Chapter 13
Imperial Ignatius of Antioch GreekΜνημονεύετε ἐν τῇ προσευχῇ ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας, ἥτις ἀντὶ ἐμοῦ ποιμένι τῷ θεῷ χρῆται. μόνος αὐτὴν Ἰησοῦς Χριστὸς ἐπισκοπήσει καὶ ἡ ὑμῶν ἀγάπη.
ἐγὼ δὲ αἰσχύνομαι ἐξ αὐτῶν λέγεσθαι: οὐδὲ γὰρ ἄξιός εἰμι, ὣν ἔσχατος αὐτῶν καὶ ἔκτρωμα: ἀλλ̓ ἠλέημαί τις εἶναι, ἐὰν θεοῦ ἐπιτύχω.
ἀσπάζεται ὑμᾶς τὸ ἐμὸν πνεῦμα καὶ ἡ ἀγάπη τῶν ἐκκλησιῶν τῶν δεξαμένων με εἰς ὄνομα Ἰησοῦ Χριστοῦ, οὐχ ὡς παροδεύοντα. καὶ γὰρ αἱ μὴ προσήκουσαί μοι τῇ ὁδῷ τῇ κατὰ σάρκα, κατὰ πόλιν με προῆγον.