Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Dialogi deorum

    Book 15

    Lucian of Samosata

    ΗΦΑΙΣΤΟΣ: Ἑώρακας, ὦ Ἄπολλον, τὸ τῆς Μαίας βρέφος τὸ ἄρτι τεχθέν, ὡς καλόν τέ ἐστι καὶ προσγελᾷ πᾶσι καὶ δηλοῖ ἤδη μέγα τι ἀγαθὸν ἀποβησόμενον;

    ΑΠΟΛΛΩΝ: Ἐκεῖνο τὸ βρέφος, ὦ Ἥφαιστε, ἦ μέγα ἀγαθόν, ὃ τοῦ Ἰαπετοῦ πρεσβύτερόν ἐστιν ὅσον ἐπὶ τῇ πανουργίᾳ;

    ΗΦΑΙΣΤΟΣ: Καὶ τί ἂν ἀδικῆσαι δύναιτο ἀρτίτοκον ὄν;

    ΑΠΟΛΛΩΝ: Ἐρώτα τὸν Ποσειδῶνα, οὗ τὴν τρίαιναν ἔκλεψεν, ἢ τὸν Ἄρη· καὶ τούτου γὰρ ἐξείλκυσε λαθὸν ἐκ τοῦ κολεοῦ τὸ ξίφος, ἵνα μὴ ἐμαυτὸν λέγω, ὃν ἀφώπλισε τοῦ τόξου καὶ τῶν βελῶν.

    ΗΦΑΙΣΤΟΣ: Τὸ νεογνὸν ταῦτα, ὃ μόλις ἕστηκε, τὸ ἐν τοῖς σπαργάνοις;

    ΑΠΟΛΛΩΝ: Εἴσῃ, ὦ Ἥφαιστε, ἤν σοι προσέλθῃ μόνον.

    ΗΦΑΙΣΤΟΣ: Καὶ μὴν προσῆλθεν ἤδη.

    ΑΠΟΛΛΩΝ: Τί οὖν; πάντα ἔχεις τὰ ἐργαλεῖα καὶ οὐδὲν ἀπόλωλεν αὐτῶν;

    ΗΦΑΙΣΤΟΣ: Πάντα, ὦ Ἄπολλον.

    ΑΠΟΛΛΩΝ: Ὅμως ἐπίσκεψαι ἀκριβῶς.

    ΗΦΑΙΣΤΟΣ: Μὰ Δία, τὴν πυράγραν οὐχ ὁρῶ.

    ΑΠΟΛΛΩΝ: Ἀλλ' ὄψει που ἐν τοῖς σπαργάνοις αὐτὴν τοῦ βρέφους.

    ΗΦΑΙΣΤΟΣ: Οὕτως ὀξύχειρ ἐστὶ καθάπερ ἐν τῇ γαστρὶ ἐκμελετήσας τὴν κλεπτικήν;

    ΑΠΟΛΛΩΝ: Οὐ γὰρ ἤκουσας αὐτοῦ καὶ λαλοῦντος ἤδη στωμύλα καὶ ἐπίτροχα· ὁ δὲ καὶ διακονεῖσθαι ἡμῖν ἐθέλει. χθὲς δὲ προκαλεσάμενος τὸν Ἔρωτα κατεπάλαισεν εὐθὺς οὐκ οἶδ᾽. ὅπως ὑφελὼν τὼ πόδε· εἶτα μεταξὺ ἐπαινούμενος τῆς Ἀφροδίτης μὲν τὸν κεστὸν ἔκλεψε προσπτυξαμένης αὐτὸν ἐπὶ τῇ νίκῃ, τοῦ Διὸς δὲ γελῶντος ἔτι τὸ σκῆπτρον· εἰ δὲ μὴ βαρύτερος ὁ κεραυνὸς ἦν καὶ πολὺ τὸ πῦρ εἶχε, κἀκεῖνον ἂν ὑφείλετο.

    ΗΦΑΙΣΤΟΣ: Ὑπέρδριμύν τινα τὸν παῖδα φῄς.

    ΑΠΟΛΛΩΝ: Οὐ μόνον, ἀλλ’ ἤδη καὶ μουσικόν.

    ΗΦΑΙΣΤΟΣ: Τῷ τοῦτο τεκμαίρεσθαι ἔχεις;

    ΑΠΟΛΛΩΝ: Χελώνην που νεκρὰν εὑρὼν ὄργανον ἀπ' αὐτῆς συνεπήξατο· πήχεις γὰρ ἐναρμόσας καὶ ζυγώσας, ἔπειτα κολλάβους ἐμπήξας καὶ μαγάδιον ὑποθεὶς καὶ ἐντεινάμενος ἑπτὰ χορδὰς μελῳδεῖ πάνυ γλαφυρόν, ὦ Ἥφαιστε, καὶ ἐναρμόνιον, ὡς κἀμὲ αὐτῷ φθονεῖν πάλαι κιθαρίζειν ἀσκοῦντα. ἔλεγε δὲ ἡ Μαῖα, ὡς μηδὲ μένοι τὰς νύκτας ἐν τῷ οὐρανῷ, ἀλλ’ ὑπὸ περιεργίας ἄχρι τοῦ ᾄδου κατίοι, κλέψων τι κἀκεῖθεν δηλαδή. ὑπόπτερος δ’ ἐστὶ καὶ ῥάβδον τινὰ πεποίηται θαυμασίαν τὴν δύναμιν, ᾗ ψυχαγωγεῖ καὶ κατάγει τοὺς νεκρούς.

    ΗΦΑΙΣΤΟΣ: Ἐγὼ ἐκείνην ἔδωκα αὐτῷ παίγνιον εἶναι.

    ΑΠΟΛΛΩΝ: Τοιγαροῦν ἀπέδωκέ σοι τὸν μισθόν, τὴν πυάγραν—

    ΗΦΑΙΣΤΟΣ: Εὖ γε ὑπέμνησας· ὥστε βαδιοῦμαι ἀποληψόμενος αὐτήν, εἴ που ὡς φῂς εὑρεθείη ἐν τοῖς σπαργάνοις.