Chapter 10
Hellenistic Old Testament GreekἘν γὰρ τῷ δωδεκάτῳ μηνὶ τρισκαιδεκάτῃ τοῦ μηνός, ὅς ἐστιν Ἀδάρ, παρῆν τὰ γράμματα τά γραφέντα ὑπὸ τοῦ βασιλέως.
ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπώλοντο οἱ ἀντικείμενοι τοῖς Ἰουδαίοις· οὐδεὶς γὰρ ἀντέστη, φοβούμενος αὐτούς.
οἱ γὰρ ἄρχοντες τῶν σατραπῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων τοὺς Ἰουδαίους· ὁ γὰρ φοβος Μαρδοχαίου ἐνέκειτο αὐτοῖς.
προσέπεσεν γὰρ τὸ πρόσταγμα τοῦ βασιλέως ὀνομασθῆναι ἐν πάσῃ τῇ βασιλείᾳ.
καὶ ἐν αὐτῇ τῇ πόλει ἀπέκτειναν οἱ Ἰουδαῖοι ἄνδρας πεντακοσίους,
τόν τε Φαρσὰν καὶ Νεσταὶν καὶ Δελφὼν καὶ Φασγὰ
καὶ Φαραδάθα καὶ Βαρσά καὶ Σαρβαχὰ
καὶ Μαρμασιμά καὶ Ῥουφαῖον καὶ Ἀρσαῖον καὶ Ζαβουθαῖιν,
τοὺς δέκα υἱοὺς Ἀμὰν Ἀμαδάθου Βουγαίου τοῦ ἐχθροῦ τῶν Ἰουδαίων, καὶ διήρπασαν
ἐν αὐτῇ τῇ ἡμέρᾳ· ἐπεδόθη τε ὁ ἀριθμὸς τῷ βασιλεῖ τῶν ἀπολωλότων ἐν Σούσοις.
εἶπεν δὲ ὁ
βασιλεὺς πρὸς Ἐσθῆρ Ἀπώλεσαν οἱ Ἰουδαῖοι ἐν Σούσοις τῇ πόλει ἄνδρας πεντακοσίους· ἐν δὲ τῇ περιχώρῳ πῶς οἴει ἐχρήσαντο; τί οὖν ἀξιοῖς ἔτι καὶ ἔσται σοι;
καὶ εἶπεν Ἐσθὴρ τῷ βασιλεῖ Δοθήτω τοῖς Ἰουδαίοις χρῆσθαι ὡσαύτως τὴν αὕριον, ὥστε τοὺς δέκα υἱοὺς κρεμάσαι Ἀμάν.
καὶ ἐπέτρεψεν οὕτως γενέσθαι, καὶ ἐξέθηκε τοῖς Ἰουδαίοις τῆς πόλεως τά σώματα τῶν υἱῶν Ἀμὰν κρεμάσαι.
καὶ συνήχθησαν οἱ Ἰουδαῖοι ἐν Σούσοις τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Ἄδὰρ καὶ ἀπέκτειναν ἄνδρας τριακοσίους, καὶ οὐδὲν διήρπασαν.
οἱ δὲ λοιποὶ τῶν Ἰουδαίων οἱ ἐν τῇ βασιλείᾳ συνήχθησαν καὶ ἑαυτοῖς ἐβοήθουν, καὶ ἀνεπαύσαντο ἀπὸ τῶν πολεμίων· ἀπώλεσαν γάρ αὐτῶν μυρίους πεντακισχιλίους τῇ τρισκαιδεκάτῃ τοῦ Ἀδάρ, καὶ οὐδὲν διήρπασαν.
καὶ ἀνεπαύσαντο τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ αὐτοῦ μηνός, καὶ ἦγον αὐτὴν ἡμέραν ἀναπαύσεως μετά χαρᾶς καὶ εὐφροσύνης.
οἱ δὲ Ἰουδαῖοι οἱ ἐν Σούσοις τῇ πόλει συνήχθησαν καὶ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ οὐκ ἀνεπαύσαντο· ἦγον δὲ καὶ τὴν πεντεκαιδεκάτην μετὰ χαρᾶς καὶ εὐφροσύνης.
διὰ τοῦτο οὗν οἱ Ἰουδαῖοι οἱ διεσπαρμένοι ἐν πάσῃ χώρᾳ τῇ ἔξω ἄγουσιν τὴν τεσσαρεσκαιδεκάτην τοῦ Ἄδαρ ἡμέραν ἀγαθὴν μετ εὐφροσύνης, ἀποστέλλοντες
νευσαν U+05D0c.a ᵐᵍ | om τη πολει U+05D0* (superscr τ. πολι U+05D0c.a) | πεντακοσιους] +κ τους ι υιους Αμαν U+05D0c.a ᵐᵍ | περιχωρω] χωρα A | αικι U+05D0* (οιει U+05D0c.a) | εχρησαντο] πεχρηνται U+05D0c.aA |τι ουν] και τι A 13 χρησθαι] χρηστε U+05D0* χρησασθαι U+05D0c.a | την αυριον] τη αυρ. U+05D0c.a | om δεκα A | κρεμασαι Αμαν] κρεμασθηναι Αμαν επι ξυλου U+05D0c.a Αμαν κρεμασθηναι A 14 om και επετρεψεν ουτως γενεσθαι A επεστρεψεν U+05D0* (επετρ. U+05D0?) | ουτω U+05D0 | εξεθηκε] επεθηκεν U+05D0* (εξεθηκεν U+05D0c.a) om της πολεως τα σωματα U+05D0* (hab U+05D0c.a ᵐᵍ) 15 Σουσοις] ουσοις sup ras A a τεσσαρεσκαιδεκατη (τεσσαρισκαιδ. Bᵃ?ᵇ item 17, 19, 21)] τρισκαιδεκατη U+05D0c.a Αδαρ] μηνος U+05D0* Αδαρ μηνος | απεκτειναν] + οι lουδαιοι εν Σουσοις U+05D0c.a ᵐᵍ | ουδεν] συθεν A 16 συνηχθησαν και] υναχθεντες A | εβοηθουν] + περι της ψυχης αυτω U+05D0c.a | ουτων] δυνατων U+05D0* (αυτ. U+05D0c. ᵃ) | πεντακισχιλιους] + ουδεν διηρπασαν ουκ απεστειλαν τας χειρας ουτων U+05D0c.a ⁽ᵐᵍ) | τρισκαιδεκατη] τεσσα- ρεσκαιδεκατη A | om του Αδαρ U+05D0* (hab) του αυτου Aδαρ U+05D0c.a ᵐᵍ) | και 30] pr και τεσσαρεσκαιδεκατη U+05D0* (unc incl κ. τεσσ, U+05D0c.a | om και ουδεν διηρπασαν U+05D0c.a A 17 om ανεπαυσαντο A | αυτου του μηνος U+05D0 | και 2⁰] pr και ουδεν διηρπασαν και ανεπαυσαντο τη τεσσαρεσκαιδεκατη του αυτου μηνος A | ημεραν] pr την U+05D0 18 οι εν Σουσοις] om οι A | om τη πολει U+05D0* ᵛⁱᵈ (hab τη πολι U+05D0c.a ᵐᵍ) | συνηχθησαν] + τη γʼ και ι' του αυτου U+05D0c.a ᵐᵍ | τεσσαρεσκαιδεκατη (τεσσαρισκαιδ. Bᵇα (fort)] + του αυτου U+05D0c.a ᵐᵍ | om και ουκ U+05D0* c ᵇ (hab U+05D0c.a) A | τη πεντεκαιδεκατη U+05D0 * (την πεντεκαιδεκατην U+05D0c.ᵃ) 19 δια τουτο] δια γαρ τ. U+05D0c.a A δια τ. ουν U+05D0c.a ᵛⁱᵈ | οι διεσπαρμενοι] om οι U+05D0Α | εν] pr οικουντες U+05D0c.a παση χωρα] τη χ. A | om τη εξω U+05D0* (hab U+05D0c.a ᵐᵍ) | την τεσσαρεσκαιδ. (τεσ- |σεαρεσκ. U+05D0* τεσσαρεσκ. U+05D0?)] pr και A | Αδαρ] μηνος U+05D0* (Αδαρ superscr U+05D0c.a) | |μετ] μετα U+05D0Α | ευφροσυνης] 5 ποτου c.a
μερίδας ἕκαστος τῷ πλησίον. οἱ δὲ κατοικοῦντες ἐν ταῖς μητροπόλεσιν καὶ τὴν ε' καὶ ι' τοῦ Ἄδὰρ εὐφροσύνην ἀγαθὴν ἄγουσιν ἐξαποστέλλοντες μερίδας καὶ τοῖς πλησίον.
Ἔγραψεν δὲ Μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον, καὶ ἐξαπέστειλεν τοῖς Ἰουδαίοις ὅσοι ἤσαν ἐν τῇ Ἀρταξέρξου βασιλεία, τοῖς ἐγγὺς καὶ τοῖς μακράν,
στῆσαι τὰς ἡμέρας ταύτας ἀγαθάς, ἄγειν τε τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν πεντεκαιδεκάτην τοῦ Ἀδαρ·
ἐν γὰρ ταύταις ταῖς ἡμέραις ἀνεπαύσαντο οἱ Ἰουδαῖοι ἀπὸ τῶν ἐχθρῶν αὐτῶν· καὶ τὸν μῆνα ἐν ᾧ ἐστράφη αὐτοῖς, ὃς ἦν Ἀδάρ, ἀπὸ πένθους εἰς χαρὰν καὶ ἀπὸ ὀδύνης εἰς ἀγαθὴν ἡμέραν, ἄγειν ὅλον ἀγαθὰς ἡμέρας γάμαων καὶ εὐφροσύνης, ἐξαποστέλλοντας μερίδας τοῖς φίλοις καὶ τοῖς πτωχοῖς.
καὶ προσεδέξαντο οἱ Ἰουδαῖοι καθὼς ἔγραψεν αὐτοῖς ὁ Μαρδοχαῖος,
πῶς Ἀμὰν Ἀμαδάθου ὁ Μακεδὼν ἐπολέμει αὐτούς, καθὼς ἔθετο ψήφισμα καὶ κλῆρον ἀφανίσαι αὐτούς,
καὶ ὡς εἰσῆλθεν πρὸς τὸν βασιλέα λέγων κρεμάσαι τὸν Μαρδοχαῖον· ὅσα δὲ ἐπεχείρησεν ἐπάξαι ἐπὶ τοὺς Ἰουδαίους κακά ἐπʼ αὐτὸν ἐγένοντο, καὶ ἐκρεμάσθη αὐτὸς καὶ τὰ τέκνα αὐτοῦ.
διὰ τοῦτο ἐπεκλήθησαν αἱ ἡμέραι αὗται Φρουραὶ διὰ τοὺς κλήρους, ὅτι τῇ διαλέκτῳ αὐτῶν καλοῦνται Φρουραί, διὰ τοὺς λόγους τῆς ἐπιστολῆς ταύτης, καὶ ὅσα πεπόνθασιν διὰ ταῦτα καὶ ὅσα αὐτοῖς ἐγένετο
καὶ ἔστησεν· καὶ
προσεδέχοντο οἱ Ἰουδαῖι ἐφʼ ἑαυτοῖς καὶ ἐπὶ τῷ σπέρματι αὐτῶν καὶ ἐπὶ τοῖς προστεθειμένοις ἐπʼ αὐτῶν, οὐδέ μὴν ἄλλως χρήσονται. αἱ δὲ ἡμέραι αὗται μνημόσυνον ἐπιτελούμενον κατὰ γενεὰν καὶ γενεὰν καὶ πόλιν καὶ πατριάν καὶ χώραν.
αἰ δὲ ἡμέραι αὗται τῶν Φρουραὶ ἀχθήσονται εἰς τὸν ἃπαντα χρόνον, καὶ τὸ μνημόσυνον αὐτῶν οὐ μὴ ἐκλίπῃ ἐκ τῶν γενεῶν.
καὶ ἔγραψεν Ἐσθῆρ ἡ βασίλισσα θυγάτηρ Ἀμιναδὰβ καὶ Μαρδοχαῖος ὁ Ἰουδαῖος ὅσα ἐποίησαν τό τε στερέωμα τῆς ἐπιστολῆς τῶν Φρουραί.
καὶ Μαρδοχαῖος καὶ Ἐσθὴρ ἡ βασίλισσα ἔστησαν ἑαυτοῖς καθʼ ἑαυτῶν, καὶ τότε στήσαντες κατὰ τῆς ὑγιείας ἑαυτῶν καὶ τὴν βουλὴν αὐτῶν.
καὶ Ἐσθὴρ λόγῳ ἔστησεν εἰς τὸν αἰῶνα, καὶ ἐγράφη εἰς μνημόσυνον.