Chapter 3
Imperial Ignatius of Antioch GreekΧῆραι μὴ ἀμελείσθωσαν: μετὰ τὸν κύριον σὺ αὐτῶν φροντιστὴς ἔσο. μηδὲν ἄνευ γνώμης
σου γινέσθω μηδὲ σὺ ἄνευ θεοῦ τι πρᾶσσε, ὅπερ οὐδὲ πράσσεις: εὐστάθει.
πυκνότερον συναγωγαὶ γινέσθωσαν: ἐξ ὀνόματος πάντας ζήτει.
δούλους καὶ δούλας μὴ ὑπερηφάνει: ἀλλὰ μηδὲ αὐτοὶ φυσιούσθωσαν, ἀλλ̓ εἰς δόξαν θεοῦ πλέον δουλευέτωσαν, ἵνα κρείττονος ἐλευθερίας ἀπὸ θεοῦ τύχωσιν. μὴ ἐράτωσαν ἀπὸ τοῦ κοινοῦ ἐλευθεροῦσθαι, ἵνα μὴ δοῦλοι εὑρεθῶσιν ἐπιθυμίας.