Chapter 5
Hellenistic Old Testament GreekὉ δὲ Μαρδοχαῖος ἐπιγνοὺς τὸ συντελούμενον διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἐνεδύσατο σάκκον καὶ κατεπάσατο σποδόν, καὶ ἐκπηδήσας διὰ τῆς πλατείας τῆς πόλεως ἐβόα φωνῇ μεγάλῃ Αἴρεται ἔθνος μηδὲν ἠδικηκός.
καὶ ἦλθεν ἕως τῆς πύλης τοῦ βασιλέως, καὶ ἔστη· οὐ γὰρ ἦν ἐξὸν αὐτῷ εἰσελθεῖν εἰς τὴν αὐλὴν σάκκον ἔχοντι καὶ σποδόν.
καὶ ἐν πάσῃ χώρᾳ οὗ ἐξετίθετο τὰ γράμματα κραυγὴ καὶ κοπετὸς καὶ πένθος μέγα τοῖς Ἰουδαίοις, σάκκον καὶ σποδὸν ἔστρωσαν ἑαυτοῖς.
καὶ εἰσῆλθον αἱ ἅβραι καὶ οἱ εὐνοῦχοι τῆς βασιλίσσης
(-πω U+05D0c.a) ανου A | κεινουμενον U+05D0* (κειμενον U+05D0?) | ξενιζουσα U+05D0* (-σαν U+05D0c.ᵃ)] pr ras 1 lit A | παραλλασσον (παραλασσον B* παραλλ. Bᵇ ᵛⁱᵈ)] παραλασσων U+05D0* παραλλαξιν U+05D0c.ᵃA | δυσνοη Bᵇ (δυσνθη) A | πραγμα U+05D0* (πραγμασιν U+05D0c.ᵃ) χειριστα] χειραι|στα U+05D0* (χειριστα U+05D0?) χεριστα A vid | om και 2⁰ U+05D0* (superscr κ U+05D0?) | ευσταθειας Bᵃᵇ ⁽ᵛⁱᵈ) 6 om ουν U+05D0c.a | πραγματων] πραγμ. sup ras et in mg Bᵃᵇ (ταγμ. B* fort) | πανια U+05D0* (-τας U+05D0c.a) | γυναιξιν A | ολοριζει | U+05D0A | εχθρων] εθνων A | μαχαιραις] μαχαις A | οικτρου U+05D0* (-του U+05D0c.ᵃ) | φιδω U+05D0* (φιδους U+05D0c.ᵃ) | τεσσαρισκαιδεκ. Bᵃᵇ | om δωδεκατου U+05D0* (hab U+05D0c.a ᵐᵍ) 7 βια βιαιως U+05D0* (om βια U+05D0?) | om εις 1⁰ U+05D0c.a A | αταραχον U+05D0* (-χα U+05D0c.ᵃ) παρεχουσιν A | πραγματα] προσταγματα A III 14 χωραν] + κ χωραν U+05D0c.ᵃ | πασι τοις εθνεσιν] τοις εθνεσιν πασιν A 15 εις Σουσαν] εν Σουσοις A | εκωθωνιζοντο] adnot εμεθοσκοντω (sic)· κωθων γὰρ· εἴδος ποτηρίου Bᵃ ᵐᵍ inf IV 1 εαυτου] αυτου U+05D0A | πλατιας U+05D0 | αιρεται (τε A)] ερειται U+05D0* (ερεται U+05D0?) | ηδικηκος] + πικρα U+05D0c.a (ᵐᵍ) 2 πυλης] αυλης A | αυτω εξον A | αυλην πυλην U+05D0c.a ᵐᵍ | εχοντα A 3 χωρα] + κ τοπω U+05D0c.a ⁽ᵐᵍ) | τα γραμματα] incep το U+05D0* το προσταγμα του βασιλεως U+05D0c.ᵃ ᵐg | κοπετος] + ην A | σακκον] pr και A | εστρωσαν] υπεστρωσαν U+05D0c.a 4 εσηλθοσαν U+05D0
καὶ ἀνήγγειλαν αὐτῇ· καὶ ἐταράχθη ἀκούσασα τὸ γεγονός, καὶ ἀπέστειλεν στολίσαι τὸν Μαρδοχαῖον καὶ ἀφελέσθαι αὐτοῦ τὸν σάκκον· ὁ δὲ οὐκ ἐπείσθη.
ἡ δὲ Ἐσὴρ προσεκαλέσατο Ἁχραθαῖον τὸν εὐνοῦχον αὐτῆς, ὃς παριστήκει αὐτῇ, καὶ ἀπέστειλεν μαθεῖν αὐτῇ παρὰ τοῦ Μαρδοχαίου τὸ ἀκριβές.
ὁ δὲ Μαρδοχαῖος ὑπέδειξεν αὐτῷ τὸ γεγονὸς καὶ τὴν ἐπαγγελίαν ἣν ἐπηγγείλατο Ἁμὰν τῷ βασιλεῖ εἰς τὴν γάζαν μυρίων ταλάντων, ἵνα ἀπολέσῃ τοὺς Ἰουδαίους.
καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπέρ τοῦ ἀπολέσθαι αὐτοὺς ἔδωκεν αὐτῷ δεῖξαι τῇ Ἐσθήρ· καὶ εἶπεν αὐτῷ ἐντείλασθαι αὐτῇ εἰσελθούσῃ παραιτήσασθαι τὸν βασιλέα καὶ ἀξιῶσαι αὐτὸν περὶ τοῦ λαοῦ, μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου ὡς ἐτράφης ἐν χειρί μου, διότι Ἁμὰν ὁ δευτερεύων τῷ βασιλεῖ ἐλάλησεν καθʼ ἡμῶν εἰς θάνατον· ἐπικάλεσαι τὸν κύριον καὶ λάλησον τῷ βασιλεῖ περὶ ἡμῶν καὶ ῥῦσαι ἡμᾶς ἐκ θανάτου.
εἰσελθὼν δὲ ὁ Ἁχραθαῖος ἐλάλησεν αὐτῇ πάντας τοὺς λόγους τούτους.
εἶπεν δὲ Ἐσθὴρ πρὸς Ἁχραθαῖον Πορεύθητι πρὸς Μαρδοχαῖον καὶ εἰπὸν
ὅτι Τὰ ἔθνη πάντα τῆς βασιλείας γινώσκει, ὅτι πᾶς ἄνθρωπος ἢ γυνὴ ὃς εἰσελεύσεται πρὸς τὸν βασιλέα εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν ἄκλητος, οὐκ ἔστιν αὐτῷ σωτηρία· πλὴν ᾧ ἐκτείνει ὁ βασιλεὺς τὴν χρυσῆν ῥάβδον, οὗτος σωθήσεται· κἀγὼ οὐ κέκλημαι εἰσελθεῖν πρὸς τὸν βασιλέα, εἰσὶν αὗται ἡμέραι τριάκοντα.
καὶ ἀπήγγειλεν Ἁχραθαῖος Μαρδοχαίῳ πάντας τοὺς λόγους Ἐσθήρ.
καὶ εἶπεν Μαρδοχαῖος πρὸς Ἁχραθαῖον Πορεύθητι καὶ εἰπὸν αὐτῇ Ἐσθήρ, μὴ εἴπῃς σεαυτῇ ὅτι σωθήσῃ μόνη ἐν τῇ βασιλείᾳ παρὰ πάντας τοὺς Ἰουδαίους·
ὡς ὅτι ἐὰν παρακούσῃς ἐν τούτῳ τῷ καιρῷ,
ἄλλοθεν βοήθεια καὶ σκέπη ἔσται τοῖς Ἰουδαίοις· σὺ δὲ καὶ ὁ οἶκος τοῦ πατρός σου ἀπολεῖσθε. καὶ τίς οἶδεν εἰ εἰς τὸν καιρὸν τοῦτον ἐβασίλευσας;
καὶ ἐξαπέστειλεν Ἐσθὴρ τὸν ἥκοντα πρὸς αὐτὴν πρὸς Μαρδοχαῖον λέγουσα
Βαδίσας ἐκκλησίασον τοὺς Ἰουδαίους τοὺς ἐν Σούσοις, καὶ νηστεύσατε ἐπʼ ἐμοί, καὶ μὴ φάγητε μηδὲ πίητε ἐπὶ ἡμέρας τρεῖς νύκτα καὶ ἡμέραν· κἀγὼ δὲ καὶ αἱ ἅβραι μου ἀσιτήσομεν· καὶ τότε εἰσελεύσομαι πρὸς τὸν βασιλέα παρὰ τὸν νόμον, ἐὰν καὶ ἀπολέσθαι με ᾖ.
Καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Ἐσθῆρ·
καὶ ἐδεήθη Κυρίου, μνημονεύων πάντα τὰ ἔργα Κυρίου,
καὶ εἶπεν Κύριε, κύριε βασιλεῦ πάντων κρατῶν, ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστιν, καὶ οὐκ ἔστιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν Ἰσραήλ·
ὅτι σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν θαυμαζόμενον ἐν τῇ ὑπʼ οὐρανόν,
καὶ κύριος εἶ πάντων, καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι τῷ κυρίῳ·
σὺ πάντα γινώσκεις, σὺ οἶδας, Κύριε, ὅτι οὐκ ἐν ὕβρει οὐδὲ ἐν ὑπερηφανίᾳ οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦτο, τὸ μὴ προσκυνεῖν τὸν ὑπερήφανον Ἀμάν.
ὅτι ηὐδόκουν φιλεῖν πέλματα ποδῶν αὐτοῦ πρὸς σωτηρίαν Ἰσραήλ,
ἀλλὰ ἐποίησα τοῦτο ἵνα μὴ θῶ δόξαν ἀνθρώπου ὑπεράνω δόξης θεοῦ· καὶ οὐ προσκυνήσω οὐδένα πλὴν σοῦ τοῦ κυρίου μου, καὶ οὐ ποιήσω αὐτὰ ἐν ὑπερηφανίᾳ.
καὶ νῦν, Κύριε ὁ θεὸς ὁ βασιλεὺς ὁ θεὸς Ἀβραάμ, φεῖσαι τοῦ λαοῦ σου, ὅτι ἐπιβλέπουσιν ἡμῖν εἰς καταφθορὰν καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου·
μὴ ὑπερίδῃς τὴν μερίδα σου ἣν σεαυτῷ ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου·
ἐπάκουσον τῆς δεήσεως μου καὶ ἱλάσθητι τῷ κλήρῳ σου, καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐωχίαν, ἵνα ζῶντες ὑμνῶμέν σου τὸ ὄνομα, Κὐριε, καὶ μὴ ἀφανίσῃς στόμα αἰνούντων σοι.
εξαποστειλαι παλι| A | ηκοντα] εικοτα U+05D0* (ηκοντα U+05D0c.a) | om προς αυτην A 16 εκκλησιασον] + μοι παντας U+05D0c.a | Ιουδαιους] pr ανδρας U+05D0* (om ανδρ. U+05D0c.a) επι] εφ A | καγω] και εγω A | ασιτησομεν] + ουτως U+05D0c.ᵃ | με η BU+05D0Aᵛⁱᵈ 17 οσα] pr κατα πανια U+05D0 ᵐᵍ inf C 1 εδεηθη] pr Μαρδοχαιος U+05D0c. a (χαος) | A | Κυριου bis] pr του U+05D0c.a ο 2 Κυριε 1⁰] + θε A | παντων κρατων] παντοκρα- τωρ U+05D0c.a | om και ουκ U+05D0* ᵛⁱᵈ (hab U+05D0c.a) ᵐᵍᵍ) 4 om και 1⁰ A | αντιτασσεται | U+05D0* (αξ. U+05D0c.a) 5 γιγνωσκεις A 6 εὐδοκουν U+05D0A 7 ανθρω- που] ανθρωπων U+05D0* (.πω U+05D0c.a) | υπερανω A | θεου] + μου U+05D0c.aA | ουθενα A | 8 om ο θεος 10 U+05D0A | ο βασιλευς] βασιλευ U+05D0c.aA | απολεσοι] απολεσθαι A | 9 υπεοειδης A 10 σου το ονομα] το ονομα σου A | στομα] το αιμα U+05D0* | (στ U+05D0c.a) το στομα A
καὶ πᾶς Ἰσραὴλ ἐκέκραξαν ἐξ ἰσχύος αὐτῶν, ὅτι θάνατος αὐτῶν ἐν ὀφθαλμοῖς αὐτόῶν.
Καὶ Ἐσθὴρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν κύριον ἐν ἀγῶνι θανάτου κατειλημμένη,
καὶ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς ἐνεδύσατο ἱμάτια στενοχαορίας καὶ πένθους, καὶ ἀντὶ τῶν ὑπερηφάνων ἡδυσμάτων σποδοῦ καὶ κοπριῶν ἔπλησεν τὴν κεφαλήν· καὶ τὸ σῶμα ἐταπείνωσεν σφόδρα, καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτῆς ἔπλησε στρεπτῶν τριχῶν αὐτῆς·
καὶ ἐδεῖτο Κυρίου θεοῦ Ἰσραὴλ καὶ εἶπεν Κύριέ μου, ὁ βασιλεὺς ἡμῶν, σὺ εἶ μόνος· βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σέ.
ὅτι κἰνδυνός μου ἐν χερί μου.
ἐγὼ δκουον ἐκ γενετῆς μου ἐν φυλῇ πατριᾶς μου, ὅτι σύ, Κύριε, ἔλαβες τὸν Ἰσραὴλ ἐκ πάντων τῶν ἐθνῶν καὶ τοὺς πατέρας ἡμῶν ἐκ πάντων τῶν προγόνων αὐτῶν εἰς κληρονομίαν αἰώνιον, καὶ ἐποί ησας αὐτοῖς ὅσα ἐλάλησας.
καὶ νῦν ἡμάρτομεν ἐνώπιόν σου, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν·
ἀνθʼ ὧν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν. δίκαιος εἶ, Κύριε·
καὶ νῦν οὐχ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν, ἀλλὰ ἔθηκαν τὰς χεῖρας αὐτῶν,
ἐξᾶραι ὁρισμὸν στόματός σου καὶ ἀφανίσαι κληρονομίαν σου, καὶ ἐμφράξαι στόμα αἰνούντων σοι καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστήριόν σου,
καὶ ἀνοῖξαι στόμα ἐθνῶν εἰς ἀρετὰς ματαίων καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς αἰῶνα.
μὴ παραδῷς, Κύριε, τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσιν, καὶ μὴ καταγελασάτωσαν ἐν τῇ πτώσει ἡμῶν, ἀλλὰ στρέψον τὴν βουλὴν αὐτῶν ἐπʼ αὐτούς· τὸν δὲ ἀρξάμενον ἐφʼ ἡμᾶς παραδιγμάτισον.
μνήσθητι, Κύριε, γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν, καὶ ἐμὲ θάρσυνον, βασιλεῦ τῶν θεῶν
καὶ πάσης ἀρχῆς ἐπικρατῶν·
δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος, καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς, εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ·
ἡμᾶς δὲ ῥῦσαι ἐν χειρί σου, καὶ βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ εἰ μὴ σέ, Κύριε. πάντων γνῶσιν ἔχεις,
καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων, καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων καὶ παντὸς ἀλλοτρίου.
σὺ οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὀπτασίας μου· βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων, καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου.
καὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Ἁμάν, καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως, οὐδὲ ἔπιον οἶνον σπονδῶν·
καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφʼ ἡμέρας μεταβολῆς μου μέχρι νῦν πλὴν ἐπὶ σοί, Κύριε ὁ θεὸς Ἁβραάμ.
ὁ θεὸς ὁ ἰσχύων ἐπὶ πάντας, εἰσάκουσον φωνὴν ἀπηλπισμένων καὶ ῥῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων, καὶ ῥῦσαί με ἐκ τοῦ φόβου μου.
Καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐπαύσατο προσευχομένη, ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτῆς·
καὶ γενηθεῖσα ἐπιφανής, ἐπικαλεσαμένη τὸν πάντων ἐπόπτην θεὸν καὶ σωτῆρα, παρέλαβεν τὰς δύο ἅβρας,
καὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυφερευομένη,
ἡ δὲ ἑτέρα ἐπηκολούθει κουφίζουσα τὴν ἔνδυσιν αὐτῆς·
καὶ αὐτὴ ἐρυθριῶσα ἀκμῇ κάλλους αὐτῆς, καὶ τὸ πρόσωπον αὐτῆς ἱλαρὸν ὡς προσφιλές, ἡ δὲ καρδία αὐτῆς ἀπεστενωμένη ἀπὸ τοῦ φόβου.
καὶ εἰσελθοῦσα πάσας τὰς θύρας κατέστη ἐνώπιον τοῦ βασιλέως· καὶ αὐτὸς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ πᾶσαν στολὴν τῆς ἐπιφανείας αὐτοῦ ἐνεδεδύκει,
ση] +βοηθον A | σε| κη· B* fort σε·| κε B? 26 —27 om κοιτην... βδελυσσο- μαι (2⁰) A 27 το σημειον] pr κοι|την απεριτμητω| U+05D0* (unc incl U+05D0?) | om μου 2⁰ A | ημερα A | καταμηνιαιων U+05D0 | φορω] φ sup ras Aa (χορ. A* vid) | αυτο 2⁰] ο sup ras Aᵃ 28 επινον U+05D0 29 ευφρανθη U+05D0A | om μου U+05D0* (superscr U+05D0c.a) 30 φωνης U+05D0c.aA | αφηλπισμενων U+05D0 | με] η incep U+05D0* (improb η U+05D0?) D 1 θεραπιας U+05D0A 2 γενηθεισα] εγενηθη U+05D0* (γενηθ. U+05D0c.a) | παρελαβεν] παρελαβετο U+05D0 | τας δυο] om τας U+05D0A 3 επηρειδετο (επηριδ. U+05D0)] επερειδετο Bᵃ?ᵇA (επεριδ.) 4 επηκολουθει] θ ex δ fec ut vid A | κουφισα U+05D0* (-φιζουσα U+05D0?) 5 ακμη] pr ως U+05D0* pr εν U+05D0c.a | ιλαρον αυτης U+05D0 | προφιλες U+05D0* (προσφ. U+05D0c.a) 6 om πασας U+05D0* (hab U+05D0c.a) | κατεστη] εστη U+05D0c.a A | ενωπιον] κατενωπιον U+05D0c.a | βασιλιας U+05D0 | πασαν στολην] πασον την στ. U+05D0c.a την στ. A επιφανιας U+05D0A | ενεδεδυκει U+05D0*] εν|δυκει B* (ενε|δυκει B?) ενδεδυκει U+05D0c.a A
ὅλος διὰ χρυσοῦ καὶ λίθων πολυτελῶν, καὶ ἦν φοβερὸς σφόδρα.
καὶ ἄρας τὸ πρόσαωπον αὐτοῦ πεπυραομένον δόξῃ ἐν ἀκμῇ θυμοῦ ἔβλεψεν· καὶ ἔπεσεν ἡ βασίλισσα καὶ μετέβαλεν τὸ χρῶμα αὐτῆς ἐυ ἐκλύσει, καὶ κατεπέκυψεν ἐπὶ τὴν κεφαλὴν τῆς ἀβρας τῆς προπορευομένης.
καὶ μετέβαλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ βασιλέως εἰς πραύτητα, καὶ ἀγωνιάσας ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτοῦ μέχρις οὗ κατέστη, καὶ παρεκάλει αὐτὴν λόγοις εἰρηνικοῖς
καὶ εἶπεν αὐτῇ Τί ἐστιν, Ἐσθῆρ; ἐγὼ ὁ ἀδελφός σου, θάρσει,
οὐ μὴ ἀποθάνῃς· ὅτι κοινὸν τὸ πρόσταγμα ἡμῶν ἐοτὰ·
πρόσελθε.
καὶ ἄρας τὴν χρυσῆν ῥάβδον ἐπέθηκεν ἐπὶ τὸν τράχηλον αὐτῆς, καὶ ἠσπάσατο αὐτὴν καὶ εἶπεν Λάλησόν μοι.
καὶ εἶπεν αὐτῷ Εἶδόν σε, κύριε, ὡς ἄγγελον θεοῦ, καὶ ἐταράχθη ἡ καρδία μου ἀπὸ φόβου τῆς δόξης σου.
ὅτι θαυμαστὸς εἶ, κύριε, καὶ τὸ πρόσωπόν σου χαρίτων μεστόν.
ἐν δὲ τῷ διαλέγεσθαι αὐτὴν ἔπεσεν ἀπὸ ἐκλύσεως·
καὶ ὁ βασιλεὺς ἐταράσσετο, καὶ πᾶσα ἡ θεραπεία αὐτοῦ παρεκάλει αὐτήν.