Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Dialogi mortuorum

    Book 6

    Lucian of Samosata

    ΜΕΝΙΠΠΟΣ: Πρὸς τοῦ Πλούτωνος, ὦ Αἰακέ, περιήγησαί μοι τὰ ἐν ᾅδου πάντα.

    ΑΙΑΚΟΣ: Οὐ ῥᾴδιον, ὦ Μένιππε, ἅπαντα· ὅσα μέντοι κεφαλαιώδη, μάνθανε· οὗτος μὲν ὅτι Κέρβερός ἐστιν οἶσθα, καὶ τὸν πορθμέα τοῦτον, ὅς σε διεπέρασεν, καὶ τὴν λίμνην καὶ τὸν Πυριφλεγέθοντα ἤδη ἑώρακας εἰσιών.

    ΜΕΝΙΠΠΟΣ: Οἶδα ταῦτα καὶ σέ, ὅτι πυλωρεῖς, καὶ τὸν βασιλέα εἶδον καὶ τὰς Ἐρινῦς· τοὺς δὲ ἀνθρώπους μοι τοὺς πάλαι δεῖξον καὶ μάλιστα τοὺς ἐπισήμους αὐτῶν.

    ΑΙΑΚΟΣ: Οὗτος μὲν Ἀγαμέμνων, οὗτος δὲ Ἀχιλλεύς, οὗτος δὲ Ἰδομενεὺς πλησίον, οὗτος δὲ Ὀδυσσεύς, εἶτα Αἴας καὶ Διομήδης καὶ οἱ ἄριστοι τῶν Ἑλλήνων.

    ΜΕΝΙΠΠΟΣ: Βαβαί, ὦ Ὅμηρε, οἷά σοι τῶν ῥαψῳδιῶν τὰ κεφάλαια χαμαὶ ἔρριπται ἄγνωστα καὶ ἄμορφα, κόνις πάντα καὶ λῆρος πολύς, ἀμενηνὰ ὡς ἀληθῶς κάρηνα. οὗτος δέ, ὦ Αἰακέ, τίς ἐστιν;

    ΑΙΑΚΟΣ: Κῦρός ἐστιν· οὗτος δὲ Κροῖσος, ὁ δ’ ὑπὲρ αὐτὸν Σαρδανάπαλλος, ὁ δ’ ὑπὲρ τούτους Μίδας, ἐκεῖνος δὲ Ξέρξης.

    ΜΕΝΙΠΠΟΣ: Εἶτα σέ, ὦ κάθαρμα, ἡ Ἑλλὰς ἔφριττε ζευγνύντα μὲν τὸν Ἑλλήσποντον, διὰ δὲ τῶν ὀρῶν πλεῖν ἐπιθυμοῦντα; οἷος δὲ καὶ ὁ Κροῖσός ἐστιν. τὸν Σαρδανάπαλλον δέ, ὦ Αἰακέ, πατάξαι μοι κατὰ κόρρης ἐπίτρεψον.

    ΑΙΑΚΟΣ: Μηδαμῶς· διαθρύπτεις γὰρ αὐτοῦ τὸ κρανίον γυναικεῖον ὄν.

    ΜΕΝΙΠΠΟΣ: Οὐκοῦν ἀλλὰ προσπτύσομαί γε πάντως αὐτῷ ἀνρογύνῳ γε ὄντι.

    ΑΙΑΚΟΣ: Βούλει σοὶ ἐπιδείξω καὶ τοὺς σοφούς;

    ΜΕΝΙΠΠΟΣ: Νὴ Δία γε.

    ΑΙΑΚΟΣ: Πρῶτος οὗτός σοι ὁ Πυθαγόρας ἐστί.

    ΜΕΝΙΠΠΟΣ: Χαῖρε, ὦ Εὔφορβε ἢ Ἄπολλον ἢ ὅ τι ἂν θέλῃς.

    ΠΥΘΑΓΟΡΑΣ: Μὴ καὶ σύ γε, ὦ Μένιππε.

    ΜΕΝΙΠΠΟΣ: Οὐκέτι χρυσοῦς ὁ μηρός σοι;

    ΠΥΘΑΓΟΡΑΣ: Οὐ γάρ· ἀλλὰ φέρε ἴδω εἴ τί σοι ἐδώδιμον ἡ πήρα ἔχει.

    ΜΕΝΙΠΠΟΣ: Κυάμους, ὦγαθέ· ὥστε οὐ τουτί σοι ἐδώδιμον.

    ΠΥΘΑΓΟΡΑΣ: Δὸς μόνον· ἄλλα παρὰ νεκροῖς δόγματα· ἔμαθον γάρ, ὡς οὐδὲν ἴσον κύαμοι καὶ κεφαλαὶ τοκήων ἐνθάδε.

    ΑΙΑΚΟΣ: Οὗτος δὲ Σόλων ὁ Ἐξηκεστίδου καὶ Θαλῆς ἐκεῖνος καὶ παρ' αὐτοὺς Πιττακὸς καὶ οἱ ἄλλοι· ἑπτὰ δὲ πάντες εἰσὶν ὡς ὁρᾷς.

    ΜΕΝΙΠΠΟΣ: Ἄλυποι, ὦ Αἰακέ, οὗτοι μόνοι καὶ φαιδροὶ τῶν ἄλλων· ὁ δὲ σποδοῦ ἀνάπλεως καθάπερ ἐγκρυφίας ἄρτος, ὁ ταῖς φλυκταίναις ἐξηνθηκώς, τίς ἐστιν;

    ΑΙΑΚΟΣ: Ἐμπεδοκλῆς, ὦ Μένιππε, ἡμίεφθος ἀπὸ τῆς Αἴτνης παρών.

    ΜΕΝΙΠΠΟΣ: Ὦ χαλκόπου βέλτιστε, τί παθὼν σεαυτὸν εἰς τοὺς κρατῆρας ἐνέβαλες;

    ΕΜΠΕΔΟΚΛΗΣ: Μελαγχολία τις, ὦ Μένιππε.

    ΜΕΝΙΠΠΟΣ: Οὐ μὰ Δί' ἀλλὰ κενοδοξία καὶ τῦφος καὶ πολλὴ κόρυζα, ταῦτά σε ἀπηνθράκωσεν αὐταῖς κρηπῖσιν οὐκ ἀνάξιον ὄντα· πλὴν οὐδέν σε ὤνησεν τὸ σόφισμα· ἐφωράθης γὰρ τεθνεώς. ὁ Σωκράτης δέ, ὦ Αἰακέ, ποῦ ποτε ἄρα ἐστίν;

    ΑΙΑΚΟΣ: Μετὰ Νέστορος καὶ Παλαμήδους ἐκεῖνος ληρεῖ τὰ πολλά.

    ΜΕΝΙΠΠΟΣ: Ὅμως ἐβουλόμην ἰδεῖν αὐτόν, εἴ που ἐνθάδε ἐστίν.

    ΑΙΑΚΟΣ: Ὁρᾷς τὸν φαλακρόν;

    ΜΕΝΙΠΠΟΣ: Ἅπαντες φαλακροί εἰσιν· ὥστε πάντων ἂν εἴη τοῦτο τὸ γνώρισμα.

    ΑΙΑΚΟΣ: Τὸν σιμὸν λέγω.

    ΜΕΝΙΠΠΟΣ: Καὶ τοῦτο ὅμοιον· σιμοὶ γὰρ ἅπαντες.

    ΣΩΚΡΑΤΗΣ: Ἐμὲ ζητεῖς, ὦ Μένιππε;

    ΜΕΝΙΠΠΟΣ: Καὶ μάλα, ὦ Σώκρατες.

    ΣΩΚΡΑΤΗΣ: Τί τὰ ἐν Ἀθήναις;

    ΜΕΝΙΠΠΟΣ: Πολλοὶ τῶν νέων φιλοσοφεῖν λέγουσι, καὶ τά γε σχήματα αὐτὰ καὶ τὰ βαδίσματα εἰ θεάσαιτό τις, ἄκροι φιλόσοφοι.

    ΣΩΚΡΑΤΗΣ: Μάλα πολλοὺς ἑώρακα.

    ΜΕΝΙΠΠΟΣ: Ἀλλὰ ἑώρακας, οἶμαι, οἷος ἧκε παρὰ σοὶ Ἀρίστιππος ἢ Πλάτων αὐτός, ὁ μὲν ἀποπνέων μύρον, ὁ δὲ τοὺς ἐν Σικελίᾳ τυράννους θεραπεύειν ἐκμαθών.

    ΣΩΚΡΑΤΗΣ: Περὶ ἐμοῦ δὲ τί φρονοῦσιν;

    ΜΕΝΙΠΠΟΣ: Εὐδαίμων, ὦ Σώκρατες, ἄνθρωπος εἶ τά γε τοιαῦτα. πάντες γοῦν σε θαυμάσιον οἴονται ἄνδρα γεγενῆσθαι καὶ πάντα ἐγνωκέναι καὶ ταῦτα—οἶμαι γὰρ τἀληθῆ λέγειν—οὐδὲν εἰδότα.

    ΣΩΚΡΑΤΗΣ: Καὶ αὐτὸς ἔφασκον ταῦτα πρὸς αὐτούς, οἱ δὲ εἰρωνείαν τὸ πρᾶγμα ᾤοντο εἶναι.

    ΜΕΝΙΠΠΟΣ: Τίνες δέ εἰσιν οὗτοι οἱ περὶ σέ;

    ΣΩΚΡΑΤΗΣ: Χαρμίδης, ὦ Μένιππε, καὶ Φαῖδρος καὶ ὁ τοῦ Κλεινίου.

    ΜΕΝΙΠΠΟΣ: Εὖ γε, ὦ Σώκρατες, ὅτι κἀνταῦθα μέτει τὴν σεαυτοῦ τέχνην καὶ οὐκ ὀλιγωρεῖς τῶν καλῶν.

    ΣΩΚΡΑΤΗΣ: Τί γὰρ ἂν ἥδιον ἄλλο πράττοιμι; ἀλλὰ πλησίον ἡμῶν κατάκεισο, εἰ δοκεῖ.

    ΜΕΝΙΠΠΟΣ: Μὰ Δί', ἐπεὶ παρὰ τὸν Κροῖσον καὶ τὸν Σαρδανάπαλλον ἄπειμι πλησίον οἰκήσων αὐτῶν· ἔοικα γοῦν οὐκ ὀλίγα γελάσεσθαι οἰμωζόντων ἀκούων.

    ΑΙΑΚΟΣ: Κἀγὼ ἤδη ἄπειμι, μὴ καί τις ἡμᾶς νεκρὸς λάθῃ διαφυγών. τὰ πολλὰ δ’ εἰσαῦθις ὄψει, ὦ Μένιππε.

    ΜΕΝΙΠΠΟΣ: Ἄπιθι· καὶ ταυτὶ γὰρ ἱκανά, ὦ Αἰακέ.