The First Epistle of Clement to the Corinthians
Chapter 46
Imperial Clemens Romanus (Clement of Rome) GreekΤοιούτοις οὖν ὑποδείγμασιν κολληθῆναι καὶ ἡμᾶς δεῖ, ἀδελφοί.
γέγραπται γάρ: Κολλᾶσθε τοῖς ἁγίοις, ὅτι οἱ κολλώμενοι αὐτοῖς ἁγιασθήσονται.
καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει: Μετὰ ἀνδρὸς ἀθῷον ἀθῷος ἔσῃ καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ. καὶ μετὰ στρεβλοῦ διαστρέψεις.
κολληθῶμεν οὖν τοῖς ἀθῴοις καὶ δικαίοις: εἰσὶν δὲ οὗτοι ἐκλεκτοὶ τοῦ θεοῦ.
ἱνατί ἔρεις καὶ θυμοὶ καὶ διχοστασίαι καὶ σχίσματα πόλεμός τε ἐν ὑμῖν;
ἢ οὐχὶ ἕνα θεὸν ἔχομεν καὶ ἔνα Χριστὸν καὶ ἓν πνεῦμα τῆς χάριτος τὸ ἐκχυθὲν ἐφ̓ ἡμᾶς; καὶ μία κλῆσις ἐν Χριστῷ;
ἱνατί διέλκομεν καὶ διασπῶμεν τὰ μέλη τοῦ Χριστοῦ καὶ στασιάζομεν πρὸς τὸ σῶμα τὸ ἴδιον, καὶ εἰς τοσαύτην ἀπόνοιαν ἐρχόμεθα, ὥστε ἐπιλαθέσθαι ἡμᾶς, ὅτι μέλη ἐσμὲν ἀλλήλων; μνήσθητε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ.
εἶπεν γάρ: Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ: καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη, ἦ ἕνα τῶν ἐκλεκτῶν μου σκανδαλίσαι κρεῖττον ἢν αὐτῷ περιτεθῆναι μύλον καὶ καταπον τισθῆναι εἰς τὴν θάλασσαν, ἢ ἕνα τῶν ἐκλεκτῶν μου διαστρέψαι.
τὸ σχίσμα ὑμῶν πολλοὺς διέστρεψεν, πολλοὺς εἰς ἀθυμίαν ἔβαλεν, πολλοὺς: εἰς δισταγμόν, τοὺς πάντας ἡμᾶς εἰς λύπην: καὶ ἐπίμονος ἀμῶν ἐστιν ἡ στάσις.