The First Epistle of Clement to the Corinthians
Chapter 39
Imperial Clemens Romanus (Clement of Rome) GreekἍφρονες καὶ ἀσύνετοι καὶ μωροὶ καὶ ἀπαίδευτοι χλευάζουσιν ἡμᾶς καὶ μυκτηρίζουσιν, ἑαυτοὺς βουλόμενοι ἐπαίρεσθαι ταῖς διανοίαις αὐτῶν.
τί γὰρ δύναται θνητός; ἢ τίς ἰσχὺς γηγενοῦς;
γέγραπται γάρ: Οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ̓ ἢ αὔραν καὶ φωνὴν ἤκουον:
Τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἔναντι κυρίου; ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ, εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν;
οὐρανὸς δὲ οὐ καθαρὸς ἐνώπιον αὐτοῦ: ἔα δέ, οἱ κατοικοῦντες οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν: ἔπαισεν αὐτοὺς σητὸς τρόπον, καὶ ἀπὸ πρωΐθεν ἕως ἑσπέρας οὐκ ἔτι εἰσίν: παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο.
ἐνεφύσησεν αὐτοῖς, καὶ ἐτελεύτησαν παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.
ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται, ἤ εἴ τινα ἁγίων ἀγγέλων ὄψῃ: καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή. πεπλανημένον δὲ θανατοῖ ζῆλος.
ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζας βάλλοντας, ἀλλ̓ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.
πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας: κολαβρισθείησαν ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος: ἃ γὰρ ἐκείνοις ἡτοίμασται, δίκαιοι ἔδονται, αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσονται.