Chapter 7
Imperial Ignatius of Antioch GreekΕἰώθασιν γάρ τινες δόλῳ πονηρῷ τὸ ὄνομα περιφέρειν, ἄλλα τινὰ πράσσοντες ἀνάξια θεοῦ: οὕς δεῖ ὑμᾶς ὡς θηρία ἐκκλίνειν: εἰσὶν γὰρ κύνες λυσσῶντες, λαθροδῆκται: οὓς δεῖ ὑμᾶς φυλάσσεσθαι ὄντας δυσθεραπεύτους.
εἷς ἰατρός ἐστιν, σαρκικός τε καὶ πνευματικός, γεννητὸς καὶ ἀγέννητος, ἐν ἀνθρώπῳ θεός, ἐν θανάτῳ ζωὴ ἀληθινή, καὶ ἐκ Μαρίας καὶ ἐκ θεοῦ, πρῶτον παθητὸς καὶ τότε ἀπαθής. Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν.