Chapter 6
Hellenistic Old Testament GreekΤότε Δαρεῖος ὁ βασιλεὺς ἔθηκεν γνώμην, καὶ ἐπεσκέψατο ἐν βιβλιοθήκαις ὅπου ἡ γάζα κεῖται ἐν Βαβυλῶνι.
καὶ εὑρέθη ἐν πόλει ἐν τῇ βάρει κεφαλὶς μία, καὶ τοῦτο γεγραμμένον ἐν αὐτῇ ὑπόμνημα
Ἐν ἔτει πρώτῳ Κύρου βασιλέως Κῦρος βασιλεὺς ἔθηκεν γνώμην περὶ οἴκου ἱεροῦ θεοῦ τοῦ ἐν Ἰερουσαλὴμ καὶ τόπου οὗ θυσιάζουσιν τὰ θυσιάσματα.
καὶ ἔθηκεν ἔπαρμα ὕψος πήχεις ἑξήκοντα,
καὶ δόμοι λίθινοι τρεῖς, καὶ δόμος ξύλινος εἶς· καὶ ἡ δαπάνη ἐξ οἴκου τοῦ βασιλέως δοθήσεται.
καὶ τὰ σκεύη οἴκου θεοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ Ναβουχοδονοσὸρ ἐξήνεγκεν ἀπὸ οἴκου τοῦ ἐν Ἰερουσαλήμ, ἐπὶ τόπου ἐτέθη ἐν οἴκῳ τοῦ θεοῦ.
νῦν δώσετε, ἔπαρχοι πέραν τοῦ ποταμοῦ, Σαθαρβουζανὰ καὶ οἱ σύνδουλοι αὐτῶν Ἀφαρσαχαῖοι ἐν πέρα ποταμοῦ, μακρὰν ὄντες ἐκεῖθεν·
ἄφετε τὸ ἔργον οἴκου τοῦ θεοῦ· καὶ πρεσβύτεροι τῶν Ἰουδαίων οἶκον τοῦ θεοῦ ἐκεῖνον οἰκοδομείτωσαν ἐπὶ τοῦ τόπου αὐτοῦ.
καὶ ἀπʼ ἐμοῦ ἐτέθη γνώμη μή ποτέ τι ποιήσητε μετὰ πρεσβυτέρων τῶν Ἰουδαίων τοῦ οἰκοδομῆσαι οἶκον τοῦ θεοῦ ἐκεῖνον· καὶ ἀπὸ ὑπαρχόντων βασιλέως τῶν φόρων πέραν τοῦ ποταμοῦ ἐπιμελῶς δαπάνη ἔστω διδομένη τοῖς ἀνδράσιν ἐκείνοις, τὸ μὴ καταργηθῆναι·
καὶ ὃ ἂν ὑστέρημα, καὶ υἱοὺς βοῶν καὶ κριῶν καὶ ἀμνοὺς εἰς ὁλοκαυτώσεις τῷ θεῷ τοῦ οὐρανοῦ, πυρούς, ἄλας, οἶνον, ἔλαιον, κατὰ τὸ ῥῆμα ἱερέων τῶν ἐν Ἰερουσαλήμ, ἔστω διδόμενον αὐτοῖς ἡμέραν ἐν ἡμέρᾳ ὁ ἐὰν αἰτήσωσιν,
ἵνα ὦσιν προσφέροντες εὐωδίας τῷ θεῷ τοῦ οὐρανοῦ, καὶ προσεύχωνται εἰς ζωὴν τοῦ βασιλέως καὶ υἱῶν αὐτοῦ.
καὶ ἀπʼ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ἄνθρωπος ὃς ἀλλάξει τὸ ῥῆμα τοῦτο, καὶ καθαιρεθήσεται ξύλον ἐκ τῆς οἰκίας αὐτοῦ καὶ ὠρθωμένος πληγήσεται ἐπʼ αὐτοῦ, καὶ ὁ οἶκος αὐτοῦ τὸ κατʼ ἐμέ ποιηθήσεται.
καὶ ὁ θεὸς οὗ κατασκηνοῖ τὸ ὄνομα ἐκεῖ καταστρέψει πάντα βασιλέα καὶ λαὸν ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἀλλάξαι ἢ ἀφανίσαι οἶκον θεοῦ τὸν ἐν Ἰερουσαλήμ. ἐγὼ Δαρεῖος ἔθηκα γνώμην, ἐπιμελῶς ἔσται.
Τότε Γανθαναὶ ἔπαρχος πέραν τοῦ ποταμοῦ, Σαθαρβουζὰν καὶ οἱ σύνδουλοι αὐτοῦ, πρὸς ὃ ἀπέστειλεν Δαρεῖος ὁ βασιλεύς, οὕτως ἐπιμελῶς ἐποίησαν.
καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων οἰκοδομοῦσιν καὶ οἰ Λευεῖται ἐν προφητείᾳ Ἁγγαίου τοῦ προφήτου καὶ Ζαχαρίου υἱοῦ Ἀδώ· καὶ
5 θεου 1⁰] pr του A | χρυσεα A | Ιερουσαλημ] + και εκοσμισεν (sic) εις| Βαβυ. λωνα· και δοθητω· και απελ|θατω· εις τον λαον τον εν λημ·) A | ετεθη] τεθη A 6 Σαθαρβουζανε A | εν περα] οι εν τω περαν A 7 αφετε] pr και νυν A | om οικου A | και] οι αφηγουμε|νοι των Ιουδαιων· και οι A 8 γνωμη ετεθη A | πρεσβυτερων] pr των A 9 om ελαιον A | ιερεων] pr των A | αιτη- σωσιν] ιτη sup ras Bvid 10 το ουρανου B (του ουρ. B ᵃᵇ) | υιων] pr των A 11 om και 20 A | πληγησεται Bᵃᵇ (πληγησεσται B*)] παγη- σεται A 12 αυτου] εαυτου A | οικον θεου] τον οικον του θυ εκεινον A 13 Τανθαναι] Θαθθαναι A | Σαθαρβουζαναι A | εποιησαν επιμελως A 14 οικοδομουσιν] ωκοδομουσαν A vid | Λευιτ. A (item 16, 18, 2o) | προφητια A Αδδω A
ᾠκοδόμησαν καὶ κατηρτίσαντο ἀπὸ γνώμης θεοῦ Ἰσραὴλ καὶ ἀπὸ γνώμης Κύρου καὶ Δαρείου καὶ Ἀσταρθὰ βασιλέων Περσῶν.
καὶ ἐτέλεσαν τὸν οἶκον τοῦτον ἕως ἡμέρας τρίτης μηνὸς Ἀδάρ, ὅς ἐστιν ἔτος ἕκτον τῇ βασιλείᾳ Δαρείου τοῦ βασιλέως.
καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ, οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ κατάλοιποι υἱῶν ἀποικεσίας, ἐνκαίνια τοῦ οἴκου τοῦ θεοῦ ἐν εὐφροσύνῃ.
καὶ προσήνεγκαν εἰς τὰ ἐνκαίνια τοῦ οἴκου τοῦ θεοῦ μόσχους ἑκατόν, κριοὺς διακοσίους, ἀμνοὺς τετρακοσίους, χιμάρους αἰγῶν περὶ ἁμαρτίας ὑπέρ παντὸς Ἰσραὴλ δώδεκα, εἰς ἀριθμὸν φυλῶν Ἰσραήλ.
καὶ ἔστησαν τοὺς ἱερεῖς ἐν διαιρέσει αὐτῶν καὶ τοὺς Λευείτας ἐν μερισμοῖς αὐτῶν ἐπὶ δουλείᾳ θεοῦ τοῦ ἐν Ἰερουσαλήμ, κατὰ τὴν γραφὴν βιβλίου Μωυσῆ.
Καὶ ἐποίησαν οἱ υἱοὶ τῆς ἀποικεσίας τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου. 20ὅτι ἐκαθερίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, ἕως εἷς πάντες καθαροί· καὶ ἔσφαξαν τὸ πάσχα τοῖς πᾶσιν υἱοῖς τῆς ἀποικεσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς.
καὶ ἔφαγον οἱ υἱοὶ Ἰσραὴλ τὸ πάσχα, ἀπὸ τῆς ἀποικεσίας, καὶ πᾶς ὁ χωριζόμενος εἰς ἀκαθαρσίας ἐθνῶν τῆς γῆς πρὸς αὐτοὺς τοῦ ἐκζητῆσαι Κύριον θεὸν Ἰσραήλ.
καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ, ὅτι εὔφρανεν αὐτούς, καὶ ἐπέστρεψεν καρδία βασιλέως Ἀσσοὺρ ἐπʼ αὐτοὺς κραταιῶσαι τὰς χεῖρας αὐτῶν ἐν ἔργοις οἴκου θεοῦ Ἰσραήλ.