Chapter 9
Imperial Martyrium Polycarpi GreekἘπιμένοντος δὲ πάλιν αὐτοῦ καὶ λέγοντος: Ὄμοσον τὴν Καίσαρος τύχην, ἀπεκρίνατο: Εἰ κενοδοξεῖς, ἵνα ὀμόσω τὴν καίσαρος τύχην, ὡς σὺ λέγεις, προσποιεῖ δὲ ἀγνοεῖν με, τίς εἰμι, μετὰ παρρησίας ἄκουε: Χριστιανός εἰμι. εἰ δὲ θέλεις τὸν τοῦ Χριστιανισμοῦ μαθεῖν λόγον, δὸς ἡμέραν καὶ ἄκουσον.
ἔφη ὁ ἀνθύπατος: Πεῖσον τὸν δῆμον. ὁ δὲ Πολύκαρπος εἶπεν: Σὲ μὲν κἂν λόγου ἠξίωσα: δεδιδάγμεθα γὰρ ἀρχαῖς καὶ ἐξουσίαις ὑπὸ τοῦ θεοῦ τεταγμέναις τιμὴν κατὰ τὸ προσῆκον, τὴν μὴ βλάπτουσαν ἡμᾶς, ἀπονέμειν: ἐκείνους δὲ οὐχ ἡγοῦμαι ἀξίους τοῦ ἀπολογεῖσθαι αὐτοῖς.