Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Canticle

    Chapter 1

    Old Testament

    ΑΣΜΑ ἀσμάτων, ὅ ἐστιν τῷ Σαλωμών.

    Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ·

    ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον,

    §³καὶ ὀσμὴ μύρων σου ὑπέρ πάντα τὰ 3 ἀρώματα·

    μύρον ἐκκενωθὲν ὄνομά σου.

    διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε,

    εἴλκυσάν σε·

    ὀπίσω σου εἰς ὀσμὴν μύρσων σου δραμομεν.

    εἰσήνεγκέν με ὁ βασιλεὺς εἰς τὸ ταμεῖον αὐτοῦ.

    ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί·

    ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἶνον·

    εὐθύτης ἠγάπησέν σε.

    Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἰσραήλ,

    ὡς σκηνώματα Κηδάρ, ὡς δέρρις Σαλωμών.

    μὴ βλέψητέ με, ὅτι ἐγώ εἰμι μεμελανωμένη,

    ὅτι παρέβλεψέν με ὁ ἥλιος·

    υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί,

    ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν·

    ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.

    ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου.

    ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ,

    μή ποτε γένωμαι ὡς περιβαλλομένη ἐπʼ ἀγέλας ἑταίρων σου.

    Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν,

    ἔξελθε οὺ ἐν πτέρναις τῶν ποιμνίων,

    καὶ ποίμαινε τὰς ἐρίφους σου

    ἐπὶ σκηνώμασιν τῶν ποιμένων.

    Τῇ ἵππῳ μου ἐν ἅρμασιν Φαραὼ

    ὡμοἰωσά σε, ἡ πλησίον μου.

    τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνες,

    τράχηλός σου ὡς ὁρμίσκοις

    ὁμοιώματα χρυσίου ποιήσομέν σοι

    μετὰ στιγμάτων τοῦ ἀργυρίου.

    Ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ,

    νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ.

    ἀπόδεσμος τῆς στακτῆς ἀδελφιδός μου ἐμοί.

    ἐν ἀμπελῶσιν Ἐνγαδδεί.

    Ἰδοὺ εἶ καλή, ἡ πλησίν μου.

    ἰδοὺ εἶ καλή· ὀφθαλμοί σου περιστεραί.

    Ἰδοὺ εἶ καλός. ἀδελφιδός μου.

    καί γε ὡραῖος· πρὸς κλίνῃ ἡμῶν σύσκιος.

    δοκοὶ σἴκων ἡμῶν κέδροι,

    φατνώματα ἡμῶν κυπάρισσοι.

    των] ετερων U+05D0C 8 εαν] pr ο νυμφιος προς την νυμφην U+05D0 | om και hab κ U+05D0ᵃ(ᵐᵍ)) | ποιμενων] + σου A 9 τη] γη A | εν] επ A | αρμασι C ωραιωθ.] pr αι νεανιδες προς την νυμφην U+05D0 | ωσστρυγονες A ως τρυγονος C ρμισκος A 11 ομοιωμα U+05D0* (-ματα U+05D0ᵃ) 12 ανακλησει C | ναρδος] pr φη προς εαυτην| και| προς τον νυμφιον U+05D0 pr ο νυμφιος A 13 τηστακ- C | εμοι] ανα μεσον των μαστων μου αυλισθησεται| βοτρυς της κυπρου φιδος μου εμοι U+05D0AC 14 Ενγαδδι AC 15 ιδου 1⁰] pr ο νυμφιος την νυμφην U+05D0 | ει bis] η C | οφθαλμοι σου πεlριστεραι sup ras Bᵃ λμος σου π. A 16 ιδου] pr η νυμφη· προς τον νυμφιο| U+05D0 pr η νυμφη Α αδελφιδος] pr ο U+05D0A | και γε ωραιος c praec coniung U+05D0A | om προς C 7 m σικων U+05D0* (hab U+05D0ᵃᵐᵍ hiat C sed vid habuisse) | φατνωματα] πατμω- U+05D0* (φατν.U+05D0c.a)