Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    The Second Epistle of Clement to the Corinthians

    Chapter 4

    Clemens Romanus (Clement of Rome)

    Μὴ μόνον οὖν αὐτὸν καλῶμεν κύριον: οὐ γὰρ τοῦτο σώσει ἡμᾶς.

    λέγει γάρ: Οὐ πᾶς ὁ λέγων μοι: Κύριε, κύριε, σωθήσεται, ἀλλ̓ ὁ ποιῶν τὴν δικαιοσύνην.

    ὥστε οὖν, ἀδελφοί, ἐν τοῖς ἔργοις αὐτὸν ὁμολογῶμεν, ἐν τῷ ἀγαπᾶν ἑαυτούς, ἐν τῷ μὴ μοιχᾶσθαι μηδὲ καταλαλεῖν ἀλλήλων μηδὲ ζηλοῦν, ἀλλ̓ ἐγκρατεῖς εἶναι, ἐλεήμονας, ἀγαθούς: καὶ συμπάσχειν ἀλλήλοις ὀφείλομεν, καὶ μὴ φιλαργυρεῖν. ἐν τούτοις τοῖς ἔργοις ὁμολογῶμεν αὐτὸν καὶ μὴ ἐν τοῖς ἐναντίοις:

    καὶ οὐ δεῖ ἡμᾶς φοβεῖσθαι τοὺς ἀνθρώπους μᾶλλον, ἀλλὰ τὸν θεόν.

    διὰ τοῦτο, ταῦτα ὑμῶν πρασσόντων, εἶπεν ὁ κύριος: Ἐὰν ἦτε μετ̓ ἐμοῦ συνηγμένοι ἐν τῷ κόλπῳ μου καὶ μὴ ποιῆτε τὰς ἐντολάς μου, ἀποβαλῶ ὑμᾶς καὶ ἐρῶ ὑμῖν: Ὑπάγετε ἀπ̓ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ, ἐργάται ἀνομίας.