Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    The Second Epistle of Clement to the Corinthians

    Chapter 2

    Clemens Romanus (Clement of Rome)

    Εὐφράνθητι, στείρα ἦ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. ὃ εἶπεν: Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ἡμᾶς εἶπεν: στεῖρα γὰρ ἦν ἡ ἐκκλησία ἡμῶν πρὸ τοῦ δοθῆναι αὐτῇ τέκνα.

    ὃ δὲ εἶπεν: Βόησον, ἡ οὐκ ὠδίνουσα, τοῦτο λέγει: τὰς προσευχὰς ἡμῶν ἁπλῶς ἀναφέρειν πρὸς τὸν θεόν. μὴ ὡς αἱ ὠδίνουσαι ἐγκακῶμεν,

    δ δὲ εἶπεν: Ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα: ἐπεὶ ἔρημος ἐδόκει εἶναι ἀπὸ τοῦ θεοῦ ὁ λαὸς ἡμῶν. νυνὶ δὲ πιστεύσαντες πλείονες ἐγενόμεθα τῶν δοκούντων ἔχειν θεόν.

    καὶ ἑτέρα δὲ γραφὴ λέγει, ὅτι οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς:

    τοῦτο λέγει, ὅτι δεῖ τοὺς ἀπολλυμένους σώζειν.

    ἐκεῖνο γάρ ἐστιν μέγα καὶ θαυμαστὸν οὐ τὰ ἑστῶτα στηρίζειν, ἀλλὰ τὰ πίπτοντα.

    οὕτως καὶ ὁ Χριστὸς ἠθέλησεν σῶσαι τὰ ἀπολλύμενα, καὶ ἔσωσεν πολλούς, ἐλθὼν καὶ καλέσας ἡμᾶς ἤδη ἀπολλυμένους.