Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Clouds

    Aristophanes

    Στρεψιάδης: ἰοὺ ἰού·

    ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν νυκτῶν ὅσον·

    ἀπέραντον. οὐδέποθʼ ἡμέρα γενήσεται;

    καὶ μὴν πάλαι γʼ ἀλεκτρυόνος ἤκουσʼ ἐγώ·

    οἱ δʼ οἰκέται ῥέγκουσιν· ἀλλʼ οὐκ ἂν πρὸ τοῦ.

    ἀπόλοιο δῆτʼ ὦ πόλεμε πολλῶν οὕνεκα,

    ὅτʼ οὐδὲ κολάσʼ ἔξεστί μοι τοὺς οἰκέτας.

    ἀλλʼ οὐδʼ ὁ χρηστὸς οὑτοσὶ νεανίας

    ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται

    ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.

    ἀλλʼ εἰ δοκεῖ ῥέγκωμεν ἐγκεκαλυμμένοι.

    ἀλλʼ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος

    ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν

    διὰ τουτονὶ τὸν υἱόν. ὁ δὲ κόμην ἔχων

    ἱππάζεταί τε καὶ ξυνωρικεύεται

    ὀνειροπολεῖ θʼ ἵππους· ἐγὼ δʼ ἀπόλλυμαι

    ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας·

    οἱ γὰρ τόκοι χωροῦσιν. ἅπτε παῖ λύχνον,

    κἄκφερε τὸ γραμματεῖον, ἵνʼ ἀναγνῶ λαβὼν

    ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους.

    φέρʼ ἴδω τί ὀφείλω; δώδεκα μνᾶς Πασίᾳ.

    τοῦ δώδεκα μνᾶς Πασίᾳ; τί ἐχρησάμην;

    ὅτʼ ἐπριάμην τὸν κοππατίαν. οἴμοι τάλας,

    εἴθʼ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.

    Φειδιππίδης: Φίλων ἀδικεῖς· ἔλαυνε τὸν σαυτοῦ δρόμον.

    Στρεψιάδης: τοῦτʼ ἔστι τουτὶ τὸ κακὸν ὅ μʼ ἀπολώλεκεν·

    ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.

    Φειδιππίδης: πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια;

    Στρεψιάδης: ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρʼ ἐλαύνεις δρόμους.

    ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;

    τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμυνίᾳ.

    Φειδιππίδης: ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.

    Στρεψιάδης: ἀλλʼ ὦ μέλʼ ἐξήλικας ἐμέ γʼ ἐκ τῶν ἐμῶν,

    ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου

    ἐνεχυράσεσθαί φασιν.

    Φειδιππίδης: ἐτεὸν ὦ πάτερ

    τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθʼ ὅλην;

    Στρεψιάδης: δάκνει μὲ δήμαρχός τις ἐκ τῶν στρωμάτων.

    Φειδιππίδης: ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με.

    Στρεψιάδης: σὺ δʼ οὖν κάθευδε· τὰ δὲ χρέα ταῦτʼ ἴσθʼ ὅτι

    ἐς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται.

    φεῦ.

    εἴθʼ ὤφελʼ ἡ προμνήστριʼ ἀπολέσθαι κακῶς,

    ἥτις με γῆμʼ ἐπῆρε τὴν σὴν μητέρα·

    ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος

    εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,

    βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις.

    ἔπειτʼ ἔγημα Μεγακλέους τοῦ Μεγακλέους

    ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως,

    σεμνὴν τρυφῶσαν ἐγκεκοισυρωμένην.

    ταύτην ὅτʼ ἐγάμουν, συγκατεκλινόμην ἐγὼ

    ὄζων τρυγὸς τρασιᾶς ἐρίων περιουσίας,

    ἡ δʼ αὖ μύρου κρόκου καταγλωττισμάτων,

    δαπάνης λαφυγμοῦ Κωλιάδος Γενετυλλίδος.

    οὐ μὴν ἐρῶ γʼ ὡς ἀργὸς ἦν, ἀλλʼ ἐσπάθα.

    ἐγὼ δʼ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ

    πρόφασιν ἔφασκον, ὦ γύναι λίαν σπαθᾷς.

    Θεράπων: ἔλαιον ἡμῖν οὐκ ἔνεστʼ ἐν τῷ λύχνῳ.

    Στρεψιάδης: οἴμοι· τί γάρ μοι τὸν πότην ἧπτες λύχνον;

    δεῦρʼ ἔλθʼ ἵνα κλάῃς.

    Θεράπων: διὰ τί δῆτα κλαύσομαι;

    Στρεψιάδης: ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.

    μετὰ ταῦθʼ, ὅπως νῷν ἐγένεθʼ υἱὸς οὑτοσί,

    ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ,

    περὶ τοὐνόματος δὴ ʼντεῦθεν ἐλοιδορούμεθα·

    ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα,

    Ξάνθιππον ἤ Χαριππον ἢ Καλλιππίδην,

    ἐγὼ δὲ τοῦ πάππου ʼτιθέμην Φειδωνίδην.

    τέως μὲν οὖν ἐκρινόμεθʼ· εἶτα τῷ χρόνῳ

    κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην.

    τοῦτον τὸν υἱὸν λαμβάνουσʼ ἐκορίζετο,

    ὅταν σὺ μέγας ὢν ἅρμʼ ἐλαύνῃς πρὸς πόλιν,

    ὥσπερ Μεγακλέης, ξυστίδʼ ἔχων. ἐγὼ δʼ ἔφην,

    ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως,

    ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος.

    ἀλλʼ οὐκ ἐπίθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις,

    ἀλλʼ ἵππερόν μου κατέχεεν τῶν χρημάτων.

    νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ

    μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ,

    ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι.

    ἀλλʼ ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι.

    πῶς δῆτʼ ἂν ἥδιστʼ αὐτὸν ἐπεγείραιμι; πῶς;

    Φειδιππίδη Φειδιππίδιον.

    Φειδιππίδης: τί ὦ πάτερ;

    Στρεψιάδης: κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.

    Φειδιππίδης: ἰδού. τί ἔστιν;

    Στρεψιάδης: εἰπέ μοι, φιλεῖς ἐμέ;

    Φειδιππίδης: νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον.

    Στρεψιάδης: μὴ ʼμοί γε τοῦτον μηδαμῶς τὸν ἵππιον·

    οὗτος γὰρ ὁ θεὸς αἴτιός μοι τῶν κακῶν.

    ἀλλʼ εἴπερ ἐκ τῆς καρδίας μʼ ὄντως φιλεῖς,

    ὦ παῖ πιθοῦ.

    Φειδιππίδης: τί οὖν πίθωμαι δῆτά σοι;

    Στρεψιάδης: ἔκστρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους,

    καὶ μάνθανʼ ἐλθὼν ἃν ἐγὼ παραινέσω.

    Φειδιππίδης: λέγε δή, τί κελεύεις;

    Στρεψιάδης: καί τι πείσει;

    Φειδιππίδης: πείσομαι

    νὴ τὸν Διόνυσον.

    Στρεψιάδης: δεῦρό νυν ἀπόβλεπε.

    ὁρᾷς τὸ θύριον τοῦτο καὶ τᾠκίδιον;

    Φειδιππίδης: ὁρῶ. τί οὖν τοῦτʼ ἐστὶν ἐτεὸν ὦ πάτερ;

    Στρεψιάδης: ψυχῶν σοφῶν τοῦτʼ ἐστὶ φροντιστήριον.

    ἐνταῦθʼ ἐνοικοῦσʼ ἄνδρες, οἳ τὸν οὐρανὸν

    λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς,

    κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δʼ ἄνθρακες.

    οὗτοι διδάσκουσʼ, ἀργύριον ἤν τις διδῷ,

    λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.

    Φειδιππίδης: εἰσὶν δὲ τίνες;

    Στρεψιάδης: οὐκ οἶδʼ ἀκριβῶς τοὔνομα·

    μεριμνοφροντισταὶ καλοί τε κἀγαθοί.

    Φειδιππίδης: αἰβοῖ πονηροί γʼ, οἶδα. τοὺς ἀλαζόνας

    τοὺς ὠχριῶντας τοὺς ἀνυποδήτους λέγεις,

    ὧν ὁ κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.

    Στρεψιάδης: ἢ ἢ σιώπα· μηδὲν εἴπῃς νήπιον.

    ἀλλʼ εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων,

    τούτων γενοῦ μοι σχασάμενος τὴν ἱππικήν.

    Φειδιππίδης: οὐκ ἂν μὰ τὸν Διόνυσον, εἰ δοίης γέ μοι

    τοὺς φασιανοὺς οὓς τρέφει Λεωγόρας.

    Στρεψιάδης: ἴθʼ ἀντιβολῶ σʼ ὦ φίλτατʼ ἀνθρώπων ἐμοὶ

    ἐλθὼν διδάσκου.

    Φειδιππίδης: καὶ τί σοι μαθήσομαι;

    Στρεψιάδης: εἶναι παρʼ αὐτοῖς φασιν ἄμφω τὼ λόγω,

    τὸν κρείττονʼ, ὅστις ἐστί, καὶ τὸν ἥττονα.

    τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα,

    νικᾶν λέγοντά φασι τἀδικώτερα.

    ἢν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον,

    ἃ νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν

    οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί.

    Φειδιππίδης: οὐκ ἂν πιθοίμην· οὐ γὰρ ἂν τλαίην ἰδεῖν

    τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος.

    Στρεψιάδης: οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γʼ ἐμῶν ἔδει,

    οὔτʼ αὐτὸς οὔθʼ ὁ ζύγιος οὔθʼ ὁ σαμφόρας·

    ἀλλʼ ἐξελῶ σʼ ἐς κόρακας ἐκ τῆς οἰκίας.

    Φειδιππίδης: ἀλλʼ οὐ περιόψεταί μʼ ὁ θεῖος Μεγακλέης

    ἄνιππον. ἀλλʼ εἴσειμι, σοῦ δʼ οὐ φροντιῶ.

    Στρεψιάδης: ἀλλʼ οὐδʼ ἐγὼ μέντοι πεσών γε κείσομαι,

    ἀλλʼ εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι

    αὐτὸς βαδίζων ἐς τὸ φροντιστήριον.

    πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς

    λόγων ἀκριβῶν σχινδαλάμους μαθήσομαι;

    ἰτητέον. τί ταῦτʼ ἔχων στραγγεύομαι,

    ἀλλʼ οὐχὶ κόπτω τὴν θύραν; παῖ παιδίον.

    Μαθητής: βάλλʼ ἐς κόρακας· τίς ἐσθʼ ὁ κόψας τὴν θύραν;

    Στρεψιάδης: Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν.

    Μαθητής: ἀμαθής γε νὴ Δίʼ ὅστις οὑτωσὶ σφόδρα

    ἀπεριμερίμνως τὴν θύραν λελάκτικας

    καὶ φροντίδʼ ἐξήμβλωκας ἐξηυρημένην.

    Στρεψιάδης: σύγγνωθί μοι· τηλοῦ γὰρ οἰκῶ τῶν ἀγρῶν.

    ἀλλʼ εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον.

    Μαθητής: ἀλλʼ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν.

    Στρεψιάδης: λέγε νυν ἐμοὶ θαρρῶν· ἐγὼ γὰρ οὑτοσὶ

    ἥκω μαθητὴς ἐς τὸ φροντιστήριον.

    Μαθητής: λέξω. νομίσαι δὲ ταῦτα χρὴ μυστήρια.

    ἀνήρετʼ ἄρτι Χαιρεφῶντα Σωκράτης

    ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας·

    δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν

    ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο.

    Στρεψιάδης: πῶς δῆτα διεμέτρησε;

    Μαθητής: δεξιώτατα.

    κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν

    ἐνέβαψεν ἐς τὸν κηρὸν αὐτῆς τὼ πόδε,

    κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί.

    ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.

    Στρεψιάδης: ὦ Ζεῦ βασιλεῦ τῆς λεπτότητος τῶν φρενῶν.

    Μαθητής: τί δῆτʼ ἂν ἕτερον εἰ πύθοιο Σωκράτους

    φρόντισμα;

    Στρεψιάδης: ποῖον; ἀντιβολῶ κάτειπέ μοι.

    Μαθητής: ἀνήρετʼ αὐτὸν Χαιρεφῶν ὁ Σφήττιος

    ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας

    κατὰ τὸ στόμʼ ᾄδειν ἢ κατὰ τοὐρροπύγιον.

    Στρεψιάδης: τί δῆτʼ ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος;

    Μαθητής: ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος

    στενόν· διὰ λεπτοῦ δʼ ὄντος αὐτοῦ τὴν πνοὴν

    βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου·

    ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον

    τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος.

    Στρεψιάδης: σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων.

    ὦ τρισμακάριος τοῦ διεντερεύματος.

    ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην

    ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος.

    Μαθητής: πρώην δέ γε γνώμην μεγάλην ἀφῃρέθη

    ὑπʼ ἀσκαλαβώτου.

    Στρεψιάδης: τίνα τρόπον; κάτειπέ μοι.

    Μαθητής: ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς

    καὶ τὰς περιφορὰς εἶτʼ ἄνω κεχηνότος

    ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν.

    Στρεψιάδης: ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους.

    Μαθητής: ἐχθὲς δέ γʼ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας.

    Στρεψιάδης: εἶεν· τί οὖν πρὸς τἄλφιτʼ ἐπαλαμήσατο;

    Μαθητής: κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν

    κάμψας ὀβελίσκον εἶτα διαβήτην λαβὼν

    ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.

    Στρεψιάδης: τί δῆτʼ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν;

    ἄνοιγʼ ἄνοιγʼ ἀνύσας τὸ φροντιστήριον,

    καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη.

    μαθητιῶ γάρ· ἀλλʼ ἄνοιγε τὴν θύραν.

    ὦ Ἡράκλεις ταυτὶ ποδαπὰ τὰ θηρία;

    Μαθητής: τί ἐθαύμασας; τῷ σοι δοκοῦσιν εἰκέναι;

    Στρεψιάδης: τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς.

    ἀτὰρ τί ποτʼ ἐς τὴν γῆν βλέπουσιν οὑτοιί;

    Μαθητής: ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς.

    Στρεψιάδης: βολβοὺς ἄρα

    ζητοῦσι. μή νυν τουτογὶ φροντίζετε·

    ἐγὼ γὰρ οἶδʼ ἵνʼ εἰσὶ μεγάλοι καὶ καλοί.

    τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρʼ ἐγκεκυφότες;

    Μαθητής: οὗτοι δʼ ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον.

    Στρεψιάδης: τί δῆθʼ ὁ πρωκτὸς ἐς τὸν οὐρανὸν βλέπει;

    Μαθητής: αὐτὸς καθʼ αὑτὸν ἀστρονομεῖν διδάσκεται.

    ἀλλʼ εἴσιθʼ, ἵνα μὴ ʼκεῖνος ὑμῖν ἐπιτύχῃ.

    Στρεψιάδης: μήπω γε μήπω γʼ· ἀλλʼ ἐπιμεινάντων, ἵνα

    αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν.

    Μαθητής: ἀλλʼ οὐχ οἷόν τʼ αὐτοῖσι πρὸς τὸν ἀέρα

    ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον.

    Στρεψιάδης: πρὸς τῶν θεῶν τί γὰρ τάδʼ ἐστίν; εἰπέ μοι.

    Μαθητής: ἀστρονομία μὲν αὑτηί.

    Στρεψιάδης: τουτὶ δὲ τί;

    Μαθητής: γεωμετρία.

    Στρεψιάδης: τοῦτʼ οὖν τί ἐστι χρήσιμον;

    Μαθητής: γῆν ἀναμετρῆσαι.

    Στρεψιάδης: πότερα τὴν κληρουχικήν;

    Μαθητής: οὔκ, ἀλλὰ τὴν σύμπασαν.

    Στρεψιάδης: ἀστεῖον λέγεις.

    τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον.

    Μαθητής: αὕτη δέ σοι γῆς περίοδος πάσης. ὁρᾷς;

    αἵδε μὲν Ἀθῆναι.

    Στρεψιάδης: τί σὺ λέγεις; οὐ πείθομαι,

    ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους.

    Μαθητής: ὡς τοῦτʼ ἀληθῶς Ἀττικὸν τὸ χωρίον.

    Στρεψιάδης: καὶ ποῦ Κικυννῆς εἰσὶν οὑμοὶ δημόται;

    Μαθητής: ἐνταῦθʼ ἔνεισιν. ἡ δέ γʼ Εὔβοἰ, ὡς ὁρᾷς,

    ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ.

    Στρεψιάδης: οἶδʼ· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους.

    ἀλλʼ ἡ Λακεδαίμων ποῦ ʼσθʼ;

    Μαθητής: ὅπου ʼστίν; αὑτηί.

    Στρεψιάδης: ὡς ἐγγὺς ἡμῶν. τοῦτο πάνυ φροντίζετε,

    ταύτην ἀφʼ ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ.

    Μαθητής: ἀλλʼ οὐχ οἷόν τε.

    Στρεψιάδης: νὴ Δίʼ οἰμώξεσθʼ ἄρα.

    φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ;

    Μαθητής: αὐτός.

    Στρεψιάδης: τίς αὐτός;

    Μαθητής: Σωκράτης.

    Στρεψιάδης: ὦ Σώκρατες.

    ἴθʼ οὗτος, ἀναβόησον αὐτόν μοι μέγα.

    Μαθητής: αὐτὸς μὲν οὖν σὺ κάλεσον· οὐ γάρ μοι σχολή.

    Στρεψιάδης: ὦ Σώκρατες,

    ὦ Σωκρατίδιον.

    Σωκράτης: τί με καλεῖς ὦφήμερε;

    Στρεψιάδης: πρῶτον μὲν ὅ τι δρᾷς ἀντιβολῶ κάτειπέ μοι.

    Σωκράτης: ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.

    Στρεψιάδης: ἔπειτʼ ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς,

    ἀλλʼ οὐκ ἀπὸ τῆς γῆς, εἴπερ;

    Σωκράτης: οὐ γὰρ ἄν ποτε

    ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα,

    εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα

    λεπτὴν καταμείξας ἐς τὸν ὅμοιον ἀέρα.

    εἰ δʼ ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν,

    οὐκ ἄν ποθʼ ηὗρον· οὐ γὰρ ἀλλʼ ἡ γῆ βίᾳ

    ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.

    πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα.

    Στρεψιάδης: τί φῄς;

    ἡ φροντὶς ἕλκει τὴν ἰκμάδʼ ἐς τὰ κάρδαμα;

    ἴθι νυν κατάβηθʼ ὦ Σωκρατίδιον ὡς ἐμέ,

    ἵνα με διδάξῃς ὧνπερ οὕνεκʼ ἐλήλυθα.

    Σωκράτης: ἦλθες δὲ κατὰ τί;

    Στρεψιάδης: βουλόμενος μαθεῖν λέγειν.

    ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων

    ἄγομαι φέρομαι, τὰ χρήματʼ ἐνεχυράζομαι.

    Σωκράτης: πόθεν δʼ ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος;

    Στρεψιάδης: νόσος μʼ ἐπέτριψεν ἱππικὴ δεινὴ φαγεῖν.

    ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,

    τὸν μηδὲν ἀποδιδόντα. μισθὸν δʼ ὅντινʼ ἂν

    πράττῃ μʼ ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.

    Σωκράτης: ποίους θεοὺς ὀμεῖ σύ; πρῶτον γὰρ θεοὶ

    ἡμῖν νόμισμʼ οὐκ ἔστι.

    Στρεψιάδης: τῷ γὰρ ὄμνυτʼ; ἢ

    σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ;

    Σωκράτης: βούλει τὰ θεῖα πράγματʼ εἰδέναι σαφῶς

    ἅττʼ ἐστὶν ὀρθῶς;

    Στρεψιάδης: νὴ Δίʼ εἴπερ ἔστι γε.

    Σωκράτης: καὶ ξυγγενέσθαι ταῖς Νεφέλαισιν ἐς λόγους,

    ταῖς ἡμετέραισι δαίμοσιν;

    Στρεψιάδης: μάλιστά γε.

    Σωκράτης: κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.

    Στρεψιάδης: ἰδοὺ κάθημαι.

    Σωκράτης: τουτονὶ τοίνυν λαβὲ

    τὸν στέφανον.

    Στρεψιάδης: ἐπὶ τί στέφανον; οἴμοι Σώκρατες

    ὥσπερ με τὸν Ἀθάμανθʼ ὅπως μὴ θύσετε.

    Σωκράτης: οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους

    ἡμεῖς ποιοῦμεν.

    Στρεψιάδης: εἶτα δὴ τί κερδανῶ;

    Σωκράτης: λέγειν γενήσει τρῖμμα κρόταλον παιπάλη.

    ἀλλʼ ἔχʼ ἀτρεμί.

    Στρεψιάδης: μὰ τὸν Δίʼ οὐ ψεύσει γέ με·

    καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.

    Σωκράτης: εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν.

    ὦ δέσποτʼ ἄναξ ἀμέτρητʼ Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον,

    λαμπρός τʼ Αἰθὴρ σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυνοι,

    ἄρθητε φάνητʼ ὦ δέσποιναι τῷ φροντιστῇ μετέωροι.

    Στρεψιάδης: μήπω μήπω γε πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ.

    τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμονʼ ἔχοντα.

    Σωκράτης: ἔλθετε δῆτʼ ὦ πολυτίμητοι Νεφέλαι τῷδʼ εἰς ἐπίδειξιν·

    εἴτʼ ἐπʼ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε,

    εἴτʼ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις,

    εἴτʼ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν,

    ἢ Μαιῶτιν λίμνην ἔχετʼ ἢ σκόπελον νιφόεντα Μίμαντος·

    ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.

    Χορός: ἀέναοι Νεφέλαι

    ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον,

    πατρὸς ἀπʼ Ὠκεανοῦ βαρυαχέος

    ὑψηλῶν ὀρέων κορυφὰς ἐπὶ

    δενδροκόμους, ἵνα

    τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα,

    καρπούς τʼ ἀρδομέναν ἱερὰν χθόνα,

    καὶ ποταμῶν ζαθέων κελαδήματα,

    καὶ πόντον κελάδοντα βαρύβρομον·

    ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται

    μαρμαρέαις ἐν αὐγαῖς.

    ἀλλʼ ἀποσεισάμεναι νέφος ὄμβριον

    ἀθανάτας ἰδέας ἐπιδώμεθα

    τηλεσκόπῳ ὄμματι γαῖαν.

    Σωκράτης: ὦ μέγα σεμναὶ Νεφέλαι φανερῶς ἠκούσατέ μου καλέσαντος.

    ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου;

    Στρεψιάδης: καὶ σέβομαί γʼ ὦ πολυτίμητοι καὶ βούλομαι ἀνταποπαρδεῖν

    πρὸς τὰς βροντάς· οὕτως αὐτὰς τετρεμαίνω καὶ πεφόβημαι·

    κεἰ θέμις ἐστίν, νυνί γʼ ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω.

    Σωκράτης: οὐ μὴ σκώψει μηδὲ ποιήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι,

    ἀλλʼ εὐφήμει· μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.

    Χορός: παρθένοι ὀμβροφόροι

    ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶν

    Κέκροπος ὀψόμεναι πολυήρατον·

    οὗ σέβας ἀρρήτων ἱερῶν, ἵνα

    μυστοδόκος δόμος

    ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται,

    οὐρανίοις τε θεοῖς δωρήματα,

    ναοί θʼ ὑψερεφεῖς καὶ ἀγάλματα,

    καὶ πρόσοδοι μακάρων ἱερώταται,

    εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε,

    παντοδαπαῖς ἐν ὥραις,

    ἦρί τʼ ἐπερχομένῳ Βρομία χάρις,

    εὐκελάδων τε χορῶν ἐρεθίσματα,

    καὶ μοῦσα βαρύβρομος αὐλῶν.

    Στρεψιάδης: πρὸς τοῦ Διὸς ἀντιβολῶ σε φράσον, τίνες εἴσʼ ὦ Σώκρατες αὗται

    αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν; μῶν ἡρῷναί τινές εἰσιν;

    Σωκράτης: ἥκιστʼ ἀλλʼ οὐράνιαι Νεφέλαι μεγάλαι θεαὶ ἀνδράσιν ἀργοῖς·

    αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν

    καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.

    Στρεψιάδης: ταῦτʼ ἄρʼ ἀκούσασʼ αὐτῶν τὸ φθέγμʼ ἡ ψυχή μου πεπότηται,

    καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν,

    καὶ γνωμιδίῳ γνώμην νύξασʼ ἑτέρῳ λόγῳ ἀντιλογῆσαι·

    ὥστʼ εἴ πως ἔστιν ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ.

    Σωκράτης: βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθʼ· ἤδη γὰρ ὁρῶ κατιούσας

    ἡσυχῇ αὐτάς.

    Στρεψιάδης: φέρε ποῦ; δεῖξον.

    Σωκράτης: χωροῦσʼ αὗται πάνυ πολλαὶ

    διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι.

    Στρεψιάδης: τί τὸ χρῆμα;

    ὡς οὐ καθορῶ.

    Σωκράτης: παρὰ τὴν εἴσοδον.

    Στρεψιάδης: ἤδη νυνὶ μόλις οὕτως.

    Σωκράτης: νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κολοκύνταις.

    Στρεψιάδης: νὴ Δίʼ ἔγωγʼ, ὦ πολυτίμητοι· πάντα γὰρ ἤδη κατέχουσιν.

    Σωκράτης: ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδησθʼ οὐδʼ ἐνόμιζες;

    Στρεψιάδης: μὰ Δίʼ ἀλλʼ ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ καπνὸν εἶναι.

    Σωκράτης: οὐ γὰρ μὰ Δίʼ οἶσθʼ ὁτιὴ πλείστους αὗται βόσκουσι σοφιστάς,

    Θουριομάντεις ἰατροτέχνας σφραγιδονυχαργοκομήτας,

    κυκλίων τε χορῶν ᾀσματοκάμπτας ἄνδρας μετεωροφένακας,

    οὐδὲν δρῶντας βόσκουσʼ ἀργούς, ὅτι ταύτας μουσοποιοῦσιν.

    Στρεψιάδης: ταῦτʼ ἄρʼ ἐποίουν ὑγρᾶν Νεφελᾶν στρεπταιγλᾶν δάιον ὁρμάν,

    πλοκάμους θʼ ἑκατογκεφάλα Τυφῶ πρημαινούσας τε θυέλλας,

    εἶτʼ ἀερίας διεράς, γαμψοὺς οἰωνοὺς ἀερονηχεῖς,

    ὄμβρους θʼ ὑδάτων δροσερᾶν Νεφελᾶν· εἶτʼ ἀντʼ αὐτῶν κατέπινον

    κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τʼ ὀρνίθεια κιχηλᾶν.

    Σωκράτης: διὰ μέντοι τάσδʼ οὐχὶ δικαίως;

    Στρεψιάδης: λέξον δή μοι, τί παθοῦσαι,

    εἴπερ νεφέλαι γʼ εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν;

    οὐ γὰρ ἐκεῖναί γʼ εἰσὶ τοιαῦται.

    Σωκράτης: φέρε ποῖαι γάρ τινές εἰσιν;

    Στρεψιάδης: οὐκ οἶδα σαφῶς· εἴξασιν γοῦν ἐρίοισιν πεπταμένοισιν,

    κοὐχὶ γυναιξὶν μὰ Δίʼ οὐδʼ ὁτιοῦν· αὗται δὲ ῥῖνας ἔχουσιν.

    Σωκράτης: ἀπόκριναί νυν ἅττʼ ἂν ἔρωμαι.

    Στρεψιάδης: λέγε νυν ταχέως ὅ τι βούλει.

    Σωκράτης: ἤδη ποτʼ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν,

    ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ;

    Στρεψιάδης: νὴ Δίʼ ἔγωγʼ. εἶτα τί τοῦτο;

    Σωκράτης: γίγνονται πάνθʼ ὅ τι βούλονται· κᾆτʼ ἢν μὲν ἴδωσι κομήτην

    ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου,

    σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς.

    Στρεψιάδης: τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί δρῶσιν;

    Σωκράτης: ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο.

    Στρεψιάδης: ταῦτʼ ἄρα ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς ἰδοῦσαι,

    ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτʼ ἐγένοντο.

    Σωκράτης: καὶ νῦν γʼ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτʼ ἐγένοντο γυναῖκες.

    Στρεψιάδης: χαίρετε τοίνυν ὦ δέσποιναι· καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ,

    οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι.

    Χορός: χαῖρʼ ὦ πρεσβῦτα παλαιογενὲς θηρατὰ λόγων φιλομούσων,

    σύ τε λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅ τι χρῄζεις·

    οὐ γὰρ ἂν ἄλλῳ γʼ ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν

    πλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δέ,

    ὅτι βρενθύει τʼ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις,

    κἀνυπόδητος κακὰ πόλλʼ ἀνέχει κἀφʼ ἡμῖν σεμνοπροσωπεῖς.

    Στρεψιάδης: ὦ γῆ τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες.

    Σωκράτης: αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντʼ ἐστὶ φλύαρος.

    Στρεψιάδης: ὁ Ζεὺς δʼ ἡμῖν, φέρε πρὸς τῆς γῆς, οὑλύμπιος οὐ θεός ἐστιν;

    Σωκράτης: ποῖος Ζεύς; οὐ μὴ ληρήσεις· οὐδʼ ἔστι Ζεύς.

    Στρεψιάδης: τί λέγεις σύ;

    ἀλλὰ τίς ὕει; τουτὶ γὰρ ἔμοιγʼ ἀπόφηναι πρῶτον ἁπάντων.

    Σωκράτης: αὗται δήπου· μεγάλοις δέ σʼ ἐγὼ σημείοις αὐτὸ διδάξω.

    φέρε ποῦ γὰρ πώποτʼ ἄνευ Νεφελῶν ὕοντʼ ἤδη τεθέασαι;

    καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δʼ ἀποδημεῖν.

    Στρεψιάδης: νὴ τὸν Ἀπόλλω τοῦτό γέ τοι δὴ τῷ νῦν λόγῳ εὖ προσέφυσας·

    καίτοι πρότερον τὸν Δίʼ ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν.

    ἀλλʼ ὅστις ὁ βροντῶν ἐστι φράσον· τοῦτό με ποιεῖ τετρεμαίνειν.

    Σωκράτης: αὗται βροντῶσι κυλινδόμεναι.

    Στρεψιάδης: τῷ τρόπῳ ὦ πάντα σὺ τολμῶν;

    Σωκράτης: ὅταν ἐμπλησθῶσʼ ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι,

    κατακρημνάμεναι πλήρεις ὄμβρου διʼ ἀνάγκην, εἶτα βαρεῖαι

    εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.

    Στρεψιάδης: ὁ δʼ ἀναγκάζων ἐστὶ τίς αὐτάς, οὐχ ὁ Ζεύς, ὥστε φέρεσθαι;

    Σωκράτης: ἥκιστʼ ἀλλʼ αἰθέριος Δῖνος.

    Στρεψιάδης: Δῖνος; τουτί μʼ ἐλελήθειν,

    ὁ Ζεὺς οὐκ ὤν, ἀλλʼ ἀντʼ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων.

    ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μʼ ἐδίδαξας.

    Σωκράτης: οὐκ ἤκουσάς μου τὰς Νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ

    ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα;

    Στρεψιάδης: φέρε τουτὶ τῷ χρὴ πιστεύειν;

    Σωκράτης: ἀπὸ σαυτοῦ ʼγώ σε διδάξω.

    ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτʼ ἐταράχθης

    τὴν γαστέρα, καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν;

    Στρεψιάδης: νὴ τὸν Ἀπόλλω καὶ δεινὰ ποιεῖ γʼ εὐθύς μοι, καὶ τετάρακται

    χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν·

    ἀτρέμας πρῶτον παππὰξ παππάξ, κἄπειτʼ ἐπάγει παπαπαππάξ,

    χὤταν χέζω, κομιδῇ βροντᾷ παπαπαππὰξ ὥσπερ ἐκεῖναι.

    Σωκράτης: σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα πέπορδας·

    τὸν δʼ Ἀέρα τόνδʼ ὄντʼ ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα βροντᾶν;

    Στρεψιάδης: ταῦτʼ ἄρα καὶ τὠνόματʼ ἀλλήλοιν βροντὴ καὶ πορδὴ ὁμοίω.

    ἀλλʼ ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο δίδαξον,

    καὶ καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλύει;

    τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἵησʼ ἐπὶ τοὺς ἐπιόρκους.

    Σωκράτης: καὶ πῶς ὦ μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε,

    εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτʼ οὐχὶ Σίμωνʼ ἐνέπρησεν

    οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον; καίτοι σφόδρα γʼ εἴσʼ ἐπίορκοι·

    ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον ἄκρον Ἀθηνέων

    καὶ τὰς δρῦς τὰς μεγάλας· τί μαθών; οὐ γὰρ δὴ δρῦς γʼ ἐπιορκεῖ.

    Στρεψιάδης: οὐκ οἶδʼ· ἀτὰρ εὖ σὺ λέγειν φαίνει. τί γάρ ἐστιν δῆθʼ ὁ κεραυνός;

    Σωκράτης: ὅταν ἐς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλῃσθῇ,

    ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθʼ ὑπʼ ἀνάγκης

    ῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα,

    ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων.

    Στρεψιάδης: νὴ Δίʼ ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισιν

    ὀπτῶν γαστέρα τοῖς συγγενέσιν, κᾆτʼ οὐκ ἔσχων ἀμελήσας·

    ἡ δʼ ἄρʼ ἐφυσᾶτʼ, εἶτʼ ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ

    τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον.

    Χορός: ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε παρʼ ἡμῶν,

    ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι γενήσει,

    εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστιν

    ἐν τῇ ψυχῇ, καὶ μὴ κάμνεις μήθʼ ἑστὼς μήτε βαδίζων,

    μήτε ῥιγῶν ἄχθει λίαν μήτʼ ἀριστᾶν ἐπιθυμεῖς,

    οἴνου τʼ ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων,

    καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα,

    νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων.

    Στρεψιάδης: ἀλλʼ οὕνεκά γε ψυχῆς στερρᾶς δυσκολοκοίτου τε μερίμνης

    καὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου,

    ἀμέλει θαρρῶν οὕνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμʼ ἄν.

    Σωκράτης: ἄλλο τι δῆτʼ οὖν νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ ἡμεῖς,

    τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν γλῶτταν, τρία ταυτί;

    Στρεψιάδης: οὐδʼ ἂν διαλεχθείην γʼ ἀτεχνῶς τοῖς ἄλλοις οὐδʼ ἂν ἀπαντῶν·

    οὐδʼ ἂν θύσαιμʼ, οὐδʼ ἂν σπείσαιμʼ, οὐδʼ ἐπιθείην λιβανωτόν.

    Χορός: λέγε νυν ἡμῖν ὅ τι σοι δρῶμεν θαρρῶν, ὡς οὐκ ἀτυχήσεις

    ἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι.

    Στρεψιάδης: ὦ δέσποιναι δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν,

    τῶν Ἑλλήνων εἶναί με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον.

    Χορός: ἀλλʼ ἔσται σοι τοῦτο παρʼ ἡμῶν· ὥστε τὸ λοιπόν γʼ ἀπὸ τουδὶ

    ἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ.

    Στρεψιάδης: μὴ ʼμοί γε λέγειν γνώμας μεγάλας· οὐ γὰρ τούτων ἐπιθυμῶ,

    ἀλλʼ ὅσʼ ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας διολισθεῖν.

    Χορός: τεύξει τοίνυν ὧν ἱμείρεις· οὐ γὰρ μεγάλων ἐπιθυμεῖς.

    ἀλλὰ σεαυτὸν θαρρῶν παράδος τοῖς ἡμετέροις προπόλοισιν.

    Στρεψιάδης: δράσω ταῦθʼ ὑμῖν πιστεύσας· ἡ γὰρ ἀνάγκη με πιέζει

    διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μʼ ἐπέτριψεν.

    νῦν οὖν ἀτεχνῶς ὅ τι βούλονται

    τουτὶ τοὐμὸν σῶμʼ αὐτοῖσιν

    παρέχω, τύπτειν πεινῆν διψῆν

    αὐχμεῖν ῥιγῶν ἀσκὸν δείρειν,

    εἴπερ τὰ χρέα διαφευξοῦμαι,

    τοῖς τʼ ἀνθρώποις εἶναι δόξω

    θρασὺς εὔγλωττος τολμηρὸς ἴτης

    βδελυρὸς ψευδῶν συγκολλητὴς

    εὑρησιεπὴς περίτριμμα δικῶν

    κύρβις κρόταλον κίναδος τρύμη

    μάσθλης εἴρων γλοιὸς ἀλαζὼν

    κέντρων μιαρὸς στρόφις ἀργαλέος

    ματιολοιχός·

    ταῦτʼ εἴ με καλοῦσʼ ἁπαντῶντες,

    δρώντων ἀτεχνῶς ὅ τι χρῄζουσιν,

    κεἰ βούλονται

    νὴ τὴν Δήμητρʼ ἔκ μου χορδὴν

    τοῖς φροντισταῖς παραθέντων.

    Χορός: λῆμα μὲν πάρεστι τῷδέ γʼ

    οὐκ ἄτολμον ἀλλʼ ἕτοιμον. ἴσθι δʼ ὡς

    ταῦτα μαθὼν παρʼ ἐμοῦ κλέος οὐρανόμηκες

    ἐν βροτοῖσιν ἕξεις.

    Στρεψιάδης: τί πείσομαι;

    Χορός: τὸν πάντα χρόνον μετʼ ἐμοῦ

    ζηλωτότατον βίον ἀνθρώπων διάξεις.

    Στρεψιάδης: ἆρά γε τοῦτʼ ἄρʼ ἐγώ ποτʼ

    ὄψομαι;

    Χορός: ὥστε γέ σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι,

    βουλομένους ἀνακοινοῦσθαί τε καὶ ἐς λόγον ἐλθεῖν

    πράγματα κἀντιγραφὰς πολλῶν ταλάντων,

    ἄξια σῇ φρενὶ συμβουλευσομένους μετὰ σοῦ.

    Χορός: ἀλλʼ ἐγχείρει τὸν πρεσβύτην ὅ τι περ μέλλεις προδιδάσκειν,

    καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ.

    Σωκράτης: ἄγε δὴ κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον,

    ἵνʼ αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς

    ἤδη ʼπὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.

    Στρεψιάδης: τί δέ; τειχομαχεῖν μοι διανοεῖ πρὸς τῶν θεῶν;

    Σωκράτης: οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι.

    ἦ μνημονικὸς εἶ;

    Στρεψιάδης: δύο τρόπω νὴ τὸν Δία·

    ἢν μὲν γὰρ ὀφείληταί τί μοι, μνήμων πάνυ·

    ἐὰν δʼ ὀφείλω, σχέτλιος, ἐπιλήσμων πάνυ.

    Σωκράτης: ἔνεστι δῆτα μανθάνειν ἐν τῇ φύσει;

    Στρεψιάδης: λέγειν μὲν οὐκ ἔνεστʼ, ἀποστερεῖν δʼ ἔνι.

    Σωκράτης: πῶς οὖν δυνήσει μανθάνειν;

    Στρεψιάδης: ἀμέλει καλῶς.

    Σωκράτης: ἄγε νυν ὅπως, ὅταν τι προβάλλω σοι σοφὸν

    περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει.

    Στρεψιάδης: τί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι;

    Σωκράτης: ἄνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος.

    δέδοικά σʼ ὦ πρεσβῦτα μὴ πληγῶν δέει.

    φέρʼ ἴδω τί δρᾷς, ἤν τίς σε τύπτῃ;

    Στρεψιάδης: τύπτομαι,

    ἔπειτʼ ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι,

    εἶτʼ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.

    Σωκράτης: ἴθι νυν κατάθου θοἰμάτιον.

    Στρεψιάδης: ἠδίκηκά τι;

    Σωκράτης: οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται.

    Στρεψιάδης: ἀλλʼ οὐχὶ φωράσων ἔγωγʼ εἰσέρχομαι.

    Σωκράτης: κατάθου. τί ληρεῖς;

    Στρεψιάδης: εἰπὲ δή νύν μοι·

    Σωκράτης: τὸ τί;

    Στρεψιάδης: ἢν ἐπιμελὴς ὦ καὶ προθύμως μανθάνω,

    τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι;

    Σωκράτης: οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν.

    Στρεψιάδης: οἴμοι κακοδαίμων ἡμιθνὴς γενήσομαι.

    Σωκράτης: οὐ μὴ λαλήσεις, ἀλλʼ ἀκολουθήσεις ἐμοὶ

    ἀνύσας τι δευρὶ θᾶττον;

    Στρεψιάδης: ἐς τὼ χεῖρέ νυν

    δός μοι μελιτοῦτταν πρότερον· ὡς δέδοικʼ ἐγὼ

    εἴσω καταβαίνων ὥσπερ ἐς Τροφωνίου.

    Σωκράτης: χώρει· τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;

    Χορός: ἀλλʼ ἴθι χαίρων τῆς ἀνδρείας

    οὕνεκα ταύτης.

    εὐτυχία γένοιτο τἀνθρώπῳ,

    ὅτι προήκων

    ἐς βαθὺ τῆς ἡλικίας

    νεωτέροις τὴν φύσιν αὑτοῦ

    πράγμασιν χρωτίζεται

    καὶ σοφίαν ἐπασκεῖ.

    Χορός: ὦ θεώμενοι κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως

    τἀληθῆ νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.

    οὕτω νικήσαιμί τʼ ἐγὼ καὶ νομιζοίμην σοφός,

    ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς

    καὶ ταύτην σοφώτατʼ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν,

    πρώτους ἠξίωσʼ ἀναγεῦσʼ ὑμᾶς, ἣ παρέσχε μοι

    ἔργον πλεῖστον· εἶτʼ ἀνεχώρουν ὑπʼ ἀνδρῶν φορτικῶν

    ἡττηθεὶς οὐκ ἄξιος ὤν· ταῦτʼ οὖν ὑμῖν μέμφομαι

    τοῖς σοφοῖς, ὧν οὕνεκʼ ἐγὼ ταῦτʼ ἐπραγματευόμην.

    ἀλλʼ οὐδʼ ὣς ὑμῶν ποθʼ ἑκὼν προδώσω τοὺς δεξιούς.

    ἐξ ὅτου γὰρ ἐνθάδʼ ὑπʼ ἀνδρῶν, οἷς ἡδὺ καὶ λέγειν,

    ὁ σώφρων τε χὠ καταπύγων ἄριστʼ ἠκουσάτην,

    κἀγώ, παρθένος γὰρ ἔτʼ ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν,

    ἐξέθηκα, παῖς δʼ ἑτέρα τις λαβοῦσʼ ἀνείλετο,

    ὑμεῖς δʼ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε·

    ἐκ τούτου μοι πιστὰ παρʼ ὑμῖν γνώμης ἔσθʼ ὅρκια.

    νῦν οὖν Ἠλέκτραν κατʼ ἐκείνην ἥδʼ ἡ κωμῳδία

    ζητοῦσʼ ἦλθʼ, ἤν που ʼπιτύχῃ θεαταῖς οὕτω σοφοῖς·

    γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον.

    ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθʼ· ἥτις πρῶτα μὲν

    οὐδὲν ἦλθε ῥαψαμένη σκυτίον καθειμένον

    ἐρυθρὸν ἐξ ἄκρου παχύ, τοῖς παιδίοις ἵνʼ ᾖ γέλως·

    οὐδʼ ἔσκωψε τοὺς φαλακρούς, οὐδὲ κόρδαχʼ εἵλκυσεν,

    οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳ

    τύπτει τὸν παρόντʼ ἀφανίζων πονηρὰ σκώμματα,

    οὐδʼ εἰσῇξε δᾷδας ἔχουσʼ, οὐδʼ ἰοὺ ἰοὺ βοᾷ,

    ἀλλʼ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύουσʼ ἐλήλυθεν.

    κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποιητὴς οὐ κομῶ,

    οὐδʼ ὑμᾶς ζητῶ ʼξαπατᾶν δὶς καὶ τρὶς ταὔτʼ εἰσάγων,

    ἀλλʼ ἀεὶ καινὰς ἰδέας ἐσφέρων σοφίζομαι,

    οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς·

    ὃς μέγιστον ὄντα Κλέωνʼ ἔπαισʼ ἐς τὴν γαστέρα,

    κοὐκ ἐτόλμησʼ αὖθις ἐπεμπηδῆσʼ αὐτῷ κειμένῳ.

    οὗτοι δʼ, ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος,

    τοῦτον δείλαιον κολετρῶσʼ ἀεὶ καὶ τὴν μητέρα.

    Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν

    ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς,

    προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχʼ, ἣν

    Φρύνιχος πάλαι πεποίηχʼ, ἣν τὸ κῆτος ἤσθιεν.

    εἶθʼ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,

    ἄλλοι τʼ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον,

    τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.

    ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω·

    ἢν δʼ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθʼ εὑρήμασιν,

    ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.

    Χορός: ὑψιμέδοντα μὲν θεῶν

    Ζῆνα τύραννον ἐς χορὸν

    πρῶτα μέγαν κικλήσκω·

    τόν τε μεγασθενῆ τριαίνης ταμίαν,

    γῆς τε καὶ ἁλμυρᾶς θαλάσσης ἄγριον μοχλευτήν·

    καὶ μεγαλώνυμον ἡμέτερον πατέρʼ

    Αἰθέρα σεμνότατον βιοθρέμμονα πάντων·

    τόν θʼ ἱππονώμαν, ὃς ὑπερλάμπροις

    ἀκτῖσιν κατέχει

    γῆς πέδον μέγας ἐν θεοῖς

    ἐν θνητοῖσί τε δαίμων.

    Χορός: ὦ σοφώτατοι θεαταὶ δεῦρο τὸν νοῦν προσέχετε.

    ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθʼ ἐναντίον·

    πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν,

    δαιμόνων ἡμῖν μόναις οὐ θύετʼ οὐδὲ σπένδετε,

    αἵτινες τηροῦμεν ὑμᾶς. ἢν γὰρ ᾖ τις ἔξοδος

    μηδενὶ ξὺν νῷ, τότʼ ἢ βροντῶμεν ἢ ψακάζομεν.

    εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα

    ἡνίχʼ ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς συνήγομεν

    κἀποιοῦμεν δεινά, βροντὴ δʼ ἐρράγη διʼ ἀστραπῆς·

    ἡ σελήνη δʼ ἐξέλειπε τὰς ὁδούς, ὁ δʼ ἥλιος

    τὴν θρυαλλίδʼ εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας

    οὐ φανεῖν ἔφασκεν ὑμῖν, εἰ στρατηγήσει Κλέων.

    ἀλλʼ ὅμως εἵλεσθε τοῦτον. φασὶ γὰρ δυσβουλίαν

    τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεοὺς

    ἅττʼ ἂν ὑμεῖς ἐξαμάρτητʼ ἐπὶ τὸ βέλτιον τρέπειν.

    ὡς δὲ καὶ τοῦτο ξυνοίσει ῥᾳδίως διδάξομεν·

    ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς

    εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα,

    αὖθις ἐς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε,

    ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει συνοίσεται.

    Χορός: ἀμφί μοι αὖτε Φοῖβʼ ἄναξ

    Δήλιε Κυνθίαν ἔχων

    ὑψικέρατα πέτραν,

    ἥ τʼ Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις

    οἶκον ἐν ᾧ κόραι σε Λυδῶν μεγάλως σέβουσιν,

    ἥ τʼ ἐπιχώριος ἡμετέρα θεὸς

    αἰγίδος ἡνίοχος πολιοῦχος Ἀθάνα,

    Παρνασσίαν θʼ ὃς κατέχων

    πέτραν σὺν πεύκαις σελαγεῖ

    Βάκχαις Δελφίσιν ἐμπρέπων,

    κωμαστὴς Διόνυσος.

    Χορός: ἡνίχʼ ἡμεῖς δεῦρʼ ἀφορμᾶσθαι παρεσκευάσμεθα,

    ἡ σελήνη συντυχοῦσʼ ἡμῖν ἐπέστειλεν φράσαι,

    πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις·

    εἶτα θυμαίνειν ἔφασκε· δεινὰ γὰρ πεπονθέναι

    ὠφελοῦσʼ ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλʼ ἐμφανῶς.

    πρῶτα μὲν τοῦ μηνὸς ἐς δᾷδʼ οὐκ ἔλαττον ἢ δραχμήν,

    ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας,

    μὴ πρίῃ παῖ δᾷδʼ, ἐπειδὴ φῶς σεληναίας καλόν.

    ἄλλα τʼ εὖ δρᾶν φησιν, ὑμᾶς δʼ οὐκ ἄγειν τὰς ἡμέρας

    οὐδὲν ὀρθῶς, ἀλλʼ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν·

    ὥστʼ ἀπειλεῖν φησιν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε

    ἡνίκʼ ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε,

    τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν.

    κᾆθʼ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε·

    πολλάκις δʼ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν,

    ἡνίκʼ ἂν πενθῶμεν ἢ τὸν Μέμνονʼ ἢ Σαρπηδόνα,

    σπένδεθʼ ὑμεῖς καὶ γελᾶτʼ· ἀνθʼ ὧν λαχὼν Ὑπέρβολος

    τῆτες ἱερομνημονεῖν, κἄπειθʼ ὑφʼ ἡμῶν τῶν θεῶν

    τὸν στέφανον ἀφῃρέθη· μᾶλλον γὰρ οὕτως εἴσεται

    κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.

    Σωκράτης: μὰ τὴν Ἀναπνοὴν μὰ τὸ Χάος μὰ τὸν Ἀέρα

    οὐκ εἶδον οὕτως ἄνδρʼ ἄγροικον οὐδένα

    οὐδʼ ἄπορον οὐδὲ σκαιὸν οὐδʼ ἐπιλήσμονα·

    ὅστις σκαλαθυρμάτιʼ ἄττα μικρὰ μανθάνων

    ταῦτʼ ἐπιλέλησται πρὶν μαθεῖν· ὅμως γε μὴν

    αὐτὸν καλῶ θύραζε δευρὶ πρὸς τὸ φῶς.

    ποῦ Στρεψιάδης; ἔξει τὸν ἀσκάντην λαβών;

    Στρεψιάδης: ἀλλʼ οὐκ ἐῶσί μʼ ἐξενεγκεῖν οἱ κόρεις.

    Σωκράτης: ἀνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν.

    Στρεψιάδης: ἰδού.

    Σωκράτης: ἄγε δὴ τί βούλει πρῶτα νυνὶ μανθάνειν

    ὧν οὐκ ἐδιδάχθης πώποτʼ οὐδέν; εἰπέ μοι.

    πότερα περὶ μέτρων ἢ περὶ ἐπῶν ἢ ῥυθμῶν;

    Στρεψιάδης: περὶ τῶν μέτρων ἔγωγʼ· ἔναγχος γάρ ποτε

    ὑπʼ ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ.

    Σωκράτης: οὐ τοῦτʼ ἐρωτῶ σʼ, ἀλλʼ ὅ τι κάλλιστον μέτρον

    ἡγεῖ· πότερα τὸ τρίμετρον ἢ τὸ τετράμετρον;

    Στρεψιάδης: ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιεκτέου.

    Σωκράτης: οὐδὲν λέγεις ὦνθρωπε.

    Στρεψιάδης: περίδου νυν ἐμοί,

    εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον.

    Σωκράτης: ἐς κόρακας, ὡς ἄγροικος εἶ καὶ δυσμαθής.

    ταχύ γʼ ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν.

    Στρεψιάδης: τί δέ μʼ ὠφελήσουσʼ οἱ ῥυθμοὶ πρὸς τἄλφιτα;

    Σωκράτης: πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ,

    ἐπαΐονθʼ ὁποῖός ἐστι τῶν ῥυθμῶν

    κατʼ ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον.

    Στρεψιάδης: κατὰ δάκτυλον; νὴ τὸν Δίʼ, ἀλλʼ οἶδʼ.

    Σωκράτης: εἰπὲ δή.

    Στρεψιάδης: τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου;

    πρὸ τοῦ μέν, ἔτʼ ἐμοῦ παιδὸς ὄντος, οὑτοσί.

    Σωκράτης: ἀγρεῖος εἶ καὶ σκαιός.

    Στρεψιάδης: οὐ γὰρ ᾠζυρὲ

    τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν.

    Σωκράτης: τί δαί;

    Στρεψιάδης: ἐκεῖνʼ ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.

    Σωκράτης: ἀλλʼ ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν,

    τῶν τετραπόδων ἅττʼ ἐστὶν ὀρθῶς ἄρρενα.

    Στρεψιάδης: ἀλλʼ οἶδʼ ἔγωγε τἄρρενʼ, εἰ μὴ μαίνομαι·

    κριὸς τράγος ταῦρος κύων ἀλεκτρυών.

    Σωκράτης: ὁρᾷς ὃ πάσχεις; τήν τε θήλειαν καλεῖς

    ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.

    Στρεψιάδης: πῶς δὴ φέρʼ;

    Σωκράτης: ὅπως; ἀλεκτρυὼν κἀλεκτρυών.

    Στρεψιάδης: νὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν;

    Σωκράτης: ἀλεκτρύαιναν, τὸν δʼ ἕτερον ἀλέκτορα.

    Στρεψιάδης: ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα·

    ὥστʼ ἀντὶ τούτου τοῦ διδάγματος μόνου

    διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.

    Σωκράτης: ἰδοὺ μάλʼ αὖθις τοῦθʼ ἕτερον· τὴν κάρδοπον

    ἄρρενα καλεῖς θήλειαν οὖσαν.

    Στρεψιάδης: τῷ τρόπῳ

    ἄρρενα καλῶ ʼγὼ κάρδοπον;

    Σωκράτης: μάλιστά γε,

    ὥσπερ γε καὶ Κλεώνυμον.

    Στρεψιάδης: πῶς δή; φράσον.

    Σωκράτης: ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.

    Στρεψιάδης: ἀλλʼ ὦγάθʼ οὐδʼ ἦν κάρδοπος Κλεωνύμῳ,

    ἀλλʼ ἐν θυείᾳ στρογγύλῃ γʼ ἂν ἐμάττετο.

    ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν;

    Σωκράτης: ὅπως;

    τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.

    Στρεψιάδης: τὴν καρδόπην θήλειαν;

    Σωκράτης: ὀρθῶς γὰρ λέγεις.

    Στρεψιάδης: ἐκεῖνο δʼ ἦν ἄν, καρδόπη, Κλεωνύμη.

    Σωκράτης: ἔτι δή γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ,

    ἅττʼ ἄρρενʼ ἐστίν, ἅττα δʼ αὐτῶν θήλεα.

    Στρεψιάδης: ἀλλʼ οἶδʼ ἔγωγʼ ἃ θήλεʼ ἐστίν.

    Σωκράτης: εἰπὲ δή.

    Στρεψιάδης: Λύσιλλα Φίλιννα Κλειταγόρα Δημητρία.

    Σωκράτης: ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων;

    Στρεψιάδης: μυρία.

    Φιλόξενος Μελησίας Ἀμυνίας.

    Σωκράτης: ἀλλʼ ὦ πόνηρε ταῦτά γʼ ἐστʼ οὐκ ἄρρενα.

    Στρεψιάδης: οὐκ ἄρρενʼ ὑμῖν ἐστιν;

    Σωκράτης: οὐδαμῶς γʼ, ἐπεὶ

    πῶς ἂν καλέσειας ἐντυχὼν Ἀμυνίᾳ;

    Στρεψιάδης: ὅπως ἄν; ὡδί, δεῦρο δεῦρʼ Ἀμυνία.

    Σωκράτης: ὁρᾷς; γυναῖκα τὴν Ἀμυνίαν καλεῖς.

    Στρεψιάδης: οὔκουν δικαίως ἥτις οὐ στρατεύεται;

    ἀτὰρ τί ταῦθʼ ἃ πάντες ἴσμεν μανθάνω;

    Σωκράτης: οὐδὲν μὰ Δίʼ ἀλλὰ κατακλινεὶς δευρὶ —

    Στρεψιάδης: τί δρῶ;

    Σωκράτης: ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων.

    Στρεψιάδης: μὴ δῆθʼ ἱκετεύω σʼ ἐνγεταῦθʼ· ἀλλʼ εἴ γε χρή,

    χαμαί μʼ ἔασον αὐτὰ ταῦτʼ ἐκφροντίσαι.

    Σωκράτης: οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα.

    Στρεψιάδης: κακοδαίμων ἐγώ,

    οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.

    Χορός: φρόντιζε δὴ καὶ διάθρει πάντα τρόπον τε σαυτὸν

    στρόβει πυκνώσας.

    ταχὺς δʼ, ὅταν εἰς ἄπορον πέσῃς,

    ἐπʼ ἄλλο πήδα

    νόημα φρενός· ὕπνος δʼ ἀπέστω γλυκύθυμος ὀμμάτων.

    Στρεψιάδης: ἀτταταῖ ἀτταταῖ.

    Χορός: τί πάσχεις; τί κάμνεις;

    Στρεψιάδης: ἀπόλλυμαι δείλαιος· ἐκ τοῦ σκίμποδος

    δάκνουσί μʼ ἐξέρποντες οἱ Κορίνθιοι,

    καὶ τὰς πλευρὰς δαρδάπτουσιν

    καὶ τὴν ψυχὴν ἐκπίνουσιν

    καὶ τοὺς ὄρχεις ἐξέλκουσιν

    καὶ τὸν πρωκτὸν διορύττουσιν,

    καί μʼ ἀπολοῦσιν.

    Χορός: μή νυν βαρέως ἄλγει λίαν.

    Στρεψιάδης: καὶ πῶς; ὅτε μου

    φροῦδα τὰ χρήματα, φρούδη χροιά,

    φρούδη ψυχή, φρούδη δʼ ἐμβάς·

    καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς

    φρουρᾶς ᾄδων

    ὀλίγου φροῦδος γεγένημαι.

    Σωκράτης: οὗτος τί ποιεῖς; οὐχὶ φροντίζεις;

    Στρεψιάδης: ἐγώ;

    νὴ τὸν Ποσειδῶ.

    Σωκράτης: καὶ τί δῆτʼ ἐφρόντισας;

    Στρεψιάδης: ὑπὸ τῶν κόρεων εἴ μού τι περιλειφθήσεται.

    Σωκράτης: ἀπολεῖ κάκιστʼ.

    Στρεψιάδης: ἀλλʼ ὦγάθʼ ἀπόλωλʼ ἀρτίως.

    Σωκράτης: οὐ μαλθακιστέʼ ἀλλὰ περικαλυπτέα.

    ἐξευρετέος γὰρ νοῦς ἀποστερητικὸς

    κἀπαιόλημʼ.

    Στρεψιάδης: οἴμοι τίς ἂν δῆτʼ ἐπιβάλοι

    ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα;

    Σωκράτης: φέρε νυν ἀθρήσω πρῶτον ὅ τι δρᾷ τουτονί.

    οὗτος καθεύδεις;

    Στρεψιάδης: μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.

    Σωκράτης: ἔχεις τι;

    Στρεψιάδης: μὰ Δίʼ οὐ δῆτʼ ἔγωγʼ.

    Σωκράτης: οὐδὲν πάνυ;

    Στρεψιάδης: οὐδέν γε πλὴν ἢ τὸ πέος ἐν τῇ δεξιᾷ.

    Σωκράτης: οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς;

    Στρεψιάδης: περὶ τοῦ; σὺ γάρ μοι τοῦτο φράσον ὦ Σώκρατες.

    Σωκράτης: αὐτὸς ὅ τι βούλει πρῶτος ἐξευρὼν λέγε.

    Στρεψιάδης: ἀκήκοας μυριάκις ἁγὼ βούλομαι,

    περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί.

    Σωκράτης: ἴθι νῦν καλύπτου καὶ σχάσας τὴν φροντίδα

    λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα,

    ὀρθῶς διαιρῶν καὶ σκοπῶν.

    Στρεψιάδης: οἴμοι τάλας.

    Σωκράτης: ἔχʼ ἀτρέμα· κἂν ἀπορῇς τι τῶν νοημάτων,

    ἀφεὶς ἄπελθε, κατὰ τὴν γνώμην πάλιν

    κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον.

    Στρεψιάδης: ὦ Σωκρατίδιον φίλτατον.

    Σωκράτης: τί ὦ γέρον;

    Στρεψιάδης: ἔχω τόκου γνώμην ἀποστερητικήν.

    Σωκράτης: ἐπίδειξον αὐτήν.

    Στρεψιάδης: εἰπὲ δή νύν μοι —

    Σωκράτης: τὸ τί;

    Στρεψιάδης: γυναῖκα φαρμακίδʼ εἰ πριάμενος Θετταλὴν

    καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ

    αὐτὴν καθείρξαιμʼ ἐς λοφεῖον στρογγύλον,

    ὥσπερ κάτοπτρον, κᾆτα τηροίην ἔχων —

    Σωκράτης: τί δῆτα τοῦτʼ ἂν ὠφελήσειέν σʼ;

    Στρεψιάδης: ὅ τι;

    εἰ μηκέτʼ ἀνατέλλοι σελήνη μηδαμοῦ,

    οὐκ ἂν ἀποδοίην τοὺς τόκους.

    Σωκράτης: ὁτιὴ τί δή;

    Στρεψιάδης: ὁτιὴ κατὰ μῆνα τἀγύριον δανείζεται.

    Σωκράτης: εὖ γʼ· ἀλλʼ ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν.

    εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη,

    ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι.

    Στρεψιάδης: ὅπως; ὅπως; οὐκ οἶδʼ· ἀτὰρ ζητητέον.

    Σωκράτης: μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί,

    ἀλλʼ ἀποχάλα τὴν φροντίδʼ ἐς τὸν ἀέρα

    λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός.

    Στρεψιάδης: ηὕρηκʼ ἀφάνισιν τῆς δίκης σοφωτάτην,

    ὥστʼ αὐτὸν ὁμολογεῖν σʼ ἐμοί.

    Σωκράτης: ποίαν τινά;

    Στρεψιάδης: ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον

    ταύτην ἑόρακας τὴν καλήν, τὴν διαφανῆ,

    ἀφʼ ἧς τὸ πῦρ ἅπτουσι;

    Σωκράτης: τὴν ὕαλον λέγεις;

    Στρεψιάδης: ἔγωγε. φέρε τί δῆτʼ ἄν, εἰ ταύτην λαβών,

    ὁπότε γράφοιτο τὴν δίκην ὁ γραμματεύς,

    ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον

    τὰ γράμματʼ ἐκτήξαιμι τῆς ἐμῆς δίκης;

    Σωκράτης: σοφῶς γε νὴ τὰς Χάριτας.

    Στρεψιάδης: οἴμʼ ὡς ἥδομαι

    ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη.

    Σωκράτης: ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον.

    Στρεψιάδης: τὸ τί;

    Σωκράτης: ὅπως ἀποστρέψαιʼ ἂν ἀντιδικῶν δίκην

    μέλλων ὀφλήσειν μὴ παρόντων μαρτύρων.

    Στρεψιάδης: φαυλότατα καὶ ῥᾷστʼ.

    Σωκράτης: εἰπὲ δή.

    Στρεψιάδης: καὶ δὴ λέγω.

    εἰ πρόσθεν ἔτι μιᾶς ἐνεστώσης δίκης,

    πρὶν τὴν ἐμὴν καλεῖσθʼ, ἀπαγξαίμην τρέχων.

    Σωκράτης: οὐδὲν λέγεις.

    Στρεψιάδης: νὴ τοὺς θεοὺς ἔγωγʼ, ἐπεὶ

    οὐδεὶς κατʼ ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην.

    Σωκράτης: ὑθλεῖς· ἄπερρʼ, οὐκ ἂν διδάξαιμʼ ἄν σʼ ἔτι.

    Στρεψιάδης: ὁτιὴ τί; ναὶ πρὸς τῶν θεῶν ὦ Σώκρατες.

    Σωκράτης: ἀλλʼ εὐθὺς ἐπιλήθει σύ γʼ ἅττʼ ἂν καὶ μάθῃς·

    ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης; λέγε.

    Στρεψιάδης: φέρʼ ἴδω τί μέντοι πρῶτον ἦν; τί πρῶτον ἦν;

    τίς ἦν ἐν ᾗ ʼματτόμεθα μέντοι τἄλφιτα;

    οἴμοι τίς ἦν;

    Σωκράτης: οὐκ ἐς κόρακας ἀποφθερεῖ,

    ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον;

    Στρεψιάδης: οἴμοι τί οὖν δῆθʼ ὁ κακοδαίμων πείσομαι;

    ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν.

    ἀλλʼ ὦ Νεφέλαι χρηστόν τι συμβουλεύσατε.

    Χορός: ἡμεῖς μὲν ὦ πρεσβῦτα συμβουλεύομεν,

    εἴ σοί τις υἱός ἐστιν ἐκτεθραμμένος,

    πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν.

    Στρεψιάδης: ἀλλʼ ἔστʼ ἔμοιγʼ υἱὸς καλός τε κἀγαθός·

    ἀλλʼ οὐκ ἐθέλει γὰρ μανθάνειν. τί ἐγὼ πάθω;

    Χορός: σὺ δʼ ἐπιτρέπεις;

    Στρεψιάδης: εὐσωματεῖ γὰρ καὶ σφριγᾷ,

    κἄστʼ ἐκ γυναικῶν εὐπτέρων τῶν Κοισύρας.

    ἀτὰρ μέτειμί γʼ αὐτόν· ἢν δὲ μὴ ʼθέλῃ,

    οὐκ ἔσθʼ ὅπως οὐκ ἐξελῶ κʼ τῆς οἰκίας.

    ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον εἰσελθὼν χρόνον.

    Χορός: ἆρʼ αἰσθάνει πλεῖστα διʼ ἡμᾶς ἀγάθʼ αὐτίχʼ ἕξων

    μόνας θεῶν; ὡς

    ἕτοιμος ὅδʼ ἐστὶν ἅπαντα δρᾶν

    ὅσʼ ἂν κελεύῃς.

    σὺ δʼ ἀνδρὸς ἐκπεπληγμένου καὶ φανερῶς ἐπηρμένου

    γνοὺς ἀπολάψεις ὅ τι πλεῖστον δύνασαι,

    ταχέως· φιλεῖ γάρ πως τὰ τοιαῦθʼ ἑτέρᾳ τρέπεσθαι.

    Στρεψιάδης: οὔτοι μὰ τὴν Ὁμίχλην ἔτʼ ἐνταυθοῖ μενεῖς·

    ἀλλʼ ἔσθιʼ ἐλθὼν τοὺς Μεγακλέους κίονας.

    Φειδιππίδης: ὦ δαιμόνιε, τί χρῆμα πάσχεις ὦ πάτερ;

    οὐκ εὖ φρονεῖς μὰ τὸν Δία τὸν Ὀλύμπιον.

    Στρεψιάδης: ἰδού γʼ ἰδού, Δίʼ Ὀλύμπιον· τῆς μωρίας,

    τὸν Δία νομίζειν ὄντα τηλικουτονί.

    Φειδιππίδης: τί δὲ τοῦτʼ ἐγέλασας ἐτεόν;

    Στρεψιάδης: ἐνθυμούμενος

    ὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά.

    ὅμως γε μὴν πρόσελθʼ, ἵνʼ εἰδῇς πλείονα,

    καί σοι φράσω τι πρᾶγμʼ ὃ μαθὼν ἀνὴρ ἔσει.

    ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα.

    Φειδιππίδης: ἰδού· τί ἔστιν;

    Στρεψιάδης: ὤμοσας νυνὶ Δία.

    Φειδιππίδης: ἔγωγʼ.

    Στρεψιάδης: ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν;

    οὐκ ἔστιν ὦ Φειδιππίδη Ζεύς.

    Φειδιππίδης: ἀλλὰ τίς;

    Στρεψιάδης: Δῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς.

    Φειδιππίδης: αἰβοῖ τί ληρεῖς;

    Στρεψιάδης: ἴσθι τοῦθʼ οὕτως ἔχον.

    Φειδιππίδης: τίς φησι ταῦτα;

    Στρεψιάδης: Σωκράτης ὁ Μήλιος

    καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη.

    Φειδιππίδης: σὺ δʼ ἐς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας

    ὥστʼ ἀνδράσιν πείθει χολῶσιν;

    Στρεψιάδης: εὐστόμει

    καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς

    καὶ νοῦν ἔχοντας· ὧν ὑπὸ τῆς φειδωλίας

    ἀπεκείρατʼ οὐδεὶς πώποτʼ οὐδʼ ἠλείψατο,

    οὐδʼ ἐς βαλανεῖον ἦλθε λουσόμενος· σὺ δὲ

    ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον.

    ἀλλʼ ὡς τάχιστʼ ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε.

    Φειδιππίδης: τί δʼ ἂν παρʼ ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν;

    Στρεψιάδης: ἄληθες; ὅσαπερ ἔστʼ ἐν ἀνθρώποις σοφά·

    γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς.

    ἀλλʼ ἐπανάμεινόν μʼ ὀλίγον ἐνταυθοῖ χρόνον.

    Φειδιππίδης: οἴμοι τί δράσω παραφρονοῦντος τοῦ πατρός;

    πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω,

    ἢ τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω;

    Στρεψιάδης: φέρʼ ἴδω, σὺ τοῦτον τί ὀνομάζεις; εἰπέ μοι.

    Φειδιππίδης: ἀλεκτρυόνα.

    Στρεψιάδης: καλῶς γε. ταυτηνὶ δὲ τί;

    Φειδιππίδης: ἀλεκτρυόνʼ.

    Στρεψιάδης: ἄμφω ταὐτό; καταγέλαστος εἶ.

    μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν

    ἀλεκτρύαιναν τουτονὶ δʼ ἀλέκτορα.

    Φειδιππίδης: ἀλεκτρύαιναν; ταῦτʼ ἔμαθες τὰ δεξιὰ

    εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς;

    Στρεψιάδης: χἄτερά γε πόλλʼ· ἀλλʼ ὅ τι μάθοιμʼ ἑκάστοτε,

    ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν.

    Φειδιππίδης: διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας;

    Στρεψιάδης: ἀλλʼ οὐκ ἀπολώλεκʼ, ἀλλὰ καταπεφρόντικα.

    Φειδιππίδης: τὰς δʼ ἐμβάδας ποῖ τέτροφας ὦνόητε σύ;

    Στρεψιάδης: ὥσπερ Περικλέης ἐς τὸ δέον ἀπώλεσα.

    ἀλλʼ ἴθι βάδιζʼ, ἴωμεν· εἶτα τῷ πατρὶ

    πιθόμενος ἐξάμαρτε· κἀγώ τοί ποτε,

    οἶδʼ, ἑξέτει σοι τραυλίσαντι πιθόμενος,

    ὃν πρῶτον ὀβολὸν ἔλαβον ἡλιαστικόν,

    τούτου ʼπριάμην σοι Διασίοις ἁμαξίδα.

    Φειδιππίδης: ἦ μὴν σὺ τούτοις τῷ χρόνῳ ποτʼ ἀχθέσει.

    Στρεψιάδης: εὖ γʼ ὅτι ἐπείσθης. δεῦρο δεῦρʼ ὦ Σώκρατες,

    ἔξελθʼ· ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ

    ἄκοντʼ ἀναπείσας.

    Σωκράτης: νηπύτιος γάρ ἐστʼ ἔτι,

    καὶ τῶν κρεμαθρῶν οὔπω τρίβων τῶν ἐνθάδε.

    Φειδιππίδης: αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε.

    Στρεψιάδης: οὐκ ἐς κόρακας; καταρᾷ σὺ τῷ διδασκάλῳ;

    Σωκράτης: ἰδοὺ κρέμαιʼ, ὡς ἠλίθιον ἐφθέγξατο

    καὶ τοῖσι χείλεσιν διερρυηκόσιν.

    πῶς ἂν μάθοι ποθʼ οὗτος ἀπόφυξιν δίκης

    ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν;

    καίτοι γε ταλάντου τοῦτʼ ἔμαθεν Ὑπέρβολος.

    Στρεψιάδης: ἀμέλει δίδασκε· θυμόσοφός ἐστιν φύσει·

    εὐθύς γέ τοι παιδάριον ὄν τυννουτονὶ

    ἔπλαττεν ἔνδον οἰκίας ναῦς τʼ ἔγλυφεν,

    ἁμαξίδας τε σκυτίνας ἠργάζετο,

    κἀκ τῶν σιδίων βατράχους ἐποίει πῶς δοκεῖς.

    ὅπως δʼ ἐκείνω τὼ λόγω μαθήσεται,

    τὸν κρείττονʼ ὅστις ἐστὶ καὶ τὸν ἥττονα,

    ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα·

    ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ.

    Σωκράτης: αὐτὸς μαθήσεται παρʼ αὐτοῖν τοῖν λόγοιν.

    ἐγὼ δʼ ἀπέσομαι.

    Στρεψιάδης: τοῦτό νυν μέμνησʼ, ὅπως

    πρὸς πάντα τὰ δίκαιʼ ἀντιλέγειν δυνήσεται.

    Χορός:

    Δίκαιος Λόγος: χώρει δευρί, δεῖξον σαυτὸν

    τοῖσι θεαταῖς, καίπερ θρασὺς ὤν.

    Ἄδικος Λόγος: ἴθʼ ὅποι χρῄζεις. πολὺ γὰρ μᾶλλόν ʼς

    ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ.

    Δίκαιος Λόγος: ἀπολεῖς σύ; τίς ὤν;

    Ἄδικος Λόγος: λόγος.

    Δίκαιος Λόγος: ἥττων γʼ ὤν.

    Ἄδικος Λόγος: ἀλλά σε νικῶ τὸν ἐμοῦ κρείττω

    φάσκοντʼ εἶναι.

    Δίκαιος Λόγος: τί σοφὸν ποιῶν;

    Ἄδικος Λόγος: γνώμας καινὰς ἐξευρίσκων.

    Δίκαιος Λόγος: ταῦτα γὰρ ἀνθεῖ διὰ τουτουσὶ

    τοὺς ἀνοήτους.

    Ἄδικος Λόγος: οὔκ, ἀλλὰ σοφούς.

    Δίκαιος Λόγος: ἀπολῶ σε κακῶς.

    Ἄδικος Λόγος: εἰπὲ τί ποιῶν;

    Δίκαιος Λόγος: τὰ δίκαια λέγων.

    Ἄδικος Λόγος: ἀλλʼ ἀνατρέψω γʼ αὔτʼ ἀντιλέγων·

    οὐδὲ γὰρ εἶναι πάνυ φημὶ δίκην.

    Δίκαιος Λόγος: οὐκ εἶναι φῄς;

    Ἄδικος Λόγος: φέρε γὰρ ποῦ ʼστιν;

    Δίκαιος Λόγος: παρὰ τοῖσι θεοῖς.

    Ἄδικος Λόγος: πῶς δῆτα δίκης οὔσης ὁ Ζεὺς

    οὐκ ἀπόλωλεν τὸν πατέρʼ αὑτοῦ

    δήσας;

    Δίκαιος Λόγος: αἰβοῖ τουτὶ καὶ δὴ

    χωρεῖ τὸ κακόν· δότε μοι λεκάνην.

    Ἄδικος Λόγος: τυφογέρων εἶ κἀνάρμοστος.

    Δίκαιος Λόγος: καταπύγων εἶ κἀναίσχυντος.

    Ἄδικος Λόγος: ῥόδα μʼ εἴρηκας.

    Δίκαιος Λόγος: καὶ βωμολόχος.

    Ἄδικος Λόγος: κρίνεσι στεφανοῖς.

    Δίκαιος Λόγος: καὶ πατραλοίας.

    Ἄδικος Λόγος: χρυσῷ πάττων μʼ οὐ γιγνώσκεις.

    Δίκαιος Λόγος: οὐ δῆτα πρὸ τοῦ γʼ, ἀλλὰ μολύβδῳ.

    Ἄδικος Λόγος: νῦν δέ γε κόσμος τοῦτʼ ἐστὶν ἐμοί.

    Δίκαιος Λόγος: θρασὺς εἶ πολλοῦ.

    Ἄδικος Λόγος: σὺ δέ γʼ ἀρχαῖος.

    Δίκαιος Λόγος: διὰ σὲ δὲ φοιτᾶν

    οὐδεὶς ἐθέλει τῶν μειρακίων·

    καὶ γνωσθήσει ποτʼ Ἀθηναίοις

    οἶα διδάσκεις τοὺς ἀνοήτους.

    Ἄδικος Λόγος: αὐχμεῖς αἰσχρῶς.

    Δίκαιος Λόγος: σὺ δέ γʼ εὖ πράττεις.

    καίτοι πρότερόν γʼ ἐπτώχευες,

    Τήλεφος εἶναι Μυσὸς φάσκων,

    ἐκ πηριδίου

    γνώμας τρώγων Πανδελετείους.

    Ἄδικος Λόγος: ὤμοι σοφίας —

    Δίκαιος Λόγος: ὤμοι μανίας —

    Ἄδικος Λόγος: ἧς ἐμνήσθης —

    Δίκαιος Λόγος: τῆς σῆς, πόλεώς θʼ ἥτις σε τρέφει

    λυμαινόμενον τοῖς μειρακίοις.

    Ἄδικος Λόγος: οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.

    Δίκαιος Λόγος: εἴπερ γʼ αὐτὸν σωθῆναι χρὴ

    καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.

    Ἄδικος Λόγος: δεῦρʼ ἴθι, τοῦτον δʼ ἔα μαίνεσθαι.

    Δίκαιος Λόγος: κλαύσει, τὴν χεῖρʼ ἢν ἐπιβάλλῃς.

    Χορός: παύσασθε μάχης καὶ λοιδορίας.

    ἀλλʼ ἐπίδειξαι σύ τε τοὺς προτέρους

    ἅττʼ ἐδίδασκες, σύ τε τὴν καινὴν

    παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν

    ἀντιλεγόντοιν κρίνας φοιτᾷ.

    Δίκαιος Λόγος: δρᾶν ταῦτʼ ἐθέλω.

    Ἄδικος Λόγος: κἄγωγʼ ἐθέλω.

    Χορός: φέρε δὴ πότερος λέξει πρότερος;

    Ἄδικος Λόγος: τούτῳ δώσω·

    κᾆτʼ ἐκ τούτων ὧν ἂν λέξῃ

    ῥηματίοισιν καινοῖς αὐτὸν

    καὶ διανοίαις κατατοξεύσω.

    τὸ τελευταῖον δʼ, ἢν ἀναγρύζῃ,

    τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ

    κεντούμενος ὥσπερ ὑπʼ ἀνθρηνῶν

    ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.

    Χορός: νῦν δείξετον τὼ πισύνω τοῖς περιδεξίοισι

    λόγοισι καὶ φροντίσι καὶ γνωμοτύποις μερίμναις,

    ὁπότερος αὐτοῖν λέγων ἀμείνων φανήσεται.

    νῦν γὰρ ἅπας ἐνθάδε κίνδυνος ἀνεῖται σοφίας,

    ἧς πέρι τοῖς ἐμοῖς φίλοις ἐστὶν ἀγὼν μέγιστος.

    Χορός: ἀλλʼ ὦ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώσας,

    ῥῆξον φωνὴν ᾗτινι χαίρεις, καὶ τὴν σαυτοῦ φύσιν εἰπέ.

    Δίκαιος Λόγος: λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο,

    ὅτʼ ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ʼνενόμιστο.

    πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδὲν ἀκοῦσαι·

    εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ

    τοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι.

    εἶτʼ αὖ προμαθεῖν ᾆσμʼ ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας,

    ἢ Παλλάδα περσέπολιν δεινὰν ἢ τηλέπορόν τι βόαμα,

    ἐντειναμένους τὴν ἁρμονίαν, ἣν οἱ πατέρες παρέδωκαν.

    εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτʼ ἢ κάμψειέν τινα καμπήν,

    οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους,

    ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων.

    ἐν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι

    τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές·

    εἶτʼ αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι, καὶ προνοεῖσθαι

    εἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν.

    ἠλείψατο δʼ ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότʼ ἄν, ὥστε

    τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει·

    οὐδʼ ἂν μαλακὴν φυρασάμενος τὴν φωνὴν πρὸς τὸν ἐραστὴν

    αὐτὸς ἑαυτὸν προαγωγεύων τοῖς ὀφθαλμοῖς ἐβάδιζεν,

    οὐδʼ ἀνελέσθαι δειπνοῦντʼ ἐξῆν καὶ κεφάλαιον ῥαφανῖδος,

    οὐδʼ ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐδὲ σέλινον,

    οὐδʼ ὀψοφαγεῖν οὐδὲ κιχλίζειν οὐδʼ ἴσχειν τὼ πόδʼ ἐναλλάξ.

    Ἄδικος Λόγος: ἀρχαῖά γε καὶ Διιπολιώδη καὶ τεττίγων ἀνάμεστα

    καὶ Κηκείδου καὶ Βουφονίων.

    Δίκαιος Λόγος: ἀλλʼ οὖν ταῦτʼ ἐστὶν ἐκεῖνα,

    ἐξ ὧν ἄνδρας Μαραθωνομάχας ἡμὴ παίδευσις ἔθρεψεν.

    σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι·

    ὥστε μʼ ἀπάγχεσθʼ, ὅταν ὀρχεῖσθαι Παναθηναίοις δέον αὐτοὺς

    τὴν ἀσπίδα τῆς κωλῆς προέχων ἀμελῇ τῆς Τριτογενείας.

    πρὸς ταῦτʼ ὦ μειράκιον θαρρῶν ἐμὲ τὸν κρείττω λόγον αἱροῦ·

    κἀπιστήσει μισεῖν ἀγορὰν καὶ βαλανείων ἀπέχεσθαι,

    καὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι, κἂν σκώπτῃ τίς σε φλέγεσθαι·

    καὶ τῶν θάκων τοῖς πρεσβυτέροις ὑπανίστασθαι προσιοῦσιν,

    καὶ μὴ περὶ τοὺς σαυτοῦ γονέας σκαιουργεῖν, ἄλλο τε μηδὲν

    αἰσχρὸν ποιεῖν, ὅτι τῆς αἰδοῦς μέλλεις τἄγαλμʼ ἀναπλάττειν·

    μηδʼ εἰς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς

    μήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς·

    μηδʼ ἀντειπεῖν τῷ πατρὶ μηδέν, μηδʼ Ἰαπετὸν καλέσαντα

    μνησικακῆσαι τὴν ἡλικίαν ἐξ ἧς ἐνεοττοτροφήθης.

    Ἄδικος Λόγος: εἰ ταῦτʼ ὦ μειράκιον πείσει τούτῳ, νὴ τὸν Διόνυσον

    τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καὶ σε καλοῦσι βλιτομάμμαν.

    Δίκαιος Λόγος: ἀλλʼ οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις,

    οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελʼ οἷάπερ οἱ νῦν,

    οὐδʼ ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου·

    ἀλλʼ εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει

    στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου,

    μίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης φυλλοβολούσης,

    ἦρος ἐν ὥρᾳ χαίρων, ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ.

    Δίκαιος Λόγος: ἢν ταῦτα ποιῇς ἁγὼ φράζω,

    καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν,

    ἕξεις ἀεὶ

    στῆθος λιπαρόν, χροιὰν λαμπράν,

    ὤμους μεγάλους, γλῶτταν βαιάν,

    πυγὴν μεγάλην, πόσθην μικράν.

    ἢν δʼ ἅπερ οἱ νῦν ἐπιτηδεύῃς,

    πρῶτα μὲν ἕξεις

    χροιὰν ὠχράν, ὤμους μικρούς,

    στῆθος λεπτόν, γλῶτταν μεγάλην,

    πυγὴν μικράν, κωλῆν μεγάλην,

    ψήφισμα μακρόν, καὶ σʼ ἀναπείσει

    τὸ μὲν αἰσχρὸν ἅπαν καλὸν ἡγεῖσθαι,

    τὸ καλὸν δʼ αἰσχρόν·

    καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου

    καταπυγοσύνης ἀναπλήσει.

    Χορός: ὦ καλλίπυργον σοφίαν κλεινοτάτην ἐπασκῶν,

    ὡς ἡδύ σου τοῖσι λόγοις σῶφρον ἔπεστιν ἄνθος.

    †εὐδαίμονες δʼ ἦσαν ἄρʼ οἱ ζῶντες τότʼ ἐπὶ

    τῶν προτέρων†· πρὸς τάδε σʼ ὦ κομψοπρεπῆ μοῦσαν ἔχων,

    δεῖ σε λέγειν τι καινόν, ὡς ηὐδοκίμηκεν ἁνήρ.

    Χορός: δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν,

    εἴπερ τὸν ἄνδρʼ ὑπερβαλεῖ καὶ μὴ γέλωτʼ ὀφλήσεις.

    Ἄδικος Λόγος: καὶ μὴν πάλαι γʼ ἐπνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν

    ἅπαντα ταῦτʼ ἐναντίαις γνώμαισι συνταράξαι.

    ἐγὼ γὰρ ἥττων μὲν λόγος διʼ αὐτὸ τοῦτʼ ἐκλήθην

    ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησα

    τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντίʼ ἀντιλέξαι.

    καὶ τοῦτο πλεῖν ἢ μυρίων ἔστʼ ἄξιον στατήρων,

    αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν.

    σκέψαι δὲ τὴν παίδευσιν ᾗ πέποιθεν ὡς ἐλέγξω,

    ὅστις σε θερμῷ φησι λοῦσθαι πρῶτον οὐκ ἐάσειν.

    καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά;

    Δίκαιος Λόγος: ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποιεῖ τὸν ἄνδρα.

    Ἄδικος Λόγος: ἐπίσχες· εὐθὺς γάρ σʼ ἔχω μέσον λαβὼν ἄφυκτον.

    καί μοι φράσον, τῶν τοῦ Διὸς παίδων τίνʼ ἄνδρʼ ἄριστον

    ψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι.

    Δίκαιος Λόγος: ἐγὼ μὲν οὐδένʼ Ἡρακλέους βελτίονʼ ἄνδρα κρίνω.

    Ἄδικος Λόγος: ποῦ ψυχρὰ δῆτα πώποτʼ εἶδες Ἡράκλεια λουτρά;

    καίτοι τίς ἀνδρειότερος ἦν;

    Δίκαιος Λόγος: ταῦτʼ ἐστὶ ταῦτʼ ἐκεῖνα,

    ἃ τῶν νεανίσκων ἀεὶ διʼ ἡμέρας λαλούντων

    πλῆρες τὸ βαλανεῖον ποιεῖ, κενὰς δὲ τὰς παλαίστρας.

    Ἄδικος Λόγος: εἶτʼ ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις· ἐγὼ δʼ ἐπαινῶ.

    εἰ γὰρ πονηρὸν ἦν, Ὅμηρος οὐδέποτʼ ἂν ἐποίει

    τὸν Νέστορʼ ἀγορητὴν ἂν οὐδὲ τοὺς σοφοὺς ἅπαντας.

    ἄνειμι δῆτʼ ἐντεῦθεν ἐς τὴν γλῶτταν, ἣν ὁδὶ μὲν

    οὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι.

    καὶ σωφρονεῖν αὖ φησι χρῆναι· δύο κακὼ μεγίστω.

    ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν τῷ πώποτʼ εἶδες ἤδη

    ἀγαθάν τι γενόμενον, φράσον, καί μʼ ἐξέλεγξον εἰπών.

    Δίκαιος Λόγος: πολλοῖς. ὁ γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν.

    Ἄδικος Λόγος: μάχαιραν; ἀστεῖόν γε κέρδος ἔλαβεν ὁ κακοδαίμων.

    Ὑπέρβολος δʼ οὑκ τῶν λύχνων πλεῖν ἢ τάλαντα πολλὰ

    εἴληφε διὰ πονηρίαν, ἀλλʼ οὐ μὰ Δίʼ οὐ μάχαιραν.

    Δίκαιος Λόγος: καὶ τὴν Θέτιν γʼ ἔγημε διὰ τὸ σωφρονεῖν ὁ Πηλεύς.

    Ἄδικος Λόγος: κᾆτʼ ἀπολιποῦσά γʼ αὐτὸν ᾤχετʼ· οὐ γὰρ ἦν ὑβριστὴς

    οὐδʼ ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν·

    γυνὴ δὲ σιναμωρουμένη χαίρει· σὺ δʼ εἶ Κρόνιππος.

    σκέψαι γὰρ ὦ μειράκιον ἐν τῷ σωφρονεῖν ἅπαντα

    ἅνεστιν, ἡδονῶν θʼ ὅσων μέλλεις ἀποστερεῖσθαι,

    παίδων γυναικῶν κοττάβων ὄψων πότων κιχλισμῶν.

    καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς;

    εἶεν. πάρειμʼ ἐντεῦθεν ἐς τὰς τῆς φύσεως ἀνάγκας.

    ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτʼ ἐλήφθης·

    ἀπόλωλας· ἀδύνατος γὰρ εἶ λέγειν. ἐμοὶ δʼ ὁμιλῶν

    χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν.

    μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδʼ ἀντερεῖς πρὸς αὐτόν,

    ὡς οὐδὲν ἠδίκηκας· εἶτʼ ἐς τὸν Δίʼ ἐπανενεγκεῖν,

    κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν·

    καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο;

    Δίκαιος Λόγος: τί δʼ ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳ τε τιλθῇ,

    ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι;

    Ἄδικος Λόγος: ἢν δʼ εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν;

    Δίκαιος Λόγος: τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ;

    Ἄδικος Λόγος: τί δῆτʼ ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ;

    Δίκαιος Λόγος: σιγήσομαι. τί δʼ ἄλλο;

    Ἄδικος Λόγος: φέρε δή μοι φράσον·

    συνηγοροῦσιν ἐκ τίνων;

    Δίκαιος Λόγος: ἐξ εὐρυπρώκτων.

    Ἄδικος Λόγος: πείθομαι.

    τί δαί; τραγῳδοῦσʼ ἐκ τίνων;

    Δίκαιος Λόγος: ἐξ εὐρυπρώκτων.

    Ἄδικος Λόγος: εὖ λέγεις.

    δημηγοροῦσι δʼ ἐκ τίνων;

    Δίκαιος Λόγος: ἐξ εὐρυπρώκτων.

    Ἄδικος Λόγος: ἆρα δῆτʼ

    ἔγνωκας ὡς οὐδὲν λέγεις;

    καὶ τῶν θεατῶν ὁπότεροι

    πλείους σκόπει.

    Δίκαιος Λόγος: καὶ δὴ σκοπῶ.

    Ἄδικος Λόγος: τί δῆθʼ ὁρᾷς;

    Δίκαιος Λόγος: πολὺ πλείονας νὴ τοὺς θεοὺς

    τοὺς εὐρυπρώκτους· τουτονὶ

    γοῦν οἶδʼ ἐγὼ κἀκεινονὶ

    καὶ τὸν κομήτην τουτονί.

    Ἄδικος Λόγος: τί δῆτʼ ἐρεῖς;

    Δίκαιος Λόγος: ἡττήμεθʼ· ὦ κινούμενοι

    πρὸς τῶν θεῶν δέξασθέ μου

    θοἰμάτιον, ὡς

    ἐξαυτομολῶ πρὸς ὑμᾶς.

    Σωκράτης: τί δῆτα; πότερα τοῦτον ἀπάγεσθαι λαβὼν

    βούλει τὸν υἱόν, ἢ διδάσκω σοι λέγειν;

    Στρεψιάδης: δίδασκε καὶ κόλαζε καὶ μέμνησʼ ὅπως

    εὖ μοι στομώσεις αὐτόν, ἐπὶ μὲν θάτερα

    οἷον δικιδίοις, τὴν δʼ ἑτέραν αὐτοῦ γνάθον

    στόμωσον οἵαν ἐς τὰ μείζω πράγματα.

    Σωκράτης: ἀμέλει κομιεῖ τοῦτον σοφιστὴν δεξιόν.

    Φειδιππίδης: ὠχρὸν μὲν οὖν οἶμαί γε καὶ κακοδαίμονα.

    Χορός: χωρεῖτέ νυν. οἶμαι δέ σοι ταῦτα μεταμελήσειν.

    Χορός: τοὺς κριτὰς ἃ κερδανοῦσιν, ἤν τι τόνδε τὸν χορὸν

    ὠφελῶσʼ ἐκ τῶν δικαίων, βουλόμεσθʼ ἡμεῖς φράσαι.

    πρῶτα μὲν γάρ, ἢν νεᾶν βούλησθʼ ἐν ὥρᾳ τοὺς ἀγρούς,

    ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δʼ ἄλλοις ὕστερον.

    εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν,

    ὥστε μήτʼ αὐχμὸν πιέζειν μήτʼ ἄγαν ἐπομβρίαν.

    ἢν δʼ ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς,

    προσεχέτω τὸν νοῦν, πρὸς ἡμῶν οἷα πείσεται κακά,

    λαμβάνων οὔτʼ οἶνον οὔτʼ ἄλλʼ οὐδὲν ἐκ τοῦ χωρίου.

    ἡνίκʼ ἂν γὰρ αἵ τʼ ἐλαῖαι βλαστάνωσʼ αἵ τʼ ἄμπελοι,

    ἀποκεκόψονται· τοιαύταις σφενδόναις παιήσομεν.

    ἢν δὲ πλινθεύοντʼ ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγους

    τὸν κέραμον αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν.

    κἂν γαμῇ ποτʼ αὐτὸς ἢ τῶν ξυγγενῶν ἢ τῶν φίλων,

    ὕσομεν τὴν νύκτα πᾶσαν· ὥστʼ ἴσως βουλήσεται

    κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς.

    Στρεψιάδης: πέμπτη, τετράς, τρίτη, μετὰ ταύτην δευτέρα,

    εἶθʼ ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν

    δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι,

    εὐθὺς μετὰ ταύτην ἔσθʼ ἕνη τε καὶ νέα.

    πᾶς γάρ τις ὀμνὺς οἷς ὀφείλων τυγχάνω,

    θείς μοι πρυτανεῖʼ ἀπολεῖν μέ φησι κἀξολεῖν,

    κἀμοῦ μέτριά τε καὶ δίκαιʼ αἰτουμένου,

    ὦ δαιμόνιε τὸ μέν τι νυνὶ μὴ λάβῃς,

    τὸ δʼ ἀναβαλοῦ μοι, τὸ δʼ ἄφες, οὔ φασίν ποτε

    οὕτως ἀπολήψεσθʼ, ἀλλὰ λοιδοροῦσί με

    ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι.

    νῦν οὖν δικαζέσθων· ὀλίγον γάρ μοι μέλει,

    εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης.

    τάχα δʼ εἴσομαι κόψας τὸ φροντιστήριον.

    παῖ, ἠμί, παῖ παῖ.

    Σωκράτης: Στρεψιάδην ἀσπάζομαι.

    Στρεψιάδης: κἄγωγέ σʼ· ἀλλὰ τουτονὶ πρῶτον λαβέ·

    χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.

    καί μοι τὸν υἱὸν εἰ μεμάθηκε τὸν λόγον

    ἐκεῖνον εἴφʼ ὃν ἀρτίως εἰσήγαγες.

    Σωκράτης: μεμάθηκεν.

    Στρεψιάδης: εὖ γʼ ὦ παμβασίλειʼ Ἀπαιόλη.

    Σωκράτης: ὥστʼ ἀποφύγοις ἂν ἥντινʼ ἂν βούλῃ δίκην.

    Στρεψιάδης: κεἰ μάρτυρες παρῆσαν, ὅτʼ ἐδανειζόμην;

    Σωκράτης: πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.

    Στρεψιάδης: βοάσομαί τἄρα τὰν ὑπέρτονον

    βοάν. ἰὼ κλάετʼ ὦ ʼβολοστάται

    αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων·

    οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθʼ ἔτι,

    οἷος ἐμοὶ τρέφεται

    τοῖσδʼ ἐνὶ δώμασι παῖς,

    ἀμφήκει γλώττῃ λάμπων,

    πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη,

    λυσανίας πατρῴων μεγάλων κακῶν·

    ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ.

    Σωκράτης: ὦ τέκνον ὦ παῖ ἔξελθʼ οἴκων,

    ἄιε σοῦ πατρός.

    ὅδʼ ἐκεῖνος ἀνήρ.

    Στρεψιάδης: ὦ φίλος ὦ φίλος.

    Σωκράτης: ἄπιθι συλλαβών.

    Στρεψιάδης: ἰὼ ἰὼ τέκνον, ἰὼ ἰοῦ ἰοῦ.

    ὡς ἥδομαί σου πρῶτα τὴν χρόαν ἰδών.

    νῦν μέν γʼ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς

    κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον

    ἀτεχνῶς ἐπανθεῖ, τὸ τί λέγεις σύ; καὶ δοκεῖν

    ἀδικοῦντʼ ἀδικεῖσθαι καὶ κακουργοῦντʼ οἶδʼ ὅτι·

    ἐπὶ τοῦ προσώπου τʼ ἐστὶν Ἀττικὸν βλέπος.

    νῦν οὖν ὅπως σώσεις μʼ, ἐπεὶ κἀπώλεσας.

    Φειδιππίδης: φοβεῖ δὲ δὴ τί;

    Στρεψιάδης: τὴν ἕνην τε καὶ νέαν.

    Φειδιππίδης: ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα;

    Στρεψιάδης: εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι.

    Φειδιππίδης: ἀπολοῦσʼ ἄρʼ αὔθʼ οἱ θέντες· οὐ γὰρ ἔσθʼ ὅπως

    μίʼ ἡμέρα γένοιτʼ ἂν ἡμέρα δύο.

    Στρεψιάδης: οὐκ ἂν γένοιτο;

    Φειδιππίδης: πῶς γάρ; εἰ μή πέρ γʼ ἅμα

    αὑτὴ γένοιτʼ ἂν γραῦς τε καὶ νέα γυνή.

    Στρεψιάδης: καὶ μὴν νενόμισταί γʼ.

    Φειδιππίδης: οὐ γάρ, οἶμαι, τὸν νόμον

    ἴσασιν ὀρθῶς ὅ τι νοεῖ.

    Στρεψιάδης: νοεῖ δὲ τί;

    Φειδιππίδης: ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν.

    Στρεψιάδης: τουτὶ μὲν οὐδέν πω πρὸς ἕνην τε καὶ νέαν.

    Φειδιππίδης: ἐκεῖνος οὖν τὴν κλῆσιν ἐς δύʼ ἡμέρας

    ἔθηκεν, ἔς γε τὴν ἕνην τε καὶ νέαν,

    ἵνʼ αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ.

    Στρεψιάδης: ἵνα δὴ τί τὴν ἕνην προσέθηχʼ;

    Φειδιππίδης: ἵνʼ ὦ μέλε

    παρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷ

    πρότερον ἀπαλλάττοινθʼ ἑκόντες, εἰ δὲ μή,

    ἕωθεν ὑπανιῷντο τῇ νουμηνία.

    Στρεψιάδης: πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ

    ἁρχαὶ τὰ πρυτανεῖʼ, ἀλλʼ ἕνῃ τε καὶ νέᾳ;

    Φειδιππίδης: ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι ποιεῖν·

    ὅπως τάχιστα τὰ πρυτανεῖʼ ὑφελοίατο,

    διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ.

    Στρεψιάδης: εὖ γʼ· ὦ κακοδαίμονες, τί κάθησθʼ ἀβέλτεροι,

    ἡμέτερα κέρδη τῶν σοφῶν ὄντες, λίθοι,

    ἀριθμός, πρόβατʼ ἄλλως, ἀμφορῆς νενησμένοι;

    ὥστʼ εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ

    ἐπʼ εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον.

    Στρεψιάδης: μάκαρ ὦ Στρεψίαδες,

    αὐτός τʼ ἔφυς ὡς σοφὸς

    χοἶον τὸν υἱὸν τρέφεις,

    φήσουσι δή μʼ οἱ φίλοι

    χοἰ δημόται

    ζηλοῦντες ἡνίκʼ ἂν σὺ νικᾷς λέγων τὰς δίκας.

    ἀλλʼ εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.

    Πασίας: εἶτʼ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι;

    οὐδέποτέ γʼ, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε

    ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα,

    ὅτε τῶν ἐμαυτοῦ γʼ ἕνεκα νυνὶ χρημάτων

    ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι

    ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ.

    ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ

    ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην —

    Στρεψιάδης: τίς οὑτοσί;

    Πασίας: ἐς τὴν ἕνην τε καὶ νέαν.

    Στρεψιάδης: μαρτύρομαι,

    ὅτι ἐς δύʼ εἶπεν ἡμέρας. τοῦ χρήματος;

    Πασίας: τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος

    τὸν ψαρὸν ἵππον.

    Στρεψιάδης: ἵππον; οὐκ ἀκούετε;

    ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθʼ ἱππικήν.

    Πασίας: καὶ νὴ Δίʼ ἀποδώσειν γʼ ἐπώμνυς τοὺς θεούς.

    Στρεψιάδης: μὰ τὸν Δίʼ οὐ γάρ πω τότʼ ἐξηπίστατο

    Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον.

    Πασίας: νῦν δὲ διὰ τοῦτʼ ἔξαρνος εἶναι διανοεῖ;

    Στρεψιάδης: τί γὰρ ἄλλʼ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος;

    Πασίας: καὶ ταῦτʼ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς

    ἵνʼ ἂν κελεύσω ʼγώ σε;

    Στρεψιάδης: τοὺς ποίους θεούς;

    Πασίας: τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ.

    Στρεψιάδης: νὴ Δία

    κἂν προσκαταθείην γʼ ὥστʼ ὀμόσαι τριώβολον.

    Πασίας: ἀπόλοιο τοίνυν ἕνεκʼ ἀναιδείας ἔτι.

    Στρεψιάδης: ἁλσὶν διασμηχθεὶς ὄναιτʼ ἂν οὑτοσί.

    Πασίας: οἴμʼ ὡς καταγελᾷς.

    Στρεψιάδης: ἓξ χοᾶς χωρήσεται.

    Πασίας: οὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς

    ἐμοῦ καταπροίξει.

    Στρεψιάδης: θαυμασίως ἥσθην θεοῖς,

    καὶ Ζεὺς γέλοιος ὀμνύμενος τοῖς εἰδόσιν.

    Πασίας: ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην.

    ἀλλʼ εἴτʼ ἀποδώσεις μοι τὰ χρήματʼ εἴτε μή,

    ἀπόπεμψον ἀποκρινάμενος.

    Στρεψιάδης: ἔχε νυν ἥσυχος.

    ἐγὼ γὰρ αὐτίκʼ ἀποκρινοῦμαί σοι σαφῶς.

    Πασίας: τί σοι δοκεῖ δράσειν;

    Μάρτυς: ἀποδώσειν μοι δοκεῖ.

    Στρεψιάδης: ποῦ ʼσθʼ οὗτος ἁπαιτῶν με τἀργύριον; λέγε

    τουτὶ τί ἔστι;

    Πασίας: τοῦθʼ ὅ τι ἐστί; κάρδοπος.

    Στρεψιάδης: ἔπειτʼ ἀπαιτεῖς τἀργύριον τοιοῦτος ὤν;

    οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί,

    ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην.

    Πασίας: οὐκ ἄρʼ ἀποδώσεις;

    Στρεψιάδης: οὐχ ὅσον γέ μʼ εἰδέναι.

    οὔκουν ἀνύσας τι θᾶττον ἀπολιταργιεῖς

    ἀπὸ τῆς θύρας;

    Πασίας: ἄπειμι, καὶ τοῦτʼ ἴσθʼ ὅτι

    θήσω πρυτανεῖʼ ἢ μηκέτι ζῴην ἐγώ.

    Στρεψιάδης: καὶ προσαπολεῖς ἄρʼ αὐτὰ πρὸς ταῖς δώδεκα.

    καίτοι σε τοῦτό γʼ οὐχὶ βούλομαι παθεῖν,

    ὁτιὴ ʼκάλεσας εὐηθικῶς τὴν κάρδοπον.

    Αμυνίας: ἰώ μοί μοι.

    Στρεψιάδης: ἔα.

    τίς οὑτοσί ποτʼ ἔσθʼ ὁ θρηνῶν; οὔτι που

    τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο;

    Αμυνίας: τί δʼ ὅστις εἰμὶ τοῦτο βούλεσθʼ εἰδέναι;

    ἀνὴρ κακοδαίμων.

    Στρεψιάδης: κατὰ σεαυτόν νυν τρέπου.

    Αμυνίας: ὦ σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγες

    ἵππων ἐμῶν, ὦ Παλλὰς ὥς μʼ ἀπώλεσας.

    Στρεψιάδης: τί δαί σε Τληπόλεμός ποτʼ εἴργασται κακόν;

    Αμυνίας: μὴ σκῶπτέ μʼ ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα

    τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν,

    ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι.

    Στρεψιάδης: τὰ ποῖα ταῦτα χρήμαθʼ;

    Αμυνίας: ἁδανείσατο.

    Στρεψιάδης: κακῶς ἄρʼ ὄντως εἶχες, ὥς γʼ ἐμοὶ δοκεῖς.

    Αμυνίας: ἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς.

    Στρεψιάδης: τί δῆτα ληρεῖς ὥσπερ ἀπʼ ὄνου καταπεσών;

    Αμυνίας: ληρῶ, τὰ χρήματʼ ἀπολαβεῖν εἰ βούλομαι;

    Στρεψιάδης: οὐκ ἔσθʼ ὅπως σύ γʼ αὐτὸς ὑγιαίνεις.

    Αμυνίας: τί δαί;

    Στρεψιάδης: τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς.

    Αμυνίας: σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γέ μοι,

    εἰ μὴ ʼποδώσεις τἀργύριον.

    Στρεψιάδης: κάτειπέ νυν,

    πότερα νομίζεις καινὸν ἀεὶ τὸν Δία

    ὕειν ὕδωρ ἑκάστοτʼ, ἢ τὸν ἥλιον

    ἕλκειν κάτωθεν ταὐτὸ τοῦθʼ ὕδωρ πάλιν;

    Αμυνίας: οὐκ οἶδʼ ἔγωγʼ ὁπότερον, οὐδέ μοι μέλει.

    Στρεψιάδης: πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ,

    εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων;

    Αμυνίας: ἀλλʼ εἰ σπανίζεις, τἀργυρίου μοι τὸν τόκον

    ἀπόδοτε·

    Στρεψιάδης: τοῦτο δʼ ἔσθʼ ὁ τόκος τί θηρίον;

    Αμυνίας: τί δʼ ἄλλο γʼ ἢ κατὰ μῆνα καὶ καθʼ ἡμέραν

    πλέον πλέον τἀργύριον ἀεὶ γίγνεται

    ὑπορρέοντος τοῦ χρόνου;

    Στρεψιάδης: καλῶς λέγεις.

    τί δῆτα; τὴν θάλατταν ἔσθʼ ὅτι πλείονα

    νυνὶ νομίζεις ἢ πρὸ τοῦ;

    Αμυνίας: μὰ Δίʼ ἀλλʼ ἴσην.

    οὐ γὰρ δίκαιον πλείονʼ εἶναι.

    Στρεψιάδης: κᾆτα πῶς

    αὕτη μὲν ὦ κακόδαιμον οὐδὲν γίγνεται

    ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ

    ζητεῖς ποιῆσαι τἀργύριον πλεῖον τὸ σόν;

    οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας;

    φέρε μοι τὸ κέντρον.

    Αμυνίας: ταῦτʼ ἐγὼ μαρτύρομαι.

    Στρεψιάδης: ὕπαγε. τί μέλλεις; οὐκ ἐλᾷς ὦ σαμφόρα;

    Αμυνίας: ταῦτʼ οὐχ ὕβρις δῆτʼ ἐστίν;

    Στρεψιάδης: ᾄξεις; ἐπιαλῶ

    κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον.

    φεύγεις; ἔμελλόν σʼ ἆρα κινήσειν ἐγὼ

    αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.

    Χορός: οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων· ὁ γὰρ

    γέρων ὅδʼ ἐρασθεὶς

    ἀποστερῆσαι βούλεται

    τὰ χρήμαθʼ ἁδανείσατο·

    κοὐκ ἔσθʼ ὅπως οὐ τήμερον

    λήψεταί τι πρᾶγμʼ, ὃ τοῦτον

    ποιήσει τὸν σοφιστὴν

    ἀνθʼ ὧν πανουργεῖν ἤρξατʼ, ἐξαίφνης λαβεῖν κακόν τι.

    Χορός: οἶμαι γὰρ αὐτὸν αὐτίχʼ εὑρήσειν ὅπερ

    πάλαι ποτʼ †ἐπεζήτει†

    εἶναι τὸν υἱὸν δεινόν οἱ

    γνώμας ἐναντίας λέγειν

    τοῖσιν δικαίοις, ὥστε νικᾶν

    ἅπαντας οἷσπερ ἂν

    ξυγγένηται, κἂν λέγῃ παμπόνηρʼ.

    ἴσως δʼ ἴσως βουλήσεται κἄφωνον αὐτὸν εἶναι.

    Στρεψιάδης: ἰοὺ ἰού.

    ὦ γείτονες καὶ ξυγγενεῖς καὶ δημόται,

    ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ.

    οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου.

    ὦ μιαρὲ τύπτεις τὸν πατέρα;

    Φειδιππίδης: φήμʼ ὦ πάτερ.

    Στρεψιάδης: ὁρᾶθʼ ὁμολογοῦνθʼ ὅτι με τύπτει.

    Φειδιππίδης: καὶ μάλα.

    Στρεψιάδης: ὦ μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε.

    Φειδιππίδης: αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε.

    ἆρʼ οἶσθʼ ὅτι χαίρω πόλλʼ ἀκούων καὶ κακά;

    Στρεψιάδης: ὦ λακκόπρωκτε.

    Φειδιππίδης: πάττε πολλοῖς τοῖς ῥόδοις.

    Στρεψιάδης: τὸν πατέρα τύπτεις;

    Φειδιππίδης: κἀποφανῶ γε νὴ Δία

    ὡς ἐν δίκῃ σʼ ἔτυπτον.

    Στρεψιάδης: ὦ μιαρώτατε,

    καὶ πῶς γένοιτʼ ἂν πατέρα τύπτειν ἐν δίκῃ;

    Φειδιππίδης: ἔγωγʼ ἀποδείξω καί σε νικήσω λέγων.

    Στρεψιάδης: τουτὶ σὺ νικήσεις;

    Φειδιππίδης: πολύ γε καὶ ῥᾳδίως.

    ἑλοῦ δʼ ὁπότερον τοῖν λόγοιν βούλει λέγειν.

    Στρεψιάδης: ποίοιν λόγοιν;

    Φειδιππίδης: τὸν κρείττονʼ ἢ τὸν ἥττονα.

    Στρεψιάδης: ἐδιδαξάμην μέντοι σε νὴ Δίʼ ὦ μέλε

    τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε

    μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν

    τὸν πατέρα τύπτεσθʼ ἐστὶν ὑπὸ τῶν υἱέων.

    Φειδιππίδης: ἀλλʼ οἴομαι μέντοι σʼ ἀναπείσειν, ὥστε γε

    οὐδʼ αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς.

    Στρεψιάδης: καὶ μὴν ὅ τι καὶ λέξεις ἀκοῦσαι βούλομαι.

    Χορός: σὸν ἔργον ὦ πρεσβῦτα φροντίζειν ὅπῃ

    τὸν ἄνδρα κρατήσεις,

    ὡς οὗτος, εἰ μή τῳ ʼπεποίθειν, οὐκ ἂν ἦν

    οὕτως ἀκόλαστος.

    ἀλλʼ ἔσθʼ ὅτῳ θρασύνεται· δῆλόν γε τἀνθρώπου

    ʼσʼτὶ τὸ λῆμα.

    Χορός: ἀλλʼ ἐξ ὅτου τὸ πρῶτον ἤρξαθʼ ἡ μάχη γενέσθαι,

    ἤδη λέγειν χρὴ πρὸς χορόν· πάντως δὲ τοῦτο δράσεις.

    Στρεψιάδης: καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι

    ἐγὼ φράσω· ʼπειδὴ γὰρ εἱστιώμεθʼ, ὥσπερ ἴστε,

    πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντʼ ἐγὼ ʼκέλευσα

    ᾆσαι Σιμωνίδου μέλος, τὸν Κριὸν ὡς ἐπέχθη.

    ὁ δʼ εὐθέως ἀρχαῖον εἶνʼ ἔφασκε τὸ κιθαρίζειν

    ᾄδειν τε πίνονθʼ ὡσπερεὶ κάχρυς γυναῖκʼ ἀλοῦσαν.

    Φειδιππίδης: οὐ γὰρ τότʼ εὐθὺς χρῆν σʼ ἄρα τύπτεσθαί τε καὶ πατεῖσθαι,

    ᾄδειν κελεύονθʼ ὡσπερεὶ τέττιγας ἑστιῶντα;

    Στρεψιάδης: τοιαῦτα μέντοι καὶ τότʼ ἔλεγεν ἔνδον οἷάπερ νῦν,

    καὶ τὸν Σιμωνίδην ἔφασκʼ εἶναι κακὸν ποιητήν.

    κἀγὼ μόλις μὲν ἀλλʼ ὅμως ἠνεσχόμην τὸ πρῶτον·

    ἔπειτα δʼ ἐκέλευσʼ αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα

    τῶν Αἰσχύλου λέξαι τί μοι· κᾆθʼ οὗτος εὐθὺς εἶπεν·

    ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποιηταῖς,

    ψόφου πλέων ἀξύστατον στόμφακα κρημνοποιόν;

    κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν;

    ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην, σὺ δʼ ἀλλὰ τούτων

    λέξον τι τῶν νεωτέρων, ἅττʼ ἐστὶ τὰ σοφὰ ταῦτα.

    ὁ δʼ εὐθὺς ᾖσʼ Εὐριπίδου ῥῆσίν τινʼ, ὡς ἐκίνει

    ἀδελφὸς ὦλεξίκακε τὴν ὁμομητρίαν ἀδελφήν.

    κἀγὼ οὐκέτʼ ἐξηνεσχόμην, ἀλλʼ εὐθέως ἀράττω

    πολλοῖς κακοῖς καἰσχροῖσι· κᾆτʼ ἐντεῦθεν, οἷον εἰκός,

    ἔπος πρὸς ἔπος ἠρειδόμεσθʼ· εἶθʼ οὗτος ἐπαναπηδᾶ,

    κἄπειτʼ ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέθλιβεν.

    Φειδιππίδης: οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖς

    σοφώτατον;

    Στρεψιάδης: σοφώτατόν γʼ ἐκεῖνον·ὦ — τί σʼ εἴπω;

    ἀλλʼ αὖθις αὖ τυπτήσομαι.

    Φειδιππίδης: νὴ τὸν Δίʼ ἐν δίκῃ γʼ ἄν.

    Στρεψιάδης: καὶ πῶς δικαίως; ὅστις ὦ ʼναίσχυντέ σʼ ἐξέθρεψα,

    αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅ τι νοοίης.

    εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον·

    μαμμᾶν δʼ ἂν αἰτήσαντος ἧκόν σοι φέρων ἂν ἄρτον·

    κακκᾶν δʼ ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε

    ἐξέφερον ἂν καὶ προὐσχόμην σε· σὺ δʼ ἐμὲ νῦν ἀπάγχων

    Στρεψιάδης: βοῶντα καὶ κεκραγόθʼ ὅτι

    χεζητιῴην, οὐκ ἔτλης

    ἔξω ʼξενεγκεῖν ὦ μιαρὲ

    θύραζέ μʼ, ἀλλὰ πνιγόμενος

    αὐτοῦ ʼποίησα κακκᾶν.

    Χορός: οἶμαί γε τῶν νεωτέρων τὰς καρδίας

    πηδᾶν ὅ τι λέξει.

    εἰ γὰρ τοιαῦτά γʼ οὗτος ἐξειργασμένος

    λαλῶν ἀναπείσει,

    τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἂν

    ἀλλʼ οὐδʼ ἐρεβίνθου.

    Χορός: σὸν ἔργον ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτὰ

    πειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια.

    Φειδιππίδης: ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν,

    καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι.

    ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον,

    οὐδʼ ἂν τρίʼ εἰπεῖν ῥήμαθʼ οἷός τʼ ἦν πρὶν ἐξαμαρτεῖν·

    νυνὶ δʼ ἐπειδή μʼ οὑτοσὶ τούτων ἔπαυσεν αὐτός,

    γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις,

    οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν.

    Στρεψιάδης: ἵππευε τοίνυν νὴ Δίʼ, ὡς ἔμοιγε κρεῖττόν ἐστιν

    ἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι.

    Φειδιππίδης: ἐκεῖσε δʼ ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι,

    καὶ πρῶτʼ ἐρήσομαί σε τουτί· παῖδά μʼ ὄντʼ ἔτυπτες;

    Στρεψιάδης: ἔγωγέ σʼ εὐνοῶν τε καὶ κηδόμενος.

    Φειδιππίδης: εἰπὲ δή μοι,

    οὐ κἀμέ σοι δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίως

    τύπτειν τʼ, ἐπειδήπερ γε τοῦτʼ ἐστʼ εὐνοεῖν τὸ τύπτειν;

    πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι,

    τοὐμὸν δὲ μή; καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ.

    κλάουσι παῖδες, πατέρα δʼ οὐ κλάειν δοκεῖς;

    φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι·

    ἐγὼ δέ γʼ ἀντείποιμʼ ἂν ὡς δὶς παῖδες οἱ γέροντες·

    εἰκὸς δὲ μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν,

    ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς.

    Στρεψιάδης: ἀλλʼ οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν.

    Φειδιππίδης: οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτον

    ὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς;

    ἧττόν τι δῆτʼ ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸν

    θεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν;

    ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι,

    ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι.

    σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί,

    ὡς τοὺς πατέρας ἀμύνεται· καίτοι τί διαφέρουσιν

    ἡμῶν ἐκεῖνοι, πλήν γʼ ὅτι ψηφίσματʼ οὐ γράφουσιν;

    Στρεψιάδης: τί δῆτʼ, ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ,

    οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις;

    Φειδιππίδης: οὐ ταὐτὸν ὦ τᾶν ἐστίν, οὐδʼ ἂν Σωκράτει δοκοίη.

    Στρεψιάδης: πρὸς ταῦτα μὴ τύπτʼ· εἰ δὲ μή, σαυτόν ποτʼ αἰτιάσει.

    Φειδιππίδης: καὶ πῶς;

    Στρεψιάδης: ἐπεὶ σὲ μὲν δίκαιός εἰμʼ ἐγὼ κολάζειν,

    σὺ δʼ, ἢν γένηταί σοι, τὸν υἱόν.

    Φειδιππίδης: ἢν δὲ μὴ γένηται,

    μάτην ἐμοὶ κεκλαύσεται, σὺ δʼ ἐγχανὼν τεθνήξεις.

    Στρεψιάδης: ἐμοὶ μὲν ὦνδρες ἥλικες δοκεῖ λέγειν δίκαια·

    κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ.

    κλάειν γὰρ ἡμᾶς εἰκός ἐστʼ, ἢν μὴ δίκαια δρῶμεν.

    Φειδιππίδης: σκέψαι δὲ χἀτέραν ἔτι γνώμην.

    Στρεψιάδης: ἀπὸ γὰρ

    Φειδιππίδης: καὶ μὴν ἴσως γʼ οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας.

    Στρεψιάδης: πῶς δή; δίδαξον γὰρ τί μʼ ἐκ τούτων ἐπωφελήσεις.

    Φειδιππίδης: τὴν μητέρʼ ὥσπερ καὶ σὲ τυπτήσω.

    Στρεψιάδης: τί φῄς, τί φῂς σύ;

    τοῦθʼ ἕτερον αὖ μεῖζον κακόν.

    Φειδιππίδης: τί δʼ ἢν ἔχων τὸν ἥττω

    Φειδιππίδης: λόγον σε νικήσω λέγων

    τὴν μητέρʼ ὡς τύπτειν χρεών;

    Στρεψιάδης: τί δʼ ἄλλο γʼ ἢν ταυτὶ ποιῇς,

    οὐδέν σε κωλύσει σεαυτὸν

    ἐμβαλεῖν ἐς τὸ βάραθρον

    μετὰ Σωκράτους

    καὶ τὸν λόγον τὸν ἥττω.

    Στρεψιάδης: ταυτὶ διʼ ὑμᾶς ὦ Νεθέλαι πέπονθʼ ἐγώ,

    ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.

    Χορός: αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος,

    στρέψας σεαυτὸν ἐς πονηρὰ πράγματα.

    Στρεψιάδης: τί δῆτα ταῦτʼ οὔ μοι τότʼ ἠγορεύετε,

    ἀλλʼ ἄνδρʼ ἄγροικον καὶ γέροντʼ ἐπῄρετε;

    Χορός: ἡμεῖς ποιοῦμεν ταῦθʼ ἑκάστοθʼ ὅταν τινὰ

    γνῶμεν πονηρῶν ὄντʼ ἐραστὴν πραγμάτων,

    ἕως ἂν αὐτὸν ἐμβάλωμεν ἐς κακόν,

    ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.

    Στρεψιάδης: ὤμοι πονηρά γʼ ὦ Νεφέλαι, δίκαια δέ.

    οὐ γάρ μʼ ἐχρῆν τὰ χρήμαθʼ ἁδανεισάμην

    ἀποστερεῖν. νῦν οὖν ὅπως ὦ φίλτατε

    τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη

    ἀπολεῖς μετʼ ἐμοῦ ʼλθών, οἳ σὲ κἄμʼ ἐξηπάτων.

    Φειδιππίδης: ἀλλʼ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.

    Στρεψιάδης: ναὶ ναὶ καταιδέσθητι πατρῷον Δία.

    Φειδιππίδης: ἰδού γε Δία πατρῷον· ὡς ἀρχαῖος εἶ.

    Ζεὺς γάρ τις ἔστιν;

    Στρεψιάδης: ἔστιν.

    Φειδιππίδης: οὐκ ἔστʼ, οὔκ, ἐπεὶ

    Δῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς.

    Στρεψιάδης: οὐκ ἐξελήλακʼ, ἀλλʼ ἐγὼ τοῦτʼ ᾠόμην

    διὰ τουτονὶ τὸν δῖνον. οἴμοι δείλαιος

    ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.

    Φειδιππίδης: ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα.

    Στρεψιάδης: οἴμοι παρανοίας· ὡς ἐμαινόμην ἄρα,

    ὅτʼ ἐξέβαλλον τοὺς θεοὺς διὰ Σωκράτη.

    ἀλλʼ ὦ φίλʼ Ἑρμῆ μηδαμῶς θύμαινέ μοι

    μηδέ μʼ ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε

    ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ·

    καί μοι γενοῦ ξύμβουλος, εἴτʼ αὐτοὺς γραφὴν

    διωκάθω γραψάμενος εἴθʼ ὅ τι σοι δοκεῖ.

    ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν,

    ἀλλʼ ὡς τάχιστʼ ἐμπιμπράναι τὴν οἰκίαν

    τῶν ἀδολεσχῶν. δεῦρο δεῦρʼ ὦ Ξανθία,

    κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων,

    κἄπειτʼ ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον

    τὸ τέγος κατάσκαπτʼ, εἰ φιλεῖς τὸν δεσπότην,

    ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν·

    ἐμοὶ δὲ δᾷδʼ ἐνεγκάτω τις ἡμμένην,

    κἀγώ τινʼ αὐτῶν τήμερον δοῦναι δίκην

    ἐμοὶ ποιήσω, κεἰ σφόδρʼ εἴσʼ ἀλαζόνες.

    Μαθητής Α: ἰοὺ ἰού.

    Στρεψιάδης: σὸν ἔργον ὦ δᾲς ἱέναι πολλὴν φλόγα.

    Μαθητής Α: ἄνθρωπε, τί ποιεῖς;

    Στρεψιάδης: ὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢ

    διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας;

    Μαθητής Β: οἴμοι τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν;

    Στρεψιάδης: ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε.

    Μαθητής Γ: ἀπολεῖς ἀπολεῖς.

    Στρεψιάδης: τοῦτʼ αὐτὸ γὰρ καὶ βούλομαι,

    ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας,

    ἢ ʼγὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών.

    Σωκράτης: οὗτος τί ποιεῖς ἐτεὸν οὑπὶ τοῦ τέγους;

    Στρεψιάδης: ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.

    Σωκράτης: οἴμοι τάλας δείλαιος ἀποπνιγήσομαι.

    Χαιρεφῶν: ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι.

    Στρεψιάδης: τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε,

    καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν;

    Ερμῆς: δίωκε βάλλε παῖε, πολλῶν οὕνεκα,

    μάλιστα δʼ εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν.

    Χορός: ἡγεῖσθʼ ἔξω· κεχόρευται γὰρ

    μετρίως τό γε τήμερον ἡμῖν.