Chapter 27
Hellenistic Old Testament GreekΚαὶ προσέταξεν Μωυσῆς καὶ ἡ γερουσία Ἰσραηλειτῶν Φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.
καὶ ἱστᾶι ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν ἣν Κύριος ὁ θεός σου δίδωσίν σοι, καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ·
καὶ γράψεις ἐπὶ τῶν λίθων τούτων πάντας τοὺς λόγους τοῦ νόμου τούτου, ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς τῶν πατέρων σου δίδωσίν σοι, γῆν ῥέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπεν Κύριος ὁ θεὸς πατέρων σού σοι.
Καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, στήσετε τοὺς λίθους τούτους οὓς ἐγὼ, ἐντέλλομαί σοι σήμερον ἐν ὄρει Γαιβάλ, καὶ κονιάσεις αὐτοὺς κονία.
καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον κυρίῳ τῷ θεῷ σου, θυσιαστήριον ἐκ λίθων, οὐκ ἐπιβαλεῖς ἐπ’ αὐτὸ σίδηρον.
λίθους ὁλοκλήρους οἰκοδομήσεις ἥσεις θυσιαατήριον κυρίῳ τῷ θεῶ σου, καὶ ἀνοίσεις ἐπ’ αὐτὸ τὰ ὁλοκαυτώματα κυρίῳ τῷ θεῷ σού.
καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου, καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου·
καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα.
Καὶ ἐλάλησεν Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευεῖται παντὶ Ἰσραὴλ λέγοντες Σιώπα καὶ ἄκουε, Ἰσραήλ· ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν Τυρίῳ τῶ θεῶ σου.
καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου, καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον.
Καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῆ ἡμέρᾳ ἐκείνῃ λέγων
Οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζείν, διαβάντες τὸν Ἰορδάνην· Συμεών, Λευεί, Ἰουδά, Ἰσσαχάρ, Ἰωσὴφ καὶ Βενιαμείν.
καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβάλ· Ῥουβήν, Γὰδ καὶ Ἀσήρ, Ζαβουλών, Δὰν καὶ Νεφθαλεί.
Καὶ ἀποκριθέντες οἱ Λευεῖται ἐροῦσιν παντὶ Ἰσραὴλ φωνῇ μεγάλῃ
Ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν κα χωνευτόν, βδέλυγμα κυρίῳ, ἔργον χειρῶν τεχνιτῶν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ. καὶ ἀποκριθεὶς ὁ λαὸς ἐροῦσιν Γένοιτο.
Ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.
Ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.
Ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.
Ἐπικατάπατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.
Ἐπικατάπατος ὁ κοιμώμενος μετὰ γυναικὸς ἐκ πατρὸς αὐτοῦ, ὅτι ἀπεκάλυψεν συνκάλυμμα τοῦ πατρὸς αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.
Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.
Ἐπικατάπατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς πατρὸς ἢ μητρὸς αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.
Ἐπικατάπατος ὁ κοιμώμενος μετὰ νύμφης αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο. Ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς γυναικὸς αὐτοῦ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.
Ἐπικατάπατος ὁ τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.
Ἐπικατάπατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου. καὶ ἐροῦσιν πᾶς ὁ λαός Γένοιτο.
Ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμένει ἐν πᾶσιν τοῖς λόγοις τοῦ νόμου τούτου ποιῆσαι αὐτούς. καὶ ἐροῦσιν πᾶς ὁ λᾶος Γένοιτο.