The First Epistle of Clement to the Corinthians
Chapter 15
Imperial Clemens Romanus (Clement of Rome) GreekΤοίνυν κολληθῶμεν τοῖς μετ̓ εὐσεβείας εἰρηνεύουσιν, καὶ μὴ τοῖς μεθ̓ ὑποκρίσεως βουλομένοις εἰρήνην.
λέγει γάρ που: Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἄπεστιν ἀπ̓ ἐμοῦ.
καὶ πάλιν: Τῷ στόματι αὐτῶν εὐλογοῦσιν, τῇ δὲ καρδίᾳ αὐτῶν κατηρῶντο.
καὶ πάλιν λέγει: Ἠγάπησαν αὐτὸν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτόν, ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ̓ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.
διὰ τοῦτο ἄλαλα γενηθήτω τὰ χείηλ τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν. καὶ πάλιν: Ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλορήμονα, τοὺς εἰπόντας: Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παῤ ἡμῖν ἐστιν: τίς ἡμῶν κύριός ἐστιν;
ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος: θήσομαι ἐν σωτηρίῳ,
παρρησιάσομαι ἐν αὐτῷ.