Vitarum auctio
Vitarum auctio Imperial Lucian of Samosata GreekΖεύς: σὺ μὲν διατίθει τὰ βάθρα καὶ παρασκεύαζε τὸν τόπον τοῖς ἀφικνουμένοις, σὺ δὲ στῆσον ἑξῆς παραγαγὼν τοὺς βίους, ἀλλὰ κοσμήσας πρότερον, ὡς εὐπρόσωποι φανοῦνται καὶ ὅτι πλείστους ἐπάξονται· σὺ δέ, ὦ Ἑρμῆ, κήρυττε καὶ συγκάλει.
Ἑρμῆς: ἀγαθῇ τύχῃ τοὺς ὠνητὰς ἤδη παρεῖναι πρὸς τὸ πωλητήριον. ἀποκηρύξομεν δὲ βίους φιλοσόφους παντὸς εἴδους καὶ προαιρέσεων ποικίλων. εἰ δέ τις τὸ παραυτίκα μὴ ἔχει τἀργύριον καταβαλέσθαι, εἰς νέωτα ἐκτίσει καταστήσας ἐγγυητήν.
Ζεύς: πολλοὶ συνίασιν· ὥστε χρὴ μὴ διατρίβειν μηδὲ κατέχειν αὐτούς. πωλῶμεν οὖν.
Ἑρμῆς: τίνα πρῶτον ἐθέλεις παραγάγωμεν;
Ζεύς: τουτονὶ τὸν κομήτην, τὸν Ἰωνικόν, ἐπεὶ καὶ σεμνός τις εἶναι φαίνεται.
Ἑρμῆς: οὗτος ὁ Πυθαγορικὸς κατάβηθι καὶ πάρεχε σεαυτὸν ἀναθεωρεῖσθαι τοῖς συνειλεγμένοις.
Ζεύς: κήρυττε δή.
Ἑρμῆς: τὸν ἄριστον βίον πωλῶ, τὸν σεμνότατον. τίς ὠνήσεται; τίς ὑπὲρ ἄνθρωπον εἶναι βούλεται; τίς εἰδέναι τὴν τοῦ παντὸς ἁρμονίαν καὶ ἀναβιῶναι πάλιν;
Ἀγοράστης: τὸ μὲν εἶδος οὐκ ἀγεννής. τί δὲ μάλιστα οἶδεν;
Ἑρμῆς: ἀριθμητικήν, ἀστρονομίαν, τερατείαν, γεωμετρίαν, μουσικήν, γοητείαν. μάντιν ἄκρον βλέπεις.
Ἀγοράστης: ἔξεστιν αὐτὸν ἀνακρίνειν;
Ἑρμῆς: ἀνάκρινε ἀγαθῇ τύχῃ.
Ἀγοράστης: ποδαπὸς εἶ σύ;
Πυθαγόρας: Σάμιος.
Ἀγοράστης: ποῦ δὲ ἐπαιδεύθης;
Πυθαγόρας: ἐν Αἰγύπτῳ παρὰ τοῖς ἐκεῖ σοφοῖσι.
Ἀγοράστης: φέρε δέ, ἢν πρίωμαί σε, τί με διδάξει;
Πυθαγόρας: διδάξομαι μὲν οὐδέν, ἀναμνήσω δέ.
Ἀγοράστης: πῶς ἀναμνήσεις;
Πυθαγόρας: καθαρὴν πρότερον τὴν ψυχὴν ἐργασάμενος καὶ τὸν ἐπʼ αὐτῇ ῥύπον ἐκκλύσας.
Ἀγοράστης: καὶ δὴ νόμισον ἤδη ἐκκεκαθάρθαι με, τις ὁ τρόπος τῆς ἀναμνήσεως;
Πυθαγόρας: τὸ μὲν πρῶτον ἡσυχίη μακρὴ καὶ ἀφωνίη καὶ πέντε ὅλων ἐτέων λαλέειν μηδέν.
Ἀγοράστης: ὥρα σοι, ὦ βέλτιστε, τὸν Κροίσου παῖδα παιδεύειν· ἐγὼ γὰρ λάλος, οὐκ ἀνδριὰς εἶναι βούλομαι. τί δὲ μετὰ τὴν σιωπὴν ὅμως καὶ τὴν πενταετίαν;
Πυθαγόρας: Μουσουργίῃ καὶ γεωμετρίῃ ἐνασκήσεαι.
Ἀγοράστης: χάριεν λέγεις, εἰ πρῶτόν με κιθαρῳδὸν γενόμενον κᾆτα εἶναι σοφὸν χρή.
Πυθαγόρας: εἶτʼ ἐπὶ τουτέοισιν ἀριθμέειν.
Ἀγοράστης: οἶδα καὶ νῦν ἀριθμεῖν.
Πυθαγόρας: πῶς ἀριθμέεις;
Ἀγοράστης: ἕν, δύο, τρία, τέτταρα.
Πυθαγόρας: ὁρᾷς; ἃ σὺ δοκέεις τέσσαρα, ταῦτα δέκα ἐστὶ καὶ τρίγωνον ἐντελὲς καὶ ἡμέτερον ὅρκιον.
Ἀγοράστης: οὐ μὰ τὸν μέγιστον τοίνυν ὅρκον τὰ τέτταρα, οὔποτε θειοτέρους λόγους ἤκουσα οὐδὲ μᾶλλον ἱερούς.
Πυθαγόρας: μετὰ δέ, ὦ ξεῖνε, εἴσεαι γῆς τε πέρι καὶ ἠέρος καὶ ὕδατος καὶ πυρὸς ἥτις αὐτέοισιν ἡ φορὴ καὶ ὁκοῖα ἐόντα μορφὴν ὅκως κινέονται.
Ἀγοράστης: μορφὴν γὰρ ἔχει τὸ πῦρ ἢ ἀὴρ ἢ ὕδωρ;
Πυθαγόρας: καὶ μάλα ἐμφανέα· οὐ γὰρ οἷά τε ἀμορφίῃ καὶ ἀσχημοσύνῃ κινέεσθαι. καὶ ἐπὶ τουτέοισι δὲ γνώσεαι τὸν θεὸν ἀριθμὸν ἐόντα καὶ νόον καὶ ἁρμονίην.
Ἀγοράστης: θαυμάσια λέγεις.
Πυθαγόρας: πρὸς δὲ τοῖσδεσι τοῖσιν εἰρημένοισι καὶ σεωυτὸν ἕνα δοκέοντα ἄλλον ὁρεόμενον καὶ ἄλλον ἐόντα εἴσεαι.
Ἀγοράστης: τί φής; ἄλλος εἰμὶ καὶ οὐχ οὗτος ὅσπερ νῦν πρὸς σὲ διαλέγομαι;
Πυθαγόρας: νῦν μὲν οὗτος, πάλαι δὲ ἐν ἄλλῳ σώματι καὶ ἐν ἄλλῳ οὐνόματι ἐφαντάζεο· χρόνῳ δὲ αὖτις ἐς ἄλλον μεταβήσεαι.
Ἀγοράστης: τοῦτο φής, ἀθάνατον ἔσεσθαί με ἀλλαττόμενον ἐς μορφὰς πλείονας;
Ἀγοράστης: ἀλλὰ τάδε μὲν ἱκανῶς. τὰ δʼ ἀμφὶ δίαιταν ὁποῖός τις εἶ;
Πυθαγόρας: ἐμψυχήϊον μὲν οὐδὲ ἓν σιτέομαι, τὰ δὲ ἄλλα πλὴν κυάμων.
Ἀγοράστης: τίνος ἕνεκα; ἢ μυσάττῃ τοὺς κυάμους;
Πυθαγόρας: οὔκ, ἀλλὰ ἱροί εἰσι καὶ θωυμαστὴ αὐτέων ἡ φύσις· πρῶτον μὲν γὰρ τὸ πᾶν γονή εἰσι, καὶ ἢν ἀποδύσῃς κύαμον ἔτι χλωρὸν ἐόντα, ὄψεαι τοῖσιν ἀνδρείοισι μορίοισιν ἐμφερέα τὴν φυήν· ἑψηθέντα δὲ ἢν ἀφῇς ἐς τὴν σεληναίην νυξὶ μεμετρημένῃσιν, αἷμα ποιήσεις. τὸ δὲ μέζον, Ἀθηναίοισι νόμος κυάμοισι τὰς ἀρχὰς αἱρέεσθαι.
Ἀγοράστης: καλῶς πάντα ἔφης καὶ ἱεροπρεπῶς. ἀλλὰ ἀπόδυθι, καὶ γυμνὸν γάρ σε ἰδεῖν βούλομαι. ὦ Ἡράκλεις, χρυσοῦς αὐτῷ ὁ μηρός ἐστι. θεός, οὐ βροτός τις εἶναι φαίνεται· ὥστε ὠνήσομαι πάντως αὐτόν. πόσου τοῦτον ἀποκηρύττεις;
Ἑρμῆς: δέκα μνῶν.
Ἀγοράστης: ἔχω τοσούτου λαβών.
Ζεύς: γράφε τοῦ ὠνησαμένου τοὔνομα καὶ ὅθεν ἐστίν.
Ἑρμῆς: Ἰταλιώτης, ὦ Ζεῦ, δοκεῖ τις εἶναι τῶν ἀμφὶ Κρότωνα καὶ Τάραντα καὶ τὴν ταύτῃ Ἑλλάδα· καίτοι οὐχ εἷς, ἀλλὰ τριακόσιοι σχεδὸν ἐώνηνται κατὰ κοινὸν αὐτόν.
Ζεύς: Ἀπαγέτωσαν· ἄλλον παράγωμεν.
Ἑρμῆς: βούλει τὸν αὐχμῶντα ἐκεῖνον, τὸν Ποντικόν;
Ζεύς: πάνυ μὲν οὖν.
Ἑρμῆς: οὗτος ὁ τὴν πήραν ἐξηρτημένος, ὁ ἐξωμίας, ἐλθὲ καὶ περίιθι ἐν κύκλῳ τὸ συνέδριον. βίον ἀνδρικὸν πωλῶ, βίον ἄριστον καὶ γεννικόν, βίον ἐλεύθερον· τίς ὠνήσεται;
Ἀγοράστης: ὁ κῆρυξ πῶς ἔφης σύ; πωλεῖς τὸν ἐλεύθερον;
Ἑρμῆς: ἔγωγε.
Ἀγοράστης: εἶτʼ οὐ δέδιας μή σοι δικάσηται ἀνδραποδισμοῦ ἢ καὶ προκαλέσηταί σε εἰς Ἄρειον πάγον;
Ἑρμῆς: οὐδὲν αὐτῷ μέλει τῆς πράσεως· οἴεται γὰρ εἶναι παντάπασιν ἐλεύθερος.
Ἀγοράστης: τί δʼ ἄν τις αὐτῷ χρήσαιτο ῥυπῶντι καὶ οὕτω κακοδαιμόνως διακειμένῳ; πλὴν εἰ μὴ σκαπανέα γε καὶ ὑδροφόρον αὐτὸν ἀποδεικτέον.
Ἑρμῆς: οὐ μόνον, ἀλλὰ καὶ ἢν θυρωρὸν αὐτὸν ἐπιστήσῃς, πολὺ πιστοτέρῳ χρήσῃ τῶν κυνῶν. ἀμέλει κύων αὐτῷ καὶ τὸ ὄνομα.
Ἀγοράστης: ποδαπὸς δέ ἐστιν ἢ τίνα τὴν ἄσκησιν ἐπαγγέλλεται;
Ἑρμῆς: αὐτὸν ἐροῦ· κάλλιον γὰρ οὕτω ποιεῖν.
Ἀγοράστης: δέδια τὸ σκυθρωπὸν αὐτοῦ καὶ κατηφές, μή με ὑλακτήσῃ προσελθόντα ἢ καὶ νὴ Δία δάκῃ γε. οὐχ ὁρᾷς ὡς διῆρται τὸ ξύλον καὶ συνέσπακε τὰς ὀφρῦς καὶ ἀπειλητικόν τι καὶ χολῶδες ὑποβλέπει;
Ἑρμῆς: μὴ δέδιθι· τιθασὸς γάρ ἐστι.
Ἀγοράστης: τὸ πρῶτον, ὦ βέλτιστε, ποδαπὸς εἶ;
Διογένης: παντοδαπός.
Ἀγοράστης: πῶς λέγεις;
Διογένης: τοῦ κόσμου πολίτην ὁρᾷς.
Ἀγοράστης: ζηλοῖς δὲ δὴ τίνα;
Διογένης: τὸν Ἡρακλέα.
Ἀγοράστης: τί οὖν οὐχὶ καὶ λεοντῆν ἀμπέχῃ; τὸ μὲν γὰρ ξύλον ἔοικας αὐτῷ.
Διογένης: τουτί μοι λεοντῆ, τὸ τριβώνιον. στρατεύομαι δὲ ὥσπερ ἐκεῖνος ἐπὶ τὰς ἡδονάς, οὐ κελευστός, ἀλλὰ ἑκούσιος, ἐκκαθᾶραι τὸν βίον προαιρούμενος.
Ἀγοράστης: εὖ γε τῆς προαιρέσεως. ἀλλὰ τί μάλιστα εἰδέναι σε φῶμεν; ἢ τίνα τὴν τέχνην ἔχεις;
Διογένης: ἐλευθερωτής εἰμι τῶν ἀνθρώπων καὶ ἰατρὸς τῶν παθῶν· τὸ δὲ ὅλον ἀληθείας καὶ παρρησίας προφήτης εἶναι βούλομαι.
Ἀγοράστης: εὖ γε, ὦ προφῆτα· ἢν δὲ πρίωμαί σε, τίνα με τὸν τρόπον διασκήσεις;
Διογένης: πρῶτον μὲν παραλαβών σε καὶ ἀποδύσας τὴν τρυφὴν καὶ ἀπορίᾳ συγκατακλείσας τριβώνιον περιβαλῶ, μετὰ δὲ πονεῖν καὶ κάμνειν καταναγκάσω χαμαὶ καθεύδοντα καὶ ὕδωρ πίνοντα καὶ ὧν ἔτυχεν ἐμπιμπλάμενον, τὰ δὲ χρήματα, ἢν ἔχῃς, ἐμοὶ πειθόμενος εἰς τὴν θάλατταν φέρων ἐμβαλεῖς, γάμου δὲ ἀμελήσεις καὶ παίδων καὶ πατρίδος, καὶ πάντα σοι ταῦτα λῆρος ἔσται, καὶ τὴν πατρῴαν οἰκίαν ἀπολιπὼν ἢ τάφον οἰκήσεις ἢ πυργίον ἔρημον ἢ καὶ πίθον· ἡ πήρα δέ σοι θέρμων ἔσται μεστὴ καὶ ὀπισθογράφων βιβλίων· καὶ οὕτως ἔχων εὐδαιμονέστερος εἶναι φήσεις τοῦ μεγάλου βασιλέως. ἢν μαστιγοῖ δέ τις ἢ στρεβλοῖ, τούτων οὐδὲν ἀνιαρὸν ἡγήσῃ.
Ἀγοράστης: πῶς τοῦτο φὴς τὸ μὴ ἀλγεῖν μαστιγούμενον; οὐ γὰρ χελώνης ἢ καράβου τὸ δέρμα περιβέβλημαι.
Διογένης: τὸ Εὐριπίδειον ἐκεῖνο ζηλώσεις μικρὸν ἐναλλάξας.
Ἀγοράστης: τὸ ποῖον;
Διογένης: ἡ φρήν σοι ἀλγήσει, ἡ δὲ γλῶσσα ἔσται ἀνάλγητος.
Διογένης: ἃ δὲ μάλιστα δεῖ προσεῖναι, ταῦτά ἐστιν· ἰταμὸν χρὴ εἶναι καὶ θρασὺν καὶ λοιδορεῖσθαι πᾶσιν ἑξῆς καὶ βασιλεῦσι καὶ ἰδιώταις· οὕτω γὰρ ἀποβλέψονταί σε καὶ ἀνδρεῖον ὑπολήψονται. βάρβαρος δὲ ἡ φωνὴ ἔστω καὶ ἀπηχὲς τὸ φθέγμα καὶ ἀτεχνῶς ὅμοιον κυνί, καὶ πρόσωπον δὲ ἐντεταμένον καὶ βάδισμα τοιούτῳ προσώπῳ πρέπον, καὶ ὅλως θηριώδη τὰ πάντα καὶ ἄγρια. αἰδὼς δὲ καὶ ἐπιείκεια καὶ μετριότης ἀπέστω, καὶ τὸ ἐρυθριᾶν ἀπόξυσον τοῦ προσώπου παντελῶς. δίωκε δὲ τὰ πολυανθρωπότατα τῶν χωρίων, καὶ ἐν αὐτοῖς τούτοις μόνος καὶ ἀκοινώνητος εἶναι θέλε μὴ φίλον, μὴ ξένον προσιέμενος· κατάλυσις γὰρ τὰ τοιαῦτα τῆς ἀρχῆς. ἐν ὄψει δὲ πάντων, ἃ μηδὲ ἰδίᾳ ποιήσειεν ἄν τις, θαρρῶν ποίει, καὶ τῶν ἀφροδισίων αἱροῦ τὰ γελοιότερα, καὶ τέλος, ἤν σοι δοκῇ, πολύποδα ὠμὸν ἢ σηπίαν φαγὼν ἀπόθανε. ταύτην σοι τὴν εὐδαιμονίαν προξενοῦμεν.
Ἀγοράστης: ἄπαγε· μιαρὰ γὰρ καὶ οὐκ ἀνθρώπινα λέγεις.
Διογένης: ἀλλὰ ῥᾷστά γε, ὦ οὗτος, καὶ πᾶσιν εὐχερῆ μετελθεῖν· οὐ γάρ σοι δεήσει παιδείας καὶ λόγων καὶ λήρων, ἀλλʼ ἐπίτομος αὕτη σοι πρὸς δόξαν ἡ ὁδός· κἂν ἰδιώτης ᾖς, ἤτοι σκυτοδέψης ἢ ταριχοπώλης ἢ τέκτων ἢ τραπεζίτης, οὐδέν σε κωλύσει θαυμαστὸν εἴναι, ἢν μόνον ἡ ἀναίδεια καὶ τὸ θράσος παρῇ καὶ λοιδορεῖσθαι καλῶς ἐκμάθῃς.
Ἀγοράστης: πρὸς ταῦτα μὲν οὐ δέομαί σου. ναύτης δʼ ἂν ἴσως ἢ κηπουρὸς ἐν καιρῷ γένοιο, καὶ ταῦτα, ἢν ἐθέλῃ σε ἀποδόσθαι οὑτοσὶ τὸ μέγιστον δύʼ ὀβολῶν.
Ἑρμῆς: ἔχε λαβών· καὶ γὰρ ἄσμενοι ἀπαλλαξόμεθα ἐνοχλοῦντος αὐτοῦ καὶ βοῶντος καὶ ἅπαντας ἁπαξαπλῶς ὑβρίζοντος καὶ ἀγορεύοντος κακῶς.
Ζεύς: ἄλλον κάλει τὸν Κυρηναῖον, τὸν ἐν τῇ πορφυρίδι, τὸν ἐστεφανωμένον.
Ἑρμῆς: ἄγε δή, πρόσεχε πᾶς· πολυτελὲς τὸ χρῆμα καὶ πλουσίων δεόμενον. βίος οὗτος ἥδιστος, βίος τρισμακάριστος. τίς ἐπιθυμεῖ τρυφῆς; τίς ὠνεῖται τὸν ἁβρότατον;
Ἀγοράστης: ἐλθὲ σὺ καὶ λέγε ἅπερ εἰδὼς τυγχάνεις· ὠνήσομαι γάρ σε, ἢν ὠφέλιμος ᾖς.
Ἑρμῆς: μὴ ἐνόχλει αὐτόν, ὦ βέλτιστε, μηδὲ ἀνάκρινε· μεθύει γάρ. ὥστε οὐκ ἂν ἀποκρίναιτό σοι, τὴν γλῶτταν, ὡς ὁρᾷς, διολισθάνων.
Ἀγοράστης: καὶ τίς ἂν εὖ φρονῶν πρίαιτο διεφθαρμένον οὕτω καὶ ἀκόλαστον ἀνδράποδον; ὅσον δὲ καὶ ἀποπνεῖ μύρων, ὡς δὲ καὶ σφαλερὸν βαδίζει καὶ παράφορον. ἀλλὰ κἂν σύ γε, ὦ Ἑρμῆ, λέγε ὁποῖα πρόσεστιν αὐτῷ καὶ ἃ μετιὼν τυγχάνει.
Ἑρμῆς: τὸ μὲν ὅλον, συμβιῶναι δεξιὸς καὶ συμπιεῖν ἱκανὸς καὶ κωμάσαι μετὰ αὐλητρίδος ἐπιτήδειος ἐρῶντι καὶ ἀσώτῳ δεσπότῃ· τὰ ἄλλα δὲ πεμμάτων ἐπιστήμων καὶ ὀψοποιὸς ἐμπειρότατος, καὶ ὅλως σοφιστὴς ἡδυπαθείας. ἐπαιδεύθη μὲν οὖν Ἀθήνησιν, ἐδούλευσε δὲ καὶ περὶ Σικελίαν τοῖς τυράννοις καὶ σφόδρα εὐδοκίμει παρʼ αὐτοῖς. τὸ δὲ κεφάλαιον τῆς προαιρέσεως, ἁπάντων καταφρονεῖν, ἅπασι χρῆσθαι, πανταχόθεν ἐρανίζεσθαι τὴν ἡδονήν.
Ἀγοράστης: ὥρα σοι ἄλλον περιβλέπειν τῶν πλουσίων τούτων καὶ πολυχρημάτων· ἐγὼ μὲν γὰρ οὐκ ἐπιτήδειος ἱλαρὸν ὠνεῖσθαι βίον.
Ἑρμῆς: Ἄπρατος ἔοικεν ἡμῖν οὗτος, ὦ Ζεῦ, μένειν.
Ζεύς: Μετάστησον· ἄλλον παράγε· μᾶλλον δὲ τὼ δύο τούτω, τὸν γελῶντα τὸν Ἀβδηρόθεν καὶ τὸν κλάοντα τὸν ἐξ Ἐφέσου· ἅμα γὰρ αὐτὼ πεπρᾶσθαι βούλομαι.
Ἑρμῆς: κατάβητον ἐς τὸ μέσον. τὼ ἀρίστω βίω πωλῶ, τὼ σοφωτάτω πάντων ἀποκηρύττομεν.
Ἀγοράστης: ὦ Ζεῦ τῆς ἐναντιότητος. ὁ μὲν οὐ διαλείπει γελῶν, ὁ δέ τινα ἔοικε πενθεῖν· δακρύει γοῦν τὸ παράπαν. τί ταῦτα, ὦ οὗτος; τί γελᾷς;
Δημόκριτος: ἐρωτᾷς; ὅτι μοι γελοῖα πάντα δοκέει τὰ πρήγματα ὑμέων καὶ αὐτοὶ ὑμέες.
Ἀγοράστης: πῶς λέγεις; καταγελᾷς ἡμῶν ἁπάντων καὶ παρʼ οὐδὲν τίθεσαι τὰ ἡμέτερα πράγματα;
Δημόκριτος: ὧδε ἔχει· σπουδαῖον γὰρ ἐν αὐτέοισιν οὐδέν, κενεὰ δὲ πάντα καὶ ἀτόμων φορὴ καὶ ἀπειρίη.
Ἀγοράστης: οὐ μὲν οὖν, ἀλλὰ σὺ κενὸς ὡς ἀληθῶς καὶ ἄπειρος.
Ἀγοράστης: ὢ τῆς ὕβρεως, οὐ παύσῃ γελῶν; σὺ δὲ τί κλάεις, ὦ βέλτιστε; πολὺ γὰρ οἶμαι κάλλιον σοὶ προσλαλεῖν.
Ἡράκλειτος: ἡγέομαι γάρ, ὦ ξεῖνε, τὰ ἀνθρωπήϊα πρήγματα ὀϊζυρὰ καὶ δακρυώδεα καὶ οὐδὲν αὐτέων ὅ τι μὴ ἐπικήριον· τὸ δὴ οἰκτείρω τε σφέας καὶ ὀδύρομαι, καὶ τὰ μὲν παρεόντα οὐ δοκέω μεγάλα, τὰ δὲ ὑστέρῳ χρόνῳ ἐσόμενα πάμπαν ἀνιηρά, λέγω δὲ τὰς ἐκπυρώσιας καὶ τὴν τοῦ ὅλου συμφορήν· ταῦτα ὀδύρομαι καὶ ὅτι ἔμπεδον οὐδέν, ἀλλʼ ὅκως ἐς κυκεῶνα τὰ πάντα συνειλέονται καί ἐστι τὠυτὸ τέρψις ἀτερψίη, γνῶσις ἀγνωσίη, μέγα μικρόν, ἄνω κάτω περιχωρέοντα καὶ ἀμειβόμενα ἐν τῇ τοῦ αἰῶνος παιδιῇ.
Ἀγοράστης: τί γὰρ ὁ αἰών ἐστι;
Ἡράκλειτος: παῖς παίζων, πεσσεύων, διαφερόμενος, συμφερόμενος.
Ἀγοράστης: τί δὲ ἄνθρωποι;
Ἡράκλειτος: θεοὶ θνητοί.
Ἀγοράστης: τί δὲ θεοί;
Ἡράκλειτος: ἄνθρωποι ἀθάνατοι.
Ἀγοράστης: αἰνίγματα λέγεις, ὦ οὗτος, ἢ γρίφους συντίθης; ἀτεχνῶς γὰρ ὥσπερ ὁ Λοξίας οὐδὲν ἀποσαφεῖς.
Ἡράκλειτος: οὐδὲν γάρ μοι μέλει ὑμέων.
Ἀγοράστης: τοιγαροῦν οὐδὲ ὠνήσεταί σέ τις εὖ φρονῶν.
Ἡράκλειτος: ἐγὼ δὲ κέλομαι πᾶσιν ἡβηδὸν οἰμώζειν, τοῖσιν ὠνεομένοισι καὶ τοῖσιν οὐκ ὠνεομένοισι.
Ἀγοράστης: τουτὶ τὸ κακὸν οὐ πόρρω μελαγχολίας ἐστίν· οὐδέτερον δὲ ὅμως αὐτῶν ἔγωγε ὠνήσομαι.
Ἑρμῆς: ἄπρατοι καὶ οὗτοι μένουσιν.
Ζεύς: ἄλλον ἀποκήρυττε.
Ἑρμῆς: βούλει τὸν Ἀθηναῖον ἐκεῖνον, τὸν στωμύλον;
Ζεύς: πάνυ μὲν οὖν.
Ἑρμῆς: δεῦρο ἐλθὲ σύ. βίον ἀγαθὸν καὶ συνετὸν ἀποκηρύττομεν. τίς ὠνεῖται τὸν ἱερώτατον;
Ἀγοράστης: εἰπέ μοι, τί μάλιστα εἰδὼς τυγχάνεις;
Σωκράτης: παιδεραστής εἰμι καὶ σοφὸς τὰ ἐρωτικά.
Ἀγοράστης: πῶς οὖν ἐγὼ πρίωμαί σε; παιδαγωγοῦ γὰρ ἐδεόμην τῷ παιδὶ καλῷ ὄντι μοι.
Σωκράτης: τίς δʼ ἂν ἐπιτηδειότερος ἐμοῦ γένοιτο συνεῖναι καλῷ; καὶ γὰρ οὐ τῶν σωμάτων ἐραστής εἰμι, τὴν ψυχὴν δὲ ἡγοῦμαι καλήν. ἀμέλει κἂν ὑπὸ ταὐτὸν ἱμάτιόν μοι κατακέωνται, ἀκούσει αὐτῶν λεγόντων μηδὲν ὑπʼ ἐμοῦ δεινὸν παθεῖν.
Ἀγοράστης: ἄπιστα λέγεις, τὸ παιδεραστὴν ὄντα μὴ πέρα τῆς ψυχῆς πολυπραγμονεῖν, καὶ ταῦτα ἐπʼ ἐξουσίας, ὑπὸ τῷ αὐτῷ ἱματίῳ κατακείμενον.
Σωκράτης: καὶ μὴν ὀμνύω γέ σοι τὸν κύνα καὶ τὴν πλάτανον οὕτω ταῦτα ἔχειν.
Ἀγοράστης: Ἡράκλεις τῆς ἀτοπίας τῶν θεῶν.
Σωκράτης: τί σὺ λέγεις; οὐ δοκεῖ σοι ὁ κύων εἶναι θεός; οὐχ ὁρᾷς τὸν Ἄνουβιν ἐν Αἰγύπτῳ ὅσος; καὶ τὸν ἐν οὐρανῷ Σείριον καὶ τὸν παρὰ τοῖς κάτω Κέρβερον;
Ἀγοράστης: Εὖ λέγεις, ἐγὼ δὲ διημάρτανον. ἀλλὰ τίνα βιοῖς τὸν τρόπον;
Σωκράτης: οἰκῶ μὲν ἐμαυτῷ τινα πόλιν ἀναπλάσας, χρῶμαι δὲ πολιτείᾳ ξένῃ καὶ νόμους νομίζω τοὺς ἐμούς.
Ἀγοράστης: ἓν ἐβουλόμην ἀκοῦσαι τῶν δογμάτων.
Σωκράτης: ἄκουε δὴ τὸ μέγιστον, ὃ περὶ τῶν γυναικῶν μοι δοκεῖ· μηδεμίαν αὐτῶν μηδενὸς εἶναι μόνου, παντὶ δὲ μετεῖναι τῷ βουλομένῳ τοῦ γάμου.
Ἀγοράστης: τοῦτο φής, ἀνῃρῆσθαι τοὺς περὶ μοιχείας νόμους;
Σωκράτης: νὴ Δία, καὶ ἁπλῶς γε πᾶσαν τὴν περὶ τὰ τοιαῦτα μικρολογίαν.
Ἀγοράστης: τί δὲ περὶ τῶν ἐν ὥρᾳ παίδων σοι δοκεῖ;
Σωκράτης: καὶ οὗτοι ἔσονται τοῖς ἀρίστοις ἆθλον φιλῆσαι λαμπρόν τι καὶ νεανικὸν ἐργασαμένοις.
Ἀγοράστης: βαβαὶ τῆς φιλοδωρίας. τῆς δὲ σοφίας τί σοι τὸ κεφάλαιον;
Σωκράτης: αἱ ἰδέαι καὶ τὰ τῶν ὄντων παραδείγματα· ὁπόσα γὰρ δὴ ὁρᾷς, τὴν γῆν, τὰ ἐπὶ γῆς, τὸν οὐρανόν, τὴν θάλατταν, ἁπάντων τούτων εἰκόνες ἀφανεῖς ἑστᾶσιν ἔξω τῶν ὅλων.
Ἀγοράστης: ποῦ δὲ ἑστᾶσιν;
Σωκράτης: οὐδαμοῦ· εἰ γάρ που εἶεν, οὐκ ἂν εἶεν.
Ἀγοράστης: οὐχ ὁρῶ ταῦθʼ ἅπερ λέγεις τὰ παραδείγματα.
Σωκράτης: εἰκότως· τυφλὸς γὰρ εἶ τῆς ψυχῆς τὸν ὀφθαλμόν. ἐγὼ δὲ πάντων ὁρῶ εἰκόνας καὶ σὲ ἀφανῆ κἀμὲ ἄλλον, καὶ ὅλως διπλᾶ πάντα.
Ἀγοράστης: τοιγαροῦν ὠνητέος εἶ σοφὸς καὶ ὀξυδερκής τις ὤν. φέρε ἴδω τί καὶ πράξεις με ὑπὲρ αὐτοῦ σύ;
Ἑρμῆς: δὸς δύο τάλαντα.
Ἀγοράστης: Ὠνησάμην ὅσου φής. τἀργύριον μέντοι εἰς αὖθις καταβαλῶ.
Ἑρμῆς: τί σοι τοὔνομα;
Ἀγοράστης: Δίων Συρακούσιος.
Ἑρμῆς: ἄγε λαβὼν ἀγαθῇ τύχῃ. τὸν Ἐπικούρειον σὲ ἤδη καλῶ. τίς ὠνήσεται τοῦτον; ἔστι μὲν τοῦ γελῶντος ἐκείνου μαθητὴς καὶ τοῦ μεθύοντος, οὓς μικρῷ πρόσθεν ἀπεκηρύττομεν. ἓν δὲ πλέον οἶδεν αὐτῶν, παρʼ ὅσον δυσσεβέστερος τυγχάνει· τὰ δὲ ἄλλα ἡδὺς καὶ λιχνείᾳ φίλος.
Ἀγοράστης: τίς ἡ τιμή;
Ἑρμῆς: δύο μναῖ.
Ἀγοράστης: λάμβανε· τὸ δεῖνα δέ, ὅπως εἰδῶ, τίσι χαίρει τῶν ἐδεσμάτων;
Ἑρμῆς: τὰ γλυκέα σιτεῖται καὶ τὰ μελιτώδη καὶ μάλιστά γε τὰς ἰσχάδας.
Ἀγοράστης: χαλεπὸν οὐδέν· ὠνησόμεθα γὰρ αὐτῷ παλάθας τῶν Καρικῶν.
Ζεύς: ἄλλον κάλει, τὸν ἐν χρῷ κουρίαν ἐκεῖνον, τὸν σκυθρωπόν, τὸν ἀπὸ τῆς στοᾶς.
Ἑρμῆς: εὖ λέγεις· ἐοίκασι γὰρ πολύ τι πλῆθος αὐτὸν περιμένειν τῶν ἐπὶ τὴν ἀγορὰν ἀπηντηκότων. αὐτὴν τὴν ἀρετὴν πωλῶ, τῶν βίων τὸν τελειότατον. τίς ἅπαντα μόνος εἰδέναι θέλει;
Ἀγοράστης: πῶς τοῦτο φής;
Ἑρμῆς: ὅτι μόνος οὗτος σοφός, μόνος καλός, μόνος δίκαιος ἀνδρεῖος βασιλεὺς ῥήτωρ πλούσιος νομοθέτης καὶ τὰ ἄλλα ὁπόσα ἐστίν.
Ἀγοράστης: οὐκοῦν καὶ μάγειρος μόνος, καὶ νὴ Δία γε σκυτοδέψης ἢ τέκτων καὶ τὰ τοιαῦτα;
Ἑρμῆς: ἔοικεν.
Ἀγοράστης: ἐλθέ, ὦγαθέ, καὶ λέγε πρὸς τὸν ὠνητὴν ἐμὲ ποῖός τις εἶ, καὶ πρῶτον εἰ οὐκ ἄχθῃ πιπρασκόμενος καὶ δοῦλος ὤν.
Χρύσιππος: οὐδαμῶς· οὐ γὰρ ἐφʼ ἡμῖν ταῦτά ἐστιν. ἃ δὲ οὐκ ἐφʼ ἡμῖν, ἀδιάφορα εἶναι συμβέβηκεν.
Ἀγοράστης: οὐ μανθάνω ᾗ καὶ λέγεις.
Χρύσιππος: τί φής; οὐ μανθάνεις ὅτι τῶν τοιούτων τὰ μέν ἐστι προηγμένα, τὰ δʼ ἀνάπαλιν ἀποπροηγμένα;
Ἀγοράστης: οὐδὲ νῦν μανθάνω.
Χρύσιππος: εἰκότως· οὐ γὰρ εἶ συνήθης τοῖς ἡμετέροις ὀνόμασιν οὐδὲ τὴν καταληπτικὴν φαντασίαν ἔχεις, ὁ δὲ σπουδαῖος ὁ τὴν λογικὴν θεωρίαν ἐκμαθὼν οὐ μόνον ταῦτα οἶδεν, ἀλλὰ καὶ σύμβαμα καὶ παρασύμβαμα ὁποῖα καὶ ὁπόσον ἀλλήλων διαφέρει.
Ἀγοράστης: πρὸς τῆς σοφίας, μὴ φθονήσῃς κἂν τοῦτο εἰπεῖν, τί τὸ σύμβαμα καὶ τὸ παρασύμβαμα· καὶ γὰρ οὐκ οἶδʼ ὅπως ἐπλήγην ὑπὸ τοῦ ῥυθμοῦ τῶν ὀνομάτων.
Χρύσιππος: ἀλλʼ οὐδεὶς φθόνος· ἢν γάρ τις χωλὸς ὢν αὐτῷ ἐκείνῳ τῷ χωλῷ ποδὶ προσπταίσας λίθῳ τραῦμα ἐξ ἀφανοῦς λάβῃ, ὁ τοιοῦτος εἶχε μὲν δήπου σύμβαμα τὴν χωλείαν, τὸ τραῦμα δὲ παρασύμβαμα προσέλαβεν.
Ἀγοράστης: ὢ τῆς ἀγχινοίας· τί δὲ ἄλλο μάλιστα φὴς εἰδέναι;
Χρύσιππος: τὰς τῶν λόγων πλεκτάνας αἷς συμποδίζω τοὺς προσομιλοῦντας καὶ ἀποφράττω καὶ σιωπᾶν ποιῶ, φιμὸν ἀτεχνῶς αὐτοῖς περιτιθείς· ὄνομα δὲ τῇ δυνάμει ταύτῃ ὁ ἀοίδιμος συλλογισμός.
Ἀγοράστης: Ἡράκλεις, ἄμαχόν τινα καὶ βίαιον λέγεις.
Χρύσιππος: σκόπει γοῦν· ἔστι σοι παιδίον;
Ἀγοράστης: τί μήν;
Χρύσιππος: τοῦτο ἤν πως κροκόδειλος ἁρπάσῃ πλησίον τοῦ ποταμοῦ πλαζόμενον εὑρών, κᾆτά σοι ἀποδώσειν ὑπισχνῆται αὐτό, ἢν εἴπῃς τἀληθὲς ὅ τι δέδοκται αὐτῷ περὶ τῆς ἀποδόσεως τοῦ βρέφους, τί φήσεις αὐτὸν ἐγνωκέναι;
Ἀγοράστης: δυσαπόκριτον ἐρωτᾷς. ἀπορῶ γὰρ ὁπότερον εἰπὼν ἀπολάβοιμι. ἀλλὰ σὺ πρὸς Διὸς ἀποκρινάμενος ἀνάσωσαί μοι τὸ παιδίον, μὴ καὶ φθάσῃ αὐτὸ καταπιών.
Χρύσιππος: θάρρει· καὶ ἄλλα γάρ σε διδάξομαι θαυμασιώτερα.
Ἀγοράστης: τὰ ποῖα;
Χρύσιππος: τὸν θερίζοντα καὶ τὸν κυριεύοντα καὶ ἐπὶ πᾶσι τὴν Ἠλέκτραν καὶ τὸν ἐγκεκαλυμμένον.
Ἀγοράστης: τίνα τοῦτον τὸν ἐγκεκαλυμμένον ἢ τίνα τὴν Ἠλέκτραν λέγεις;
Χρύσιππος: Ἠλέκτραν μὲν ἐκείνην τὴν πάνυ, τὴν Ἀγαμέμνονος, ἣ τὰ αὐτὰ οἶδέ τε ἅμα καὶ οὐκ οἶδε· παρεστῶτος γὰρ αὐτῇ τοῦ Ὀρέστου ἔτι ἀγνῶτος οἶδε μὲν Ὀρέστην, ὅτι ἀδελφὸς αὐτῆς, ὅτι δὲ οὗτος Ὀρέστης ἀγνοεῖ. τὸν δʼ αὖ ἐγκεκαλυμμένον καὶ πάνυ θαυμαστὸν ἀκούσῃ λόγον· ἀπόκριναι γάρ μοι, τὸν πατέρα οἶσθα τὸν σεαυτοῦ;
Ἀγοράστης: ναί.
Χρύσιππος: τί οὖν; ἤν σοι παραστήσας τινὰ ἐγκεκαλυμμένον ἔρωμαι, τοῦτον οἶσθα; τί φήσεις;
Ἀγοράστης: δηλαδὴ ἀγνοεῖν.
Χρύσιππος: ἀλλὰ μὴν αὐτὸς οὗτος ἦν ὁ πατὴρ ὁ σός· ὥστε εἰ τοῦτον ἀγνοεῖς, δῆλος εἶ τὸν πατέρα τὸν σὸν ἀγνοῶν.
Ἀγοράστης: οὐ μὲν οὖν· ἀλλʼ ἀποκαλύψας αὐτὸν εἴσομαι τὴν ἀλήθειαν. ὅμως δʼ οὖν τί σοι τῆς σοφίας τὸ τέλος, ἢ τί πράξεις πρὸς τὸ ἀκρότατον τῆς ἀρετῆς ἀφικόμενος;
Χρύσιππος: περὶ τὰ πρῶτα κατὰ φύσιν τότε γενήσομαι, λέγω δὲ πλοῦτον, ὑγίειαν καὶ τὰ τοιαῦτα. πρότερον δὲ ἀνάγκη πολλὰ προπονῆσαι λεπτογράφοις βιβλίοις παραθήγοντα τὴν ὄψιν καὶ σχόλια συναγείροντα καὶ σολοικισμῶν ἐμπιπλάμενον καὶ ἀτόπων ῥημάτων· καὶ τὸ κεφάλαιον, οὐ θέμις γενέσθαι σοφόν, ἢν μὴ τρὶς ἐφεξῆς τοῦ ἐλλεβόρου πίῃς.
Ἀγοράστης: γενναῖά σου ταῦτα καὶ δεινῶς ἀνδρικά. τὸ δὲ Γνίφωνα εἶναι καὶ τοκογλύφον — καὶ γὰρ τάδε ὁρῶ σοι προσόντα — τί φῶμεν, ἀνδρὸς ἤδη πεπωκότος τὸν ἐλλέβορον καὶ τελείου πρὸς ἀρετήν;
Χρύσιππος: ναί· μόνῳ γοῦν τὸ δανείζειν πρέποι ἂν τῷ σοφῷ· ἐπεὶ γὰρ ἴδιον αὐτοῦ συλλογίζεσθαι, τὸ δανείζειν δὲ καὶ λογίζεσθαι τοὺς τόκους πλησίον εἶναι δοκεῖ τῷ συλλογίζεσθαι, μόνου ἂν εἴη τοῦ σπουδαίου καθάπερ ἐκεῖνο καὶ τοῦτο, καὶ οὐ μόνον γε ἁπλοῦς, ὥσπερ οἱ ἄλλοι, τοὺς τόκους, ἀλλὰ καὶ τούτων ἑτέρους τόκους λαμβάνειν· ἢ γὰρ ἀγνοεῖς ὅτι τῶν τόκων οἱ μέν εἰσι πρῶτοί τινες, οἱ δὲ δεύτεροι, καθάπερ αὐτῶν ἐκείνων ἀπόγονοι; ὁρᾷς δὲ δὴ καὶ τὸν συλλογισμὸν ὁποῖά φησιν· εἰ τὸν πρῶτον τόκον λήψεται, λήψετα ι καὶ τὸν δεύτερον· ἀλλὰ μὴν τὸν πρῶτον λήψεται, λήψεται ἄρα καὶ τὸν δεύτερον·.
Ἀγοράστης: οὐκοῦν καὶ μισθῶν πέρι τὰ αὐτὰ φῶμεν, οὓς σὺ λαμβάνεις ἐπὶ τῇ σοφίᾳ παρὰ τῶν νέων, καὶ δῆλον ὅτι μόνος ὁ σπουδαῖος μισθὸν ἐπὶ τῇ ἀρετῇ λήψεται;
Χρύσιππος: μανθάνεις· οὐ γὰρ ἐμαυτοῦ ἕνεκα λαμβάνω, τοῦ δὲ διδόντος αὐτοῦ χάριν· ἐπεὶ γάρ ἐστιν ὁ μέν τις ἐκχύτης, ὁ δὲ περιεκτικός, ἐμαυτὸν μὲν ἀσκῶ εἶναι περιεκτικόν, τὸν δὲ μαθητὴν ἐκχύτην.
Ἀγοράστης: καὶ μὴν τοὐναντίον ἐχρῆν τὸν νέον μὲν εἶναι περιεκτικόν, σὲ δὲ τὸν μόνον πλούσιον ἐκχύτην.
Χρύσιππος: σκώπτεις, ὦ οὗτος. ἀλλʼ ὅρα μή σε ἀποτοξεύσω τῷ ἀναποδείκτῳ συλλογισμῷ.
Ἀγοράστης: καὶ τί δεινὸν ἀπὸ τοῦ βέλους;
Χρύσιππος: ἀπορία καὶ σιωπὴ καὶ διαστραφῆναι τὴν διάνοιαν.
Χρύσιππος: ὃ δὲ μέγιστον, ἢν ἐθέλω, τάχιστά σε ἀποδείξω λίθον.
Ἀγοράστης: πῶς λίθον; οὐ γὰρ Περσεὺς σύ, ὦ βέλτιστε, εἶναί μοι δοκεῖς.
Χρύσιππος: ὧδέ πως· ὁ λίθος σῶμά ἐστι;
Ἀγοράστης: ναί.
Χρύσιππος: τί δέ; τὸ ζῷον οὐ σῶμα;
Ἀγοράστης: ναί.
Χρύσιππος: σὺ δὲ ζῷον;
Ἀγοράστης: ἔοικα γοῦν.
Χρύσιππος: λίθος ἄρα εἶ σῶμα ὤν.
Ἀγοράστης: μηδαμῶς. ἀλλʼ ἀνάλυσόν με πρὸς τοῦ Διὸς καὶ ἐξ ὑπαρχῆς ποίησον ἄνθρωπον.
Χρύσιππος: οὐ χαλεπόν· ἀλλʼ ἔμπαλιν ἴσθι ἄνθρωπος. εἰπὲ γάρ μοι, πᾶν σῶμα ζῷον;
Ἀγοράστης: οὔ.
Χρύσιππος: τί δέ; λίθος ζῷον;
Ἀγοράστης: οὔ.
Χρύσιππος: σὺ δὲ σῶμα εἶ;
Ἀγοράστης: ναί.
Χρύσιππος: σῶμα δὲ ὢν ζῷον εἶ;
Ἀγοράστης: ναί.
Χρύσιππος: οὐκ ἄρα λίθος εἶ ζῷόν γε ὤν.
Ἀγοράστης: εὖ γε ἐποίησας, ὡς ἤδη μου τὰ σκέλη καθάπερ τῆς Νιόβης ἀπεψύχετο καὶ πάγια ἦν. ἀλλὰ ὠνήσομαί γε σέ. πόσον ὑπὲρ αὐτοῦ καταβαλῶ;
Ἑρμῆς: μνᾶς δώδεκα.
Ἀγοράστης: λάμβανε.
Ἑρμῆς: μόνος δὲ αὐτὸν ἐώνησαι;
Ἀγοράστης: μὰ Δίʼ, ἀλλʼ οὗτοι πάντες οὓς ὁρᾷς.
Ἑρμῆς: πολλοί γε καὶ τοὺς ὤμους καρτεροὶ καὶ τοῦ θερίζοντος ἄξιοι.
Ζεύς: μὴ διάτριβε· ἄλλον κάλει τὸν Περιπατητικόν.
Ἑρμῆς: σέ φημι, τὸν καλόν, τὸν πλούσιον. ἄγε δή, ὠνήσασθε τὸν συνετώτατον, τὸν ἅπαντα ὅλως ἐπιστάμενον.
Ἀγοράστης: ποῖος δέ τις ἐστί;
Ἑρμῆς: μέτριος, ἐπιεικής, ἁρμόδιος τῷ βίῳ, τὸ δὲ μέγιστον, διπλοῦς.
Ἀγοράστης: πῶς λέγεις;
Ἑρμῆς: ἄλλος μὲν ὁ ἔκτοσθεν φαινόμενος, ἄλλος δὲ ὁ ἔντοσθεν εἶναι δοκεῖ· ὥστε ἢν πρίῃ αὐτόν, μέμνησο τὸν μὲν ἐξωτερικόν, τὸν δὲ ἐσωτερικὸν καλεῖν.
Ἀγοράστης: τί δὲ γινώσκει μάλιστα;
Ἑρμῆς: τρία εἶναι τὰ ἀγαθά, ἐν ψυχῇ, ἐν σώματι, ἐν τοῖς ἐκτός.
Ἀγοράστης: ἀνθρώπινα φρονεῖ. πόσου δέ ἐστιν;
Ἑρμῆς: εἴκοσι μνῶν.
Ἀγοράστης: πολλοῦ λέγεις.
Ἑρμῆς: οὔκ, ὦ μακάριε· καὶ γὰρ αὐτὸς ἔχειν τι ἀργύριον δοκεῖ, ὥστε οὐκ ἂν φθάνοις ὠνούμενος. ἔτι δὲ εἴσῃ αὐτίκα μάλα παρʼ αὐτοῦ πόσον μὲν ὁ κώνωψ βιοῖ τὸν χρόνον, ἐφʼ ὁπόσον δὲ βάθος ἡ θάλαττα ὑπὸ τοῦ ἡλίου καταλάμπεται, καὶ ὁποία τίς ἐστιν ἡ ψυχὴ τῶν ὀστρείων.
Ἀγοράστης: Ἡράκλεις τῆς ἀκριβολογίας.
Ἑρμῆς: τί δὲ εἰ ἀκούσειας ἄλλα πολλῷ τούτων ὀξυδερκέστερα, γονῆς τε πέρι καὶ γενέσεως καὶ τῆς ἐν ταῖς μήτραις τῶν ἐμβρύων πλαστικῆς, καὶ ὡς ἄνθρωπος μὲν γελαστικόν, ὄνος δὲ οὐ γελαστικὸν οὐδὲ τεκταινόμενον οὐδὲ πλωϊζόμενον;
Ἀγοράστης: πάνσεμνα φὴς καὶ ὀνησιφόρα τὰ μαθήματα, ὥστε ὠνοῦμαι αὐτὸν τῶν εἴκοσιν.
Ἑρμῆς: εἶεν.
Ζεύς: τίς λοιπὸς ἡμῖν;
Ἑρμῆς: καταλείπεται ὁ Σκεπτικὸς οὗτος. σὺ ὁ Πυρρίας πρόσιθι καὶ ἀποκηρύττου κατὰ τάχος. ἤδη μὲν ὑπορρέουσιν οἱ πολλοὶ καὶ ἐν ὀλίγοις ἡ πρᾶσις ἔσται. ὅμως δὲ τίς καὶ τοῦτον ὠνήσεται;
Ἀγοράστης: ἔγωγε. ἀλλὰ πρῶτον εἰπέ μοι, σὺ τί ἐπίστασαι;
Πύρρων: οὐδέν.
Ἀγοράστης: πῶς τοῦτο ἔφησθα;
Πύρρων: ὅτι οὐδὲν ὅλως εἶναί μοι δοκεῖ.
Ἀγοράστης: οὐδὲ ἡμεῖς ἄρα ἐσμέν τινες;
Πύρρων: οὐδὲ τοῦτο οἶδα.
Ἀγοράστης: οὐδὲ ὅτι σύ τις ὢν τυγχάνεις;
Πύρρων: πολὺ μᾶλλον ἔτι τοῦτο ἀγνοῶ.
Ἀγοράστης: ὢ τῆς ἀπορίας. τί δέ σοι τὰ σταθμία ταυτὶ βούλεται;
Πύρρων: ζυγοστατῶ ἐν αὐτοῖς τοὺς λόγους καὶ πρὸς τὸ ἴσον ἀπευθύνω, καὶ ἐπειδὰν ἀκριβῶς ὁμοίους τε καὶ ἰσοβαρεῖς ἴδω, τότε δὴ τότε ἀγνοῶ τὸν ἀληθέστερον.
Ἀγοράστης: τῶν ἄλλων δὲ τί ἂν πράττοις ἐμμελῶς;
Πύρρων: τὰ πάντα πλὴν δραπέτην μεταδιώκειν.
Ἀγοράστης: τί δὲ τοῦτό σοι ἀδύνατον;
Πύρρων: ὅτι, ὦγαθέ, οὐ καταλαμβάνω.
Ἀγοράστης: εἰκότως· βραδὺς γὰρ καὶ νωθής τις εἶναι δοκεῖς. ἀλλὰ τί σοι τὸ τέλος τῆς ἐπιστάσεως;
Πύρρων: ἡ ἀμαθία καὶ τὸ μήτε ἀκούειν μήτε ὁρᾶν.
Ἀγοράστης: οὐκοῦν καὶ τὸ τυφλὸς ἅμα καὶ κωφὸς εἶναι λέγεις;
Πύρρων: καὶ ἄκριτός γε προσέτι καὶ ἀναίσθητος καὶ ὅλως τοῦ σκώληκος οὐδὲν διαφέρων.
Ἀγοράστης: ὠνητέος εἶ διὰ ταῦτα. πόσου τοῦτον ἄξιον χρὴ φάναι;
Ἑρμῆς: μνᾶς Ἀττικῆς·
Ἀγοράστης: λάμβανε. τί φής, ὦ οὗτος; ἐώνημαι σε;
Πύρρων: ἄδηλον.
Ἀγοράστης: μηδαμῶς· ἐώνημαι γὰρ καὶ τἀργύριον κατέβαλον.
Πύρρων: ἐπέχω περὶ τούτου καὶ διασκέπτομαι.
Ἀγοράστης: καὶ μὴν ἀκολούθει μοι, καθάπερ χρὴ ἐμὸν οἰκέτην.
Πύρρων: τίς οἶδεν εἰ ἀληθῆ ταῦτα φής;
Ἀγοράστης: ὁ κῆρυξ καὶ ἡ μνᾶ καὶ οἱ παρόντες.
Πύρρων: πάρεισι γὰρ ἡμῖν τινες;
Ἀγοράστης: ἀλλʼ ἔγωγέ σε ἤδη ἐμβαλὼν ἐς τὸν μυλῶνα πείσω εἶναι δεσπότης κατὰ τὸν χείρω λόγον.
Πύρρων: ἔπεχε περὶ τούτου.
Ἀγοράστης: μὰ Δίʼ, ἀλλʼ ἤδη γε ἀπεφηνάμην.
Ἑρμῆς: σὺ μὲν παῦσαι ἀντιτείνων καὶ ἀκολούθει τῷ πριαμένῳ, ὑμᾶς δὲ εἰς αὔριον παρακαλοῦμεν· ἀποκηρύξειν γὰρ τοὺς ἰδιώτας καὶ βαναύσους καὶ ἀγοραίους βίους μέλλομεν.