Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    The First Epistle of Clement to the Corinthians

    Chapter 26

    Clemens Romanus (Clement of Rome)

    Μέγα καὶ θαυμαστὸν οὖν νομίζομεν εἶναι, εἰ ὁ δημιουργὸς τῶν ἁπάντων ἀνάστασιν ποιήσεται τῶν ὁσίως αὐτῷ δουλευσάντων ἐν πεποιθήσει πίστεως ἀγαθῆς, ὅπου καὶ δἰ ὀρνέου δείκνυσιν ἡμῖν τὸ μεγαλεῖον τῆς ἐπαγγελίας αὐτοῦ;

    λέγει γάρ που: Καὶ ἐξαναστήσεις με, καὶ ἐξομολογήσομαί σοι, καί: Ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι σὺ μετ̓ ἐμοῦ εἶ.

    καὶ πάλιν Ἰὼβ λέγει: Καὶ ἀναστήσεις τὴν σάρκα μου ταύτην τὴν ἀναντλήσασαν ταῦτα πάντα.