Book 2
Imperial Lucian of Samosata GreekΜΥΡΤΙΟΝ: Γαμεῖς, ὦ Πάμφιλε, τὴν Φίλωνος τοῦ ναυκλήρου θυγατέρα καὶ ἤδη σε γεγαμηκέναι
φασίν; οἱ τοσοῦτοι δὲ ὅρκοι οὓς ὤμοσας καὶ τὰ δάκρυα ἐν ἀκαρεῖ πάντα οἴχεται, καὶ ἐπιλέλησαι Μυρτίου νῦν, καὶ ταῦτα, ὦ Πάμφιλε, ὁπότε κύω μῆνα ὄγδοον ἤδη; τοῦτο γοῦν καὶ μόνον ἐπριάμην τοῦ σοῦ ἔρωτος, ὅτι μου τηλικαύτην πεποίηκας τὴν γαστέρα καὶ μετὰ μικρὸν παιδοτροφεῖν δεήσει, πρᾶγμα ἑταίρᾳ βαρύτατον· οὐ γὰρ ἐκθήσω τὸ τεχθέν, καὶ μάλιστα εἰ ἄρρεν γένοιτο, ἀλλὰ Πάμφιλον ὀνομάσασα ἐγὼ μὲν ἕξω παραμύθιον τοῦ ἔρωτος, σοὶ δὲ ὀνειδιεῖ ποτε ἐκεῖνος, ὡς ἄπιστος γεγένησαι περὶ τὴν ἀθλίαν αὐτοῦ μητέρα. γαμεῖς δ’ οὐ καλὴν παρθένον· εἶδον γὰρ αὐτὴν ἔναγχος ἐν τοῖς Θεσμοφορίοις μετὰ τῆς μητρός, οὐδέπω εἰδυῖα ὅτι δι’ αὐτὴν οὐκέτι ὄψομαι Πάμφιλον. καὶ σὺ δ’ οὖν πρότερον ἰδοῦ
αὐτὴν καὶ τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμοὺς ἰδέ· μή σε ἀνιάτω, εἰ πάνυ γλαυκοὺς ἔχει αὐτοὺς μηδὲ ὅτι διάστροφοί εἰσι καὶ ἐς ἀλλήλους ὁρῶσι· μᾶλλον δὲ τὸν Φίλωνα ἑώρακας τὸν πατέρα τῆς νύμφης, τὸ πρόσωπον αὐτοῦ οἶσθα, ὥστε οὐδὲν ἔτι δεήσει τὴν θυγατέρα ἰδεῖν.
ΠΑΜΦΙΛΟΣ: Ἔτι σου ληρούσης, ὦ Μύρτιον, ἀκούσομαι παρθένους καὶ γάμους ναυκληρικοὺς διεξιούσης; ἐγὼ δὲ ἢ σιμήν τινα ἢ καλὴν νύμφην οἶδα; ἢ ὅτι Φίλων ὁ Ἀλωπεκῆθεν—οἶμαι γὰρ ἐκεῖνον λέγειν σε—θυγατέρα ὅλως εἶχεν ὡραίαν ἤδη γάμου; ἀλλ’ οὐδὲ φίλος ἐστὶν οὗτος τῷ πατρί· μέμνημαι γὰρ ὡς πρῴην ἐδικάσατο περὶ συμβολαίου· τάλαντον, οἶμαι, ὀφείλων γὰρ τῷ πατρὶ οὐκ ἤθελεν ἐκτίνειν, ὁ
δὲ παρὰ τοὺς ναυτοδίκας ἀπήγαγεν αὐτόν, καὶ μόλις ἐξέτισεν αὐτό, οὐδ’ ὅλον, ὡς ὁ πατὴρ ἔφασκεν. εἰ δὲ καὶ γαμεῖν ἐδέδοκτό μοι, τὴν Δημέου θυγατέρα τὴν τοῦ πέρυσιν ἐστρατηγηκότος ἀφείς, καὶ ταῦτα πρὸς μητρὸς ἀνεψιὰν οὖσαν, τὴν Φίλωνος ἐγάμουν ἄν; σὺ δὲ πόθεν ταῦτα ἤκουσας; ἢ τίνας σεαυτῇ, ὦ Μύρτιον, κενὰς ζηλοτυπίας σκιαμαχοῦσα ἐξεῦρες;
ΜΥΡΤΙΟΝ: Οὐκοῦν οὐ γαμεῖς, ὦ Πάμφιλε;
ΠΑΜΦΙΛΟΣ: Μέμηνας, ὦ Μύρτιον, ἢ κραιπαλᾷς; καίτοι χθὲς οὐ πάνυ ἐμεθύσθημεν.
ΜΥΡΤΙΟΝ: Ἡ Δωρὶς αὕτη ἐλύπησέ με· πεμφθεῖσα γὰρ ὡς ἔρια ὠνήσαιτό μοι ἐπὶ τὴν γαστέρα καὶ εὔξαιτο τῇ Λοχείᾳ ὡς ὑπὲρ ἐμοῦ, Λεσβίαν ἔφη ἐντυχοῦσαν αὐτῇ—μᾶλλον δὲ σὺ αὐτῷ, ὦ Δωρί, λέγε ἅπερ ἀκήκοας, εἴ γε μὴ ἐπλάσω ταῦτα.
ΔΩΡΙΣ: Ἀλλ' ἐπιτριβείην, ὦ δέσποινα, εἴ τι ἐψευσάμην· ἐπεὶ γὰρ κατὰ τὸ πρυτανεῖον ἐγενόμην, ἐνέτυχέ μοι ἡ Λεσβία μειδιῶσα καὶ φησίν, Ὁ ἐραστὴς ὑμῶν ὁ Πάμφιλος γαμεῖ τὴν Φίλωνος θυγατέρα· εἰ δὲ ἀπιστοίην, ἠξίου με παρακύψασαν ἐς τὸν στενωπὸν ὑμῶν ἰδεῖν πάντα κατεστεφανωμένα καὶ αὐλητρίδας καὶ θόρυβον καὶ ὑμέναιον ᾄδοντάς τινας.
ΠΑΜΦΙΛΟΣ: Τί οὖν; παρέκυψας, ὦ Δωρί;
ΔΩΡΙΣ: Καὶ μάλα, καὶ εἶδον ἅπαντα ὡς ἔφη.
ΠΑΜΦΙΛΟΣ: Μανθάνω τὴν ἀπάτην· οὐ γὰρ πάντα ἡ Λεσβία, ὦ Δωρί, πρὸς σὲ ἐψεύσατο καὶ σὺ τἀληθῆ ἀπήγγελκας Μυρτίῳ. πλὴν μάτην γε ἐταράχθητε· οὔτε γὰρ παρ' ἡμῖν οἱ γάμοι, ἀλλὰ νῦν ἀνεμνήσθην ἀκούσας τῆς μητρός, ὁπότε χθὲς ἀνέστρεψα παρ' ὑμῶν· ἔφη γάρ, Ὦ Πάμφιλε, ὁ μὲν ἡλικιώτης σοι Χαρμίδης τοῦ γείτονος Ἀρισταινέτου υἱὸς γαμεῖ ἤδη καὶ σωφρονεῖ, σὺ δὲ μέχρι τίνος ἑταίρᾳ σύνει; τοιαῦτα παρακούων αὐτῆς ἐς ὕπνον κατηνέχθην· εἶτα ἕωθεν προῆλθον ἀπὸ τῆς οἰκίας, ὥστε οὐδὲν εἶδον ὧν ἡ Δωρὶς ὕστερον εἶδεν. εἰ δὲ ἀπιστεῖς, αὖθις ἀπελθοῦσα, ὦ Δωρί, ἀκριβῶς ἰδὲ μὴ τὸν στενωπόν, ἀλλὰ τὴν θύραν, ποτέρα ἐστὶν ἡ κατεστεφανωμένη· εὑρήσεις γὰρ τὴν τῶν γειτόνων.
ΜΥΡΤΙΟΝ: Ἀπέσωσας, ὦ Πάμφιλε· ἀπηγξάμην γὰρ ἄν, εἴ τι τοιοῦτο ἐγένετο.
ΠΑΜΦΙΛΟΣ: Ἀλλ' οὐκ ἂν ἐγένετο, μηδ’ οὕτω μανείην, ὡς ἐκλαθέσθαι Μυρτίου, καὶ ταῦτα ἤδη μοι κυούσης παιδίον.