Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Dialogi deorum

    Book 11

    Lucian of Samosata

    ΖΕΥΣ: Τὴν τοῦ Ἰνάχου παῖδα τὴν καλὴν οἶσθα, ὦ Ἑρμῆ;

    ΕΡΜΗΣ: Ναί· τὴν Ἰὼ λέγεις;

    ΖΕΥΣ: Οὐκέτι παῖς ἐκείνη ἐστίν, ἀλλὰ δάμαλις.

    ΕΡΜΗΣ: Τεράστιον τοῦτο· τῷ τρόπῳ δ’ ἐνηλλάγη;

    ΖΕΥΣ: Ζηλοτυπήσασα ἡ Ἥρα μετέβαλεν αὐτήν. ἀλλὰ καὶ καινὸν ἄλλο τι δεινὸν ἐπιμεμηχάνηται τῇ κακοδαίμονι· βουκόλον τινὰ πολυόμματον Ἄργον τοὔνομα ἐπέστησεν, ὃς νέμει τὴν δάμαλιν ἄϋπνος ὤν.

    ΕΡΜΗΣ: Τί οὖν ἡμᾶς χρὴ ποιεῖν;

    ΖΕΥΣ: Καταπτάμενος ἐς τὴν Νεμέαν—ἐκεῖ δέ που ὁ Ἄργος βουκολεῖ—ἐκεῖνον ἀπόκτεινον, τὴν δὲ Ἰὼ διὰ τοῦ πελάγους ἐς τὴν Αἴγυπτον ἀγαγὼν Ἶσιν ποίησον· καὶ τὸ λοιπὸν ἔστω θεὸς τῶν ἐκεῖ καὶ τὸν Νεῖλον ἀναγέτω καὶ τοὺς ἀνέμους ἐπιπεμπέτω καὶ σῳζέτω τοὺς πλέοντας.