Book 18
Imperial Lucian of Samosata GreekΚΝΗΜΩΝ: Τοῦτο ἐκεῖνο τὸ τῆς παροιμίας· ὁ νεβρὸς τὸν λέοντα.
ΔΑΜΝΙΠΠΟΣ: Τί ἀγανακτεῖς, ὦ Κνήμων;
ΚΝΗΜΩΝ: Πυνθάνῃ ὅ τι ἀγανακτῶ; κληρονόμον ἀκούσιον καταλέλοιπα κατασοφισθεὶς ἄθλιος, οὓς ἐβουλόμην ἂν μάλιστα σχεῖν τἀμὰ παραλιπών.
ΔΑΜΝΙΠΠΟΣ: Πῶς τοῦτο ἐγένετο;
ΚΝΗΜΩΝ: Ἑρμόλαον τὸν πάνυ πλούσιον ἄτεκνον ὄντα ἐθεράπευον ἐπὶ θανάτῳ, κἀκεῖνος οὐκ ἀηδῶς τὴν θεραπείαν προσίετο. ἔδοξε δή μοι καὶ σοφὸν τοῦτο εἶναι, θέσθαι διαθήκας εἰς τὸ φανερόν, ἐν αἷς ἐκείνῳ καταλέλοιπα τἀμὰ πάντα, ὡς κἀκεῖνος ζηλώσειεν καὶ τὰ αὐτὰ πράξειεν.
ΔΑΜΝΙΠΠΟΣ: Τί οὖν δὴ ἐκεῖνος;
ΚΝΗΜΩΝ: Ὅ τι μὲν αὐτὸς ἐνέγραψεν ταῖς ἑαυτοῦ διαθήκαις οὐκ οἶδα· ἐγὼ γοῦν ἄφνω ἀπέθανον τοῦ τέγους μοι ἐπιπεσόντος, καὶ νῦν Ἑρμόλαος ἔχει τἀμὰ ὥσπερ τις λάβραξ καὶ τὸ ἄγκιστρον τῷ δελέατι συγκατασπάσας.
ΔΑΜΝΙΠΠΟΣ: Οὐ μόνον, ἀλλὰ καὶ αὐτόν σε τὸν ἁλιέα· ὥστε τὸ σόφισμα κατὰ σαυτοῦ συντέθεικας.
ΚΝΗΜΩΝ: Ἔοικα· οἰμώζω τοιγαροῦν.