Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Exodus

    Chapter 40

    Old Testament

    καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων

    Ἑν ἡμέρᾳ μιᾷ τοῦ

    μηνὸς τοὺ πρώτου νουμηνίᾳ στήσεις τὴν σκηνὴν τοῦ μαρτυρίου·

    καὶ σκεπάσεις τὴν κιβωτὸν τοῦ μαρτυρίου τῷ καταπετάσματι·

    καὶ εἰσοίσεις τὴν τράπεζαν; καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς· καὶ εἰσοίσεις τὴν λυχνίαν, καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς·

    καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς τὸ θυμιᾷν ἐναντίον τῆς κιβωτοῦ· καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·

    καὶ καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου·’φ’ καὶ περιθήσεις τὴν σκηνήν, καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ.

    καὶ λήμψῃ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ χρίσεις τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἁγία.

    καὶ χρίσεις τὸ θυσιαmήριον τῶν καρπωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη,

    καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ὦσται ἅγιον τῶν ἁγίων.

    καὶ προσάξεις Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὰς θύρας τῆς τοῦ μαρτυρίου, καὶ λούσεις αὐτοὺς ὕδατι·

    καὶ ἐνδύσεις τὰς στολὰς τὰς ἀγίας, καὶ χρίσεις αὐτὸν καὶ ἁγιάσεις αὐτὸν μοι·

    καὶ τοὺς υἱοὺς αὐτοῦ προσάξεις, καὶ ἐνδύσεις αὖ. τοὺς χιτῶνας,

    καὶ ἀλείψεις αὐτοὺς ὃν τρόπον ἤλειψας τὸν πατέρα αὐτῶν, καὶ ἱερατεύσουσίν μοι· καὶ ἔσται ὥστε εἶναι αὐτοῖς χρῖσμα ἱερατίας εἰς τὸν αἰῶνα, εἰς τὰς γενεὰς αὐτῶν.

    καὶ ἐποίησεν Μωσῆς πάντα ὅσα ἐνετείλατο αὐτῷ κύριος, οὕτως ἐποίησεν.

    Καὶ ἐν τῷ μηνὶ τῷ πρώτῳ τῷ δευτέρῳ ἔτει ἐκπορευομένων ἐξ Αἰγύπτου νουμηνίᾳ, ἐστάθη ἡ σκηνή·

    καὶ ἔστησεν σκηνήν, καὶ ἐπέθηκεν τὰς κεφαλίδας καὶ διενέβαλεν τοὺς μοχλοὺς καὶ ἔστησεν τοὺς οτύλους·

    καὶ ἐξέτεινεν τὰς αὐλαίας ἐπὶ τὴν σκηνήν, καὶ ἐπέθηκεν τὸ κατακάλυμμα τῆς σκηνῆς ωθεν, καθὰ συνέταξεν Κύριος τῷ Μωσῇ.

    Καὶ τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτόν, καὶ ὑπέθηκεν τοὺς

    διωστῆρας ὑπὸ τὴν κιβωτόν,

    καὶ εἰσήνεγκεν τὴν κιβωτὸν εἰς τὴν σκηνὴν καὶ ἐπέθηκεν τὸ κατακάλυμμα τοῦ καταπετάσματος, καὶ ἐσκέπασεν τὴν κιβωτὸν τοῦ μαρτυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.

    καὶ ἐπέθηκεν τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐπὶ τὸ κλίτος τῆς σκηνῆς τοῦ μαρτυρίου τὸ πρὸς βορρᾶν ἔξωθεν τοῦ καταπετάσματος τῆς σκηνῆς,

    καὶ προέθηκεν ἐπ’ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι κυρίου, ὅν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ.

    καὶ ἔθηκεν τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς νότον,

    καὶ ἐπέθηκεν τοὺς λύχνους αὐτῆς ἔναντι κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.

    καὶ ἔθηκεν τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἀπέναντι τοῦ καταπετάσματος,

    καὶ ἐθυσίασεν ἐπ' αὐτοῦ τὸ θυμίαμα τῆς συνθέσεως, καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ.

    Καὶ τὸ θυσιαστήριον τῶν καρπωμάτων ἔθηκεν παρὰ τὰς θύρας τῆς σκηνῆς,

    καὶ καὶ ἔστησεν τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ θυσιἀ- στηρίου· καὶ συνετέλεσεν Μωυσῆς πάντα τὰ ἔργα.

    Καὶ ἐκάλυψεν ἢ νεφέλη τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ δόξης κυρίου ἐπλήσθη ἢ σκηνή·

    καὶ οὐκ ἠδυνάσθη Μωσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ’ αὐτὴν ἡ νεφέλη, καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή.

    ἡνίκα δ’ ἄν ἀνέβη ἀπὸ τῆς σκηνῆς ἡ νεφέλη, ἀνεζεύγνυσαν οἱ υἱοὶ Ἰσραὴλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν·

    εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως ἡμέρας ἦς ἀνέβη ἡ νεφέλη.

    νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡμέ καὶ πῦρ ἦν ἐπ’ αὐτῆς νυκτός, ἐναντίον παντὸς Ἰσραήλ, ἐν ταῖς ἀναζυγαῖς αὐτῶν.