Chapter 6
Imperial Didache GreekὍρα, μή τίς σε πλανήσῃ ἀπὸ ταύτης τῆς ὁδοῦ τῆς διδαχῆς, ἐπεὶ παρεκτὸς θεοῦ σε διδάσκει.
εἰ μὲν γὰρ δύνασαι βαστάσαι ὅλον τὸν ζυγὸν τοῦ κυρίου, τέλειος ἔσῃ: εἰ δ̓ οὐ δύνασαι, ὅ δύνῃ, τοῦτο ποίει.
περὶ δὲ τῆς βρώσεως, ὅ δύνασαι βάστασον: ἀπὸ δὲ τοῦ εἰδωλοθύτου λίαν πρόσεχε λατρεία γάρ ἐστι θεῶν νεκρῶν.