Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Dialogi meretricii

    Book 9

    Lucian of Samosata

    ΜΗΤΗΡ: Ἄν δ’ ἔτι τοιοῦτον ἐραστὴν εὕρωμεν, ὦ Μουσάριον, οἷος ὁ Χαιρέας ἐστί, θῦσαι μὲν τῇ πανδήμῳ δεήσει λευκὴν μηκάδα, τῇ οὐρανίᾳ δὲ τῇ ἐν κήποις δάμαλιν, στεφανῶσαι δὲ καὶ τὴν πλουτοδότειραν, καὶ ὅλως μακάριαι καὶ τρισευδαίμονες ἐσόμεθα. νῦν ὁρᾷς παρὰ τοῦ νεανίσκου ἡλίκα λαμβάνομεν, ὃς ὀβολὸν μὲν οὐδέποτε σοι δέδωκεν, οὐκ ἐσθῆτα, οὐχ ὑποδήματα, οὐ μύρον, ἀλλὰ προφάσεις ἀεὶ καὶ ὑποσχέσεις καὶ μακραὶ ἐλπίδες καὶ πολὺ τό, ἐὰν ὁ πατὴρ..., καὶ κύριος γένωμαι τῶν πατρῴων, καὶ πάντα σά. σὺ δὲ καὶ ὀμωμοκέναι αὐτὸν φῂς ὅτι νόμῳ γαμετὴν ποιήσεταί σε.

    ΜΟΥΣΑΡΙΟΝ: Ὤμοσε γάρ, ὦ μῆτερ, κατὰ ταῖν θεοῖν καὶ τῆς Πολιάδος.

    ΜΗΤΗΡ: Καὶ πιστεύεις δηλαδή· καὶ διὰ τοῦτο πρῴην οὐκ ἔχοντι αὐτῷ καταθεῖναι συμβολὴν τὸν δακτύλιον δέδωκας ἀγνοούσης ἐμοῦ, ὁ δὲ ἀποδόμενος κατέπιε, καὶ πάλιν τὰ δύο περιδέραια τὰ Ἰωνικά, ἕλκοντα ἑκάτερον δύο δαρεικούς, ἅ σοι ὁ Χῖος Πραξίας ὁ ναύκληρος ἐκόμισε ποιησάμενος ἐν Ἐφέσῳ · ἐδεῖτο γὰρ Χαιρέας ἔρανον συνεφήβοις ἀπενεγκεῖν. ὀθόνας γὰρ καὶ χιτωνίσκους τί ἂν λέγοιμι; καὶ ὅλως ἕρμαιόν τι ἡμῖν καὶ μέγα ὄφελος ἐμπέπτωκεν οὗτος.

    ΜΟΥΣΑΡΙΟΝ: Ἀλλὰ καλὸς καὶ ἀγένειος, καὶ φησὶν ἐρᾶν καὶ δακρύει καὶ Δεινομάχης καὶ Λάχητος υἱός ἐστι τοῦ Ἀρεοπαγίτου καὶ φησὶν ἡμᾶς γαμήσειν καὶ μεγάλας ἐλπίδας ἔχομεν παρ' αὐτοῦ, ἢν ὁ γέρων μόνον καταμύσῃ.

    ΜΗΤΗΡ: Οὐκοῦν, ὦ Μουσάριον, ἐὰν ὑποδήσασθαι δέῃ, καὶ ὁ σκυτοτόμος αἰτῇ τὸ δίδραχμον, ἐροῦμεν πρὸς αὐτόν, Ἀργύριον μὲν οὐκ ἔχομεν, σὺ δὲ τῶν ἐλπίδων ὀλίγας παρ' ἡμῶν λαβέ· καὶ πρὸς τὸν ἀλφιτοπώλην τὰ αὐτά· καὶ ἢν τὸ ἐνοίκιον αἰτώμεθα, Περίμεινον, φήσομεν, ἔστ' ἂν Λάχης ὁ Κολυττεὺς ἀποθάνῃ· ἀποδώσω

    γάρ σοι μετὰ τοὺς γάμους. οὐκ αἰσχύνῃ μόνη τῶν ἑταιρῶν οὐκ ἐλλόβιον οὐχ ὅρμον οὐ ταραντινίδιον ἔχουσα;

    ΜΟΥΣΑΡΙΟΝ: Τί οὖν, ὦ μῆτερ; ἐκεῖναι εὐτυχέστεραί μου καὶ καλλίους εἰσίν;

    ΜΗΤΗΡ: Οὔκ, ἀλλὰ συνετώτεραι καὶ ἴσασιν ἑταιρίζειν, οὐδὲ πιστεύουσι ῥηματίοις καὶ νεανίσκοις ἐπ' ἄκρου τοῦ χείλους τοὺς ὅρκους ἔχουσι· σὺ δὲ ἡ πιστὴ καὶ φίλανδρος οὐδὲ προσίῃ ἄλλον τινὰ ὅτι μὴ μόνον Χαιρέαν· καὶ πρῴην μὲν ὅτε ὁ γεωργὸς ὁ Ἀχαρνεὺς

    ἧκε δύο μνᾶς κομίζων, ἀγένειος καὶ αὐτός—οἴνου δὲ τιμὴν ἀπειλήφει τοῦ πατρὸς πέμψαντος—σὺ δὲ ἐκεῖνον μὲν ἀπεμύκτισας, καθεύδεις δὲ μετὰ τοῦ Ἀδώνιδος Χαιρέου.

    ΜΟΥΣΑΡΙΟΝ: Τί οὖν; ἐχρῆν Χαιρέαν καταλείψασαν παραδέξασθαι τὸν ἐργάτην ἐκεῖνον κινάβρας ἀπόζοντα; λεῖός μοι, φασί, Χαιρέας

    καὶ χοιρίσκος Ἁχαρνεύς.

    ΜΗΤΗΡ: Ἔστω· ἐκεῖνος ἀγροῖκος καὶ πονηρὸν ἀποπνεῖ. τί καὶ Ἀντιφῶντα τὸν Μενεκράτους μνᾶν ὑπισχνούμενον οὐδὲ τοῦτον ἐδέξω; οὐ καλὸς ἦν καὶ ἀστικὸς

    καὶ ἡλικιώτης Χαιρέου;

    ΜΟΥΣΑΡΙΟΝ: Ἀλλ' ἠπείλησε Χαιρέας ἀποσφάξειν ἀμφοτέρους, εἰ λάβοι μέ ποτε μετ' αὐτοῦ.

    ΜΗΤΗΡ: Πόσοι δὲ καὶ ἄλλοι ταῦτα ἀπειλοῦσιν; οὐκοῦν ἀνέραστος σὺ μενεῖς διὰ τοῦτο καὶ σωφρονήσεις καθάπερ οὐχ ἑταίρα, τῆς δὲ Θεσμοφόρου ἱέρειά τις οὖσα; ἐῶ τἆλλα. τήμερον Ἁλῶά ἐστι. τί δέ σοι δέδωκεν ἐς τὴν ἑορτήν;

    ΜΟΥΣΑΡΙΟΝ: Οὐκ ἔχει, ὦ μαννάριον.

    ΜΗΤΗΡ: Μόνος οὗτος οὐ τέχνην εὕρηκεν ἐπὶ τὸν πατέρα, οὐκ οἰκέτην καθῆκεν ἐξαπατήσοντα, οὐκ ἀπὸ τῆς μητρὸς ᾔτησεν ἀπειλήσας ἀποπλευσεῖσθαι στρατευσόμενος, εἰ μὴ λάβοι, ἀλλὰ κάθηται ἡμᾶς ἐπιτρίβων μήτε αὐτὸς διδοὺς μήτε παρὰ τῶν διδόντων ἐῶν λαμβάνειν; σὺ δὲ οἴει, ὦ Μουσάριον, ὀκτωκαίδεκα ἐτῶν ἀεὶ ἔσεσθαι; ἢ τὰ αὐτὰ φρονήσειν Χαιρέαν, ὅταν πλουτῇ μὲν αὐτός, ἡ δὲ μήτηρ γάμον πολυτάλαντον ἐξεύρῃ αὐτῷ; μνησθήσεται ἔτι, οἴει, τότε τῶν δακρύων ἢ τῶν φιλημάτων ἢ τῶν ὅρκων πέντε ἴσως τάλαντα προικὸς βλέπων;

    ΜΟΥΣΑΡΙΟΝ: Μνησθήσεται ἐκεῖνος· δεῖγμα δέ· οὐδὲ νῦν γεγάμηκεν, ἀλλὰ

    καταναγκαζόμενος καὶ βιαζόμενος ἠρνήσατο.

    ΜΗΤΗΡ: Γένοιτο μὴ ψεύδεσθαι. ἀναμνήσω δέ σε, ὦ Μουσάριον, τότε.