δίκην

    ἐνθάδε πρὶν ἥκειν ὁ ξένος.

    Συκοφάντης: πάνυ μανθάνεις.

    Πισθέταιρος: κἄπειθʼ ὁ μὲν πλεῖ δεῦρο, σὺ δʼ ἐκεῖσʼ αὖ πέτει

    ἁρπασόμενος τὰ χρήματʼ αὐτοῦ.

    Συκοφάντης: πάντʼ ἔχεις.

    βέμβικος οὐδὲν διαφέρειν δεῖ.

    Πισθέταιρος: μανθάνω

    βέμβικα· καὶ μὴν ἔστι μοι νὴ τὸν Δία

    κάλλιστα Κορκυραῖα τοιαυτὶ πτερά.

    Συκοφάντης: οἴμοι τάλας μάστιγʼ ἔχεις.

    Πισθέταιρος: πτερὼ μὲν οὖν,

    οἷσί σε ποιήσω τήμερον βεμβικιᾶν.

    Συκοφάντης: οἴμοι τάλας.

    Πισθέταιρος: οὐ πτερυγιεῖς ἐντευθενί;

    οὐκ ἀπολιβάξεις ὦ κάκιστʼ ἀπολούμενος;

    πικρὰν τάχʼ ὄψει στρεψοδικοπανουργίαν.

    ἀπίωμεν ἡμεῖς ξυλλαβόντες τὰ πτερά.

    Χορός: πολλὰ δὴ καὶ καινὰ καὶ θαυμάστʼ

    ἐπεπτόμεσθα καὶ

    δεινὰ πράγματʼ εἴδομεν.

    ἔστι γὰρ δένδρον πεφυκὸς

    ἔκτοπόν τι Καρδίας ἀ-

    πωτέρω Κλεώνυμος,

    χρήσιμον μὲν οὐδέν, ἄλλως

    δὲ δειλὸν καὶ μέγα.

    τοῦτο τοῦ μὲν ἦρος ἀεὶ

    βλαστάνει καὶ συκοφαντεῖ,

    τοῦ δὲ χειμῶνος πάλιν τὰς

    ἀσπίδας φυλλορροεῖ.

    Χορός: ἔστι δʼ αὗ χώρα πρὸς αὐτῷ

    τῷ σκότῳ πόρρω τις ἐν

    τῇ λύχνων ἐρημίᾳ,

    ἔνθα τοῖς ἥρωσιν ἄνθρωποι

    ξυναριστῶσι καὶ ξύν-

    εισι πλὴν τῆς ἑσπέρας.

    τηνικαῦτα δʼ οὐκέτʼ ἦν

    ἀσφαλὲς ξυντυγχάνειν.

    εἰ γὰρ ἐντύχοι τις ἥρῳ

    τῶν βροτῶν νύκτωρ Ὀρέστῃ,

    γυμνὸς ἦν πληγεὶς ὑπʼ αὐτοῦ

    πάντα τἀπιδέξια.

    Προμηθεύς: οἴμοι τάλας, ὁ Ζεὺς ὅπως μή μʼ ὄψεται.

    ποῦ Πισθέταιρός ἐστʼ;

    Πισθέταιρος: ἔα τουτὶ τί ἦν;

    τίς ὁ συγκαλυμμός;

    Προμηθεύς: τῶν θεῶν ὁρᾷς τινα

    ἐμοῦ κατόπιν ἐνταῦθα;

    Πισθέταιρος: μὰ Δίʼ ἐγὼ μὲν οὔ.

    τίς δʼ εἶ σύ;

    Προμηθεύς: πηνίκʼ ἐστὶν ἄρα τῆς ἡμέρας;

    Πισθέταιρος: ὁπηνίκα; σμικρόν τι μετὰ μεσημβρίαν.

    ἀλλὰ σὺ τίς εἶ;

    Προμηθεύς: βουλυτὸς ἢ περαιτέρω;

    Πισθέταιρος: οἴμʼ ὡς βδελύττομαί σε.

    Προμηθεύς: τί γὰρ ὁ Ζεὺς ποιεῖ;

    ἀπαιθριάζει τὰς νεφέλας ἢ ξυννέφει;

    Πισθέταιρος: οἴμωζε μεγάλʼ.

    Προμηθεύς: οὕτω μὲν ἐκκεκαλύψομαι.

    Πισθέταιρος: ὦ φίλε Προμηθεῦ.

    Προμηθεύς: παῦε παῦε, μὴ βόα.

    Πισθέταιρος: τί γὰρ ἔστι;

    Προμηθεύς: σίγα, μὴ κάλει μου τοὔνομα·

    ἀπὸ γάρ μʼ ὀλεῖς, εἴ μʼ ἐνθάδʼ ὁ Ζεὺς ὄψεται.

    ἀλλʼ ἵνα φράσω σοι πάντα τἄνω πράγματα,

    τουτὶ λαβών μου τὸ σκιάδειον ὑπέρεχε

    ἄνωθεν, ὡς ἂν μή μʼ ὁρῶσιν οἱ θεοί.

    Πισθέταιρος: ἰοὺ ἰού·

    εὖ γʼ ἐπενόησας αὐτὸ καὶ προμηθικῶς.

    ὑπόδυθι ταχὺ δὴ κᾆτα θαρρήσας λέγε.

    Προμηθεύς: ἄκουε δή νυν.

    Πισθέταιρος: ὡς ἀκούοντος λέγε.

    Προμηθεύς: ἀπόλωλεν ὁ Ζεύς.

    Πισθέταιρος: πηνίκʼ ἄττʼ ἀπώλετο;

    Προμηθεύς: ἐξ οὗπερ ὑμεῖς ᾠκίσατε τὸν ἀέρα.

    θύει γὰρ οὐδεὶς οὐδὲν ἀνθρώπων ἔτι

    θεοῖσιν, οὐδὲ κνῖσα μηρίων ἄπο

    ἀνῆλθεν ὡς ἡμᾶς ἀπʼ ἐκείνου τοῦ χρόνου,

    ἀλλʼ ὡσπερεὶ Θεσμοφορίοις νηστεύομεν

    ἄνευ θυηλῶν· οἱ δὲ βάρβαροι θεοὶ

    πεινῶντες ὥσπερ Ἰλλυριοὶ κεκριγότες

    ἐπιστρατεύσειν φάσʼ ἄνωθεν τῷ Διί,

    εἰ μὴ παρέξει τἀμπόριʼ ἀνεῳγμένα,

    ἵνʼ εἰσάγοιτο σπλάγχνα κατατετμημένα.

    Πισθέταιρος: εἰσὶν γὰρ ἕτεροι βάρβαροι θεοί τινες

    ἄνωθεν ὑμῶν;

    Προμηθεύς: οὐ γάρ εἰσι βάρβαροι,

    ὅθεν ὁ πατρῷός ἐστιν Ἐξηκεστίδῃ;

    Πισθέταιρος: ὄνομα δὲ τούτοις τοῖς θεοῖς τοῖς βαρβάροις

    τί ἔστιν;

    Προμηθεύς: ὅ τι ἔστιν; Τριβαλλοί.

    Πισθέταιρος: μανθάνω.

    ἐντεῦθεν ἆρα τοὐπιτριβείης ἐγένετο;

    Προμηθεύς: μάλιστα πάντων. ἓν δέ σοι λέγω σαφές·

    ἥξουσι πρέσβεις δεῦρο περὶ διαλλαγῶν

    παρὰ τοῦ Διὸς καὶ τῶν Τριβαλλῶν τῶν ἄνω·

    ὑμεῖς δὲ μὴ σπένδεσθʼ, ἐὰν μὴ παραδιδῷ

    τὸ σκῆπτρον ὁ Ζεὺς τοῖσιν ὄρνισιν πάλιν,

    καὶ τὴν Βασίλειάν σοι γυναῖκʼ ἔχειν διδῷ.

    Πισθέταιρος: τίς ἐστιν ἡ Βασίλεια;

    Προμηθεύς: καλλίστη κόρη,

    ἥπερ ταμιεύει τὸν κεραυνὸν τοῦ Διὸς

    καὶ τἄλλʼ ἁπαξάπαντα, τὴν εὐβουλίαν

    τὴν εὐνομίαν τὴν σωφροσύνην τὰ νεώρια,

    τὴν λοιδορίαν τὸν κωλακρέτην τὰ τριώβολα.

    Πισθέταιρος: ἅπαντά γʼ ἆρʼ αὐτῷ ταμιεύει;

    Προμηθεύς: φήμʼ ἐγώ.

    ἥν γʼ ἢν σὺ παρʼ ἐκείνου παραλάβῃς, πάντʼ ἔχεις.

    τούτων ἕνεκα δεῦρʼ ἦλθον, ἵνα φράσαιμί σοι.

    ἀεί ποτʼ ἀνθρώποις γὰρ εὔνους εἴμʼ ἐγώ.

    Πισθέταιρος: μόνον θεῶν γὰρ διὰ σʼ ἀπανθρακίζομεν.

    Προμηθεύς: μισῶ δʼ ἅπαντας τοὺς θεούς, ὡς οἶσθα σύ.

    Πισθέταιρος: νὴ τὸν Δίʼ ἀεὶ δῆτα θεομισὴς ἔφυς.

    Προμηθεύς: Τίμων καθαρός. ἀλλʼ ὡς ἂν ἀποτρέχω πάλιν,

    φέρε τὸ σκιάδειον, ἵνα με κἂν ὁ Ζεὺς ἴδῃ

    ἄνωθεν, ἀκολουθεῖν δοκῶ κανηφόρῳ.

    Πισθέταιρος: καὶ τὸν δίφρον γε διφροφόρει τονδὶ λαβών.

    Χορός: πρὸς δὲ τοῖς Σκιάποσιν λίμνη

    τις ἔστʼ ἄλουτος οὗ

    ψυχαγωγεῖ Σωκράτης·

    ἔνθα καὶ Πείσανδρος ἦλθε

    δεόμενος ψυχὴν ἰδεῖν ἣ

    ζῶντʼ ἐκεῖνον προὔλιπε,

    σφάγιʼ ἔχων κάμηλον ἀμνόν

    τινʼ, ἧς λαιμοὺς τεμὼν ὥσπερ

    ποθʼ οὑδυσσεὺς ἀπῆλθε,

    κᾆτʼ ἀνῆλθʼ αὐτῷ κάτωθεν

    πρὸς τὸ λαῖτμα τῆς καμήλου

    Χαιρεφῶν ἡ νυκτερίς.

    Ποσειδῶν: τὸ μὲν πόλισμα τῆς Νεφελοκοκκυγίας

    ὁρᾶν τοδὶ πάρεστιν, οἷ πρεσβεύομεν.

    οὗτος τί δρᾷς; ἐπʼ ἀριστέρʼ οὕτως ἀμπέχει;

    οὐ μεταβαλεῖς θοἰμάτιον ὧδʼ ἐπιδέξια;

    τί ὦ κακόδαιμον; Λαισποδίας εἶ τὴν φύσιν;

    ὦ δημοκρατία ποῖ προβιβᾷς ἡμᾶς ποτε,

    εἰ τουτονί γʼ ἐχειροτόνησαν οἱ θεοί;

    Τριβαλλός: ἕξεις ἀτρέμας;

    Ποσειδῶν: οἴμωζε· πολὺ γὰρ δή σʼ ἐγὼ

    ἑόρακα πάντων βαρβαρώτατον θεῶν.

    ἄγε δὴ τί δρῶμεν Ἡράκλεις;

    Ἡρακλῆς: ἀκήκοας

    ἐμοῦ γʼ ὅτι τὸν ἄνθρωπον ἄγχειν βούλομαι,

    ὅστις ποτʼ ἔσθʼ ὁ τοὺς θεοὺς ἀποτειχίσας.

    Ποσειδῶν: ἀλλʼ ὦγάθʼ ᾑρήμεσθα περὶ διαλλαγῶν

    πρέσβεις.

    Ἡρακλῆς: διπλασίως μᾶλλον ἄγχειν μοι δοκεῖ.

    Πισθέταιρος: τὴν τυρόκνηστίν τις δότω· φέρε σίλφιον·

    τυρὸν φερέτω τις· πυρπόλει τοὺς ἄνθρακας.

    Ποσειδῶν: τὸν ἄνδρα χαίρειν οἱ θεοὶ κελεύομεν

    τρεῖς ὄντες ἡμεῖς.

    Πισθέταιρος: ἀλλʼ ἐπικνῶ τὸ σίλφιον.

    Ἡρακλῆς: τὰ δὲ κρέα τοῦ ταῦτʼ ἐστίν;

    Πισθέταιρος: ὄρνιθές τινες

    ἐπανιστάμενοι τοῖς δημοτικοῖσιν ὀρνέοις

    ἔδοξαν ἀδικεῖν.

    Ἡρακλῆς: εἶτα δῆτα σίλφιον

    εἴπικνῇς πρότερον αὐτοῖσιν;

    Πισθέταιρος: ὦ χαῖρʼ Ἡράκλεις.

    τί ἔστι;

    Ποσειδῶν: πρεσβεύοντες ἡμεῖς ἥκομεν

    παρὰ τῶν θεῶν περὶ πολέμου καταλλαγῆς.

    Πισθέταιρος: ἔλαιον οὐκ ἔνεστιν ἐν τῇ ληκύθῳ.

    Ἡρακλῆς: καὶ μὴν τά γʼ ὀρνίθεια λιπάρʼ εἶναι πρέπει.

    Ποσειδῶν: ἡμεῖς τε γὰρ πολεμοῦντες οὐ κερδαίνομεν,

    ὑμεῖς τʼ ἂν ἡμῖν τοῖς θεοῖς ὄντες φίλοι

    ὄμβριον ὕδωρ ἂν εἴχετʼ ἐν τοῖς τέλμασιν,

    ἀλκυονίδας τʼ ἂν ἤγεθʼ ἡμέρας ἀεί.

    τούτων περὶ πάντων αὐτοκράτορες ἥκομεν.

    Πισθέταιρος: ἀλλʼ οὔτε πρότερον πώποθʼ ἡμεῖς ἤρξαμεν

    πολέμου πρὸς ὑμᾶς, νῦν τʼ ἐθέλομεν, εἰ δοκεῖ,

    ἐάν τι δίκαιον ἀλλὰ νῦν ἐθέλητε δρᾶν,

    σπονδὰς ποιεῖσθαι. τὰ δὲ δίκαιʼ ἐστὶν ταδί,

    τὸ σκῆπτρον ἡμῖν τοῖσιν ὄρνισιν πάλιν

    τὸν Δίʼ ἀποδοῦναι· κἂν διαλλαττώμεθα

    ἐπὶ τοῖσδε, τοὺς πρέσβεις ἐπʼ ἄριστον καλῶ.

    Ἡρακλῆς: ἐμοὶ μὲν ἀπόχρη ταῦτα καὶ ψηφίζομαι.

    Ποσειδῶν: τί ὦ κακόδαιμον; ἠλίθιος καὶ γάστρις εἶ.

    ἀποστερεῖς τὸν πατέρα τῆς τυραννίδος;

    Πισθέταιρος: ἄληθες; οὐ γὰρ μεῖζον ὑμεῖς οἱ θεοὶ

    ἰσχύσετʼ, ἢν ὄρνιθες ἄρξωσιν κάτω;

    νῦν μέν γʼ ὑπὸ ταῖς νεφέλαισιν ἐγκεκρυμμένοι

    κύψαντες ἐπιορκοῦσιν ὑμᾶς οἱ βροτοί·

    ἐὰν δὲ τοὺς ὄρνις ἔχητε συμμάχους,

    ὅταν ὀμνύῃ τις τὸν κόρακα καὶ τὸν Δία,

    ὁ κόραξ παρελθὼν τοὐπιορκοῦντος λάθρᾳ

    προσπτόμενος ἐκκόψει τὸν ὀφθαλμὸν θενών.

    Ποσειδῶν: νὴ τὸν Ποσειδῶ ταῦτά γέ τοι καλῶς λέγεις.

    Ἡρακλῆς: κἀμοὶ δοκεῖ.

    Πισθέταιρος: τί δαὶ σὺ φῄς;

    Τριβαλλός: ναβαισατρεῦ.

    Πισθέταιρος: ὁρᾷς; ἐπαινεῖ χοὖτος. ἕτερόν νυν ἔτι

    ἀκούσαθʼ ὅσον ὑμᾶς ἀγαθὸν ποιήσομεν.

    ἐάν τις ἀνθρώπων ἱερεῖόν τῳ θεῶν

    εὐξάμενος εἶτα διασοφίζηται λέγων,

    μενετοὶ θεοί, καὶ μἀποδιδῷ μισητίᾳ,

    ἀναπράξομεν καὶ ταῦτα.

    Ποσειδῶν: φέρʼ ἴδω τῷ τρόπῳ;

    Πισθέταιρος: ὅταν διαριθμῶν ἀργυρίδιον τύχῃ

    ἅνθρωπος οὗτος, ἢ καθῆται λούμενος,

    καταπτόμενος ἰκτῖνος ἁρπάσας λάθρᾳ

    προβάτοιν δυοῖν τιμὴν ἀνοίσει τῷ θεῷ.

    Ἡρακλῆς: τὸ σκῆπτρον ἀποδοῦναι πάλιν ψηφίζομαι

    τούτοις ἐγώ.

    Ποσειδῶν: καὶ τὸν Τριβαλλόν νυν ἐροῦ.

    Ἡρακλῆς: ὁ Τριβαλλός, οἰμώζειν δοκεῖ σοι;

    Τριβαλλός: σαυνάκα

    βακταρικροῦσα.

    Ἡρακλῆς: φησί μʼ εὖ λέγειν πάνυ.

    Ποσειδῶν: εἴ τοι δοκεῖ σφῷν ταῦτα, κἀμοὶ συνδοκεῖ.

    Ἡρακλῆς: οὗτος, δοκεῖ δρᾶν ταῦτα τοῦ σκήπτρου πέρι.

    Πισθέταιρος: καὶ νὴ Δίʼ ἕτερόν γʼ ἐστὶν οὗ ʼμνήσθην ἐγώ.

    τὴν μὲν γὰρ Ἥραν παραδίδωμι τῷ Διί,

    τὴν δὲ Βασίλειαν τὴν κόρην γυναῖκʼ ἐμοὶ

    ἐκδοτέον ἐστίν.

    Ποσειδῶν: οὐ διαλλαγῶν ἐρᾷς.

    ἀπίωμεν οἴκαδʼ αὖθις.

    Πισθέταιρος: ὀλίγον μοι μέλει.

    μάγειρε τὸ κατάχυσμα χρὴ ποιεῖν γλυκύ.

    Ἡρακλῆς: ὦ δαιμόνιʼ ἀνθρώπων Πόσειδον ποῖ φέρει;

    ἡμεῖς περὶ γυναικὸς μιᾶς πολεμήσομεν;

    Ποσειδῶν: τί δαὶ ποιῶμεν;

    Ἡρακλῆς: ὅ τι; διαλλαττώμεθα.

    Ποσειδῶν: τί δʼ ᾠζύρʼ; οὐκ οἶσθʼ ἐξαπατώμενος πάλαι;

    βλάπτεις δέ τοι σὺ σαυτόν. ἢν γὰρ ἀποθάνῃ

    ὁ Ζεὺς παραδοὺς τούτοισι τὴν τυραννίδα,

    πένης ἔσει σύ. σοῦ γὰρ ἅπαντα γίγνεται

    τὰ χρήμαθʼ, ὅσʼ ἂν ὁ Ζεὺς ἀποθνῄσκων καταλίπῃ.

    Πισθέταιρος: οἴμοι τάλας οἷόν σε περισοφίζεται.

    δεῦρʼ ὡς ἔμʼ ἀποχώρησον, ἵνα τί σοι φράσω.

    διαβάλλεταί σʼ ὁ θεῖος ὦ πόνηρε σύ.

    τῶν γὰρ πατρῴων οὐδʼ ἀκαρῆ μέτεστί σοι

    κατὰ τοὺς νόμους· νόθος γὰρ εἶ κοὐ γνήσιος.

    Ἡρακλῆς: ἐγὼ νόθος; τί λέγεις;

    Πισθέταιρος: σὺ μέντοι νὴ Δία

    ὤν γε ξένης γυναικός. ἢ πῶς ἄν ποτε

    ἐπίκληρον εἶναι τὴν Ἀθηναίαν δοκεῖς,

    οὖσαν θυγατέρʼ, ὄντων ἀδελφῶν γνησίων;

    Ἡρακλῆς: τί δʼ ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα

    νοθεἶ ἀποθνῄσκων;

    Πισθέταιρος: ὁ νόμος αὐτὸν οὐκ ἐᾷ.

    οὗτος ὁ Ποσειδῶν πρῶτος, ὃς ἐπαίρει σε νῦν,

    ἀνθέξεταί σου τῶν πατρῴων χρημάτων

    φάσκων ἀδελφὸς αὐτὸς εἶναι γνήσιος.

    ἐρῶ δὲ δὴ καὶ τὸν Σόλωνός σοι νόμον·

    νόθῳ δὲ μὴ εἶναι ἀγχιστείαν παίδων ὄντων

    γνησίων. ἐὰν δὲ παῖδες μὴ ὦσι γνήσιοι, τοῖς

    ἐγγυτάτω γένους μετεῖναι τῶν χρημάτων.

    Ἡρακλῆς: ἐμοὶ δʼ ἄρʼ οὐδὲν τῶν πατρῴων χρημάτων

    μέτεστιν;

    Πισθέταιρος: οὐ μέντοι μὰ Δία. λέξον δέ μοι,

    ἤδη σʼ ὁ πατὴρ εἰσήγαγʼ ἐς τοὺς φράτερας;

    Ἡρακλῆς: οὐ δῆτʼ ἐμέ γε. καὶ δῆτʼ ἐθαύμαζον πάλαι.

    Πισθέταιρος: τί δῆτʼ ἄνω κέχηνας αἴκειαν βλέπων;

    ἀλλʼ ἢν μεθʼ ἡμῶν ᾖς, καταστήσας σʼ ἐγὼ

    τύραννον ὀρνίθων παρέξω σοι γάλα.

    Ἡρακλῆς: δίκαιʼ ἔμοιγε καὶ πάλαι δοκεῖς λέγειν

    περὶ τῆς κόρης, κἄγωγε παραδίδωμί σοι.

    Πισθέταιρος: τί δαὶ σὺ φῄς;

    Ποσειδῶν: τἀναντία ψηφίζομαι.

    Πισθέταιρος: ἐν τῷ Τριβαλλῷ πᾶν τὸ πρᾶγμα. τί σὺ λέγεις;

    Τριβαλλός: καλάνι κόραυνα καὶ μεγάλα βασιλιναῦ

    ὄρνιτο παραδίδωμι.

    Ἡρακλῆς: παραδοῦναι λέγει.

    Ποσειδῶν: μὰ τὸν Δίʼ οὐχ οὗτός γε παραδοῦναι λέγει,

    εἰ μὴ † βαδίζειν † ωἅσπερ αἱ χελιδόσιν λέγει.

    Πισθέταιρος: οὐκοῦν παραδοῦναι ταῖς χελιδόσιν λέγει.

    Ποσειδῶν: σφὼ νῦν διαλλάττεσθε καὶ ξυμβαίνετε·

    ἐγὼ δʼ, ἐπειδὴ σφῷν δοκεῖ, σιγήσομαι.

    Ἡρακλῆς: ἡμῖν ἃ λέγεις σὺ πάντα συγχωρεῖν δοκεῖ.

    ἀλλʼ ἴθι μεθʼ ἡμῶν αὐτὸς ἐς τὸν οὐρανόν,

    ἵνα τὴν Βασίλειαν καὶ τὰ πάντʼ ἐκεῖ λάβῃς.

    Πισθέταιρος: ἐς καιρὸν ἆρα κατεκόπησαν οὑτοιὶ

    ἐς τοὺς γάμους.

    Ἡρακλῆς: βούλεσθε δῆτʼ ἐγὼ τέως

    ὀπτῶ τὰ κρέα ταυτὶ μένων; ὑμεῖς δʼ ἴτε.

    Ποσειδῶν: ὀπτᾷς τὰ κρέα; πολλήν γε τενθείαν λέγεις.

    οὐκ εἶ μεθʼ ἡμῶν;

    Ἡρακλῆς: εὖ γε μέντἂν διετέθην.

    Πισθέταιρος: ἀλλὰ γαμικὴν χλανίδα δότω τις δεῦρό μοι.

    Χορός: ἔστι δʼ ἐν Φαναῖσι πρὸς τῇ

    Κλεψύδρᾳ πανοῦργον ἐγ-

    γλωττογαστόρων γένος,

    οἳ θερίζουσίν τε καὶ σπείρουσι

    καὶ τρυγῶσι ταῖς γλώτταισι

    συκάζουσί τε·

    βάρβαροι δʼ εἰσὶν γένος,

    Γοργίαι τε καὶ Φίλιπποι.

    κἀπὸ τῶν ἐγγλωττογαστόρων

    ἐκείνων τῶν Φιλίππων

    πανταχοῦ τῆς Ἀττικῆς ἡ

    γλῶττα χωρὶς τέμνεται.

    Ἄγγελος: ὦ πάντʼ ἀγαθὰ πράττοντες, ὦ μείζω λόγου,

    ὦ τρισμακάριον πτηνὸν ὀρνίθων γένος,

    δέχεσθε τὸν τύραννον ὀλβίοις δόμοις.

    προσέρχεται γὰρ οἷς οὔτε παμφαὴς

    ἀστὴρ ἰδεῖν ἔλαμψε χρυσαυγεῖ δόμῳ,

    οὔθʼ ἡλίου τηλαυγὲς ἀκτίνων σέλας

    τοιοῦτον ἐξέλαμψεν, οἶον ἔρχεται

    ἔχων γυναικὸς κάλλος οὐ φατὸν λέγειν,

    πάλλων κεραυνόν, πτεροφόρον Διὸς βέλος·

    ὀσμὴ δʼ ἀνωνόμαστος ἐς βάθος κύκλου

    χωρεῖ, καλὸν θέαμα· θυμιαμάτων δʼ

    αὖραι διαψαίρουσι πλεκτάνην καπνοῦ.

    ὁδὶ δὲ καὐτός ἐστιν. ἀλλὰ χρὴ θεᾶς

    Μούσης ἀνοίγειν ἱερὸν εὔφημον στόμα.

    Χορός: ἄναγε δίεχε πάραγε πάρεχε.

    περιπέτεσθε

    τὸν μάκαρα μάκαρι σὺν τύχᾳ.

    ὦ φεῦ φεῦ τῆς ὥρας τοῦ κάλλους.

    ὦ μακαριστὸν σὺ γάμον τῇδε πόλει γημας.

    Χορός: μεγάλαι μεγάλαι κατέχουσι τύχαι

    γένος ὀρνίθων

    διὰ τόνδε τὸν ἄνδρʼ. ἀλλʼ ὑμεναίοις

    καὶ νυμφιδίοισι δέχεσθʼ ᾠδαῖς

    αὐτὸν καὶ τὴν Βασίλειαν.

    Χορός: Ἥρᾳ ποτʼ Ὀλυμπίᾳ

    τῶν ἠλιβάτων θρόνων

    ἄρχοντα θεοῖς μέγαν

    Μοῖραι ξυνεκοίμισαν

    ἐν τοιῷδʼ ὑμεναίῳ.

    Ὑμὴν ὦ Ὑμέναιʼ ὦ,

    Ὑμὴν ὦ Ὑμέναιʼ ὦ.

    Χορός: ὁ δʼ ἀμφιθαλὴς Ἔρως

    χρυσόπτερος ἡνίας

    ηὔθυνε παλιντόνους,

    Ζηνὸς πάροχος γάμων

    τῆς τʼ εὐδαίμονος Ἥρας.

    Ὑμὴν ὦ Ὑμέναιʼ ὦ,

    Ὑμὴν ὦ Ὑμέναιʼ ὦ.

    Πισθέταιρος: ἐχάρην ὕμνοις, ἐχάρην ᾠδαῖς·

    ἄγαμαι δὲ λόγων. ἄγε νυν αὐτοῦ

    καὶ τὰς χθονίας κλῄσατε βροντὰς

    τάς τε πυρώδεις Διὸς ἀστεροπὰς

    δεινόν τʼ ἀργῆτα κεραυνόν.

    Χορός: ὦ μέγα χρύσεον ἀστεροπῆς φάος,

    ὦ Διὸς ἄμβροτον ἔγχος πυρφόρον,

    ὦ χθόνιαι βαρυαχέες

    ὀμβροφόροι θʼ ἅμα βρονταί,

    αἷς ὅδε νῦν χθόνα σείει.

    διὰ σὲ τὰ πάντα κρατήσας

    καὶ πάρεδρον Βασίλειαν ἔχει Διός.

    Ὑμὴν ὦ Ὑμέναιʼ ὦ.

    Πισθέταιρος: ἔπεσθε νῦν γάμοισιν ὦ

    φῦλα πάντα συννόμων

    πτεροφόρʼ ἐπὶ δάπεδον Διὸς

    καὶ λέχος γαμήλιον.

    ὄρεξον ὦ μάκαιρα σὴν

    χεῖρα καὶ πτερῶν ἐμῶν

    λαβοῦσα συγχόρευσον· αἴρων

    δὲ κουφιῶ σʼ ἐγώ.

    Χορός: ἀλαλαλαὶ ἰὴ παιών,

    τήνελλα καλλίνικος, ὦ

    δαιμόνων ὑπέρτατε.