Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    The Handbook

    Chapter 40

    Epictetus

    ἐπὶ παντὸς πρόχειρα ἑκτέον ταῦτα· ἄγου δέ μʼ, ὦ Ζεῦ, καὶ σύ γʼ ἡ Πεπρωμένη, ὅποι ποθʼ ὑμῖν εἰμι διατεταγμένος· ὡς ἕψομαί γʼ ἄοκνος· ἢν δέ γε μὴ θέλω, κακὸς γενόμενος, οὐδὲν ἧττον ἕψομαι.

    ὅστις δʼ ἀνάγκῃ συγκεχώρηκεν καλῶς, σοφὸς παρʼ ἡμῖν, καὶ τὰ θεῖʼ ἐπίσταται.

    ἀλλʼ, ὦ Κρίτων, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γενέσθω.

    ἐμὲ δὲ Ἄνυτος καὶ Μέλιτος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δὲ οὔ.