Chapter 10
Hellenistic Old Testament GreekΚαὶ ἴδον, καὶ ἰδοὺ ἐπάνω τοῦ στερεώματος τοῦ ὑπέρ κεφαλῆς τῶν χερουβεὶμ ὡς λίθος σαπφείρου ὁμοίωμα θρόνου ἐπʼ αὐτῶν.
καὶ
Qmg) ουτων] αυτω Q ζωνην] pr την BᵃᵇAQ) 4 ειπεν] + κς AQ) με- σην] + (sub??) την πλιν μεσην Q Ιερουσαλημ] pr την A σημειον] pr το AQ μετωπα των] μετωπων Q* κατοδυνωμενων Q ουτων] αυτης A 5 εις την πολιν οπισω αυτου Q | φειδεσθε] φεισησθε A 6 εφ ους εστιν το σημειον] α εφ ον επ αυτω το θαυ θʼ εφ ον το θαυ Qmg απο 1⁰] pr και AQ) om τω ανδρων A των πρεσβυτερων sub?? Q 7 πλησατε] πλη- ρωσατε A κοπτετε] + (sub??) και παταξατε την πολιν Q + (post πολιν)?? ӄ εξελθοντες ετυπτον τη| πολιν Qmg 8 αυτους] + (sub??) υπελειφθην εγω Q Κυριε] pr αδωναι AQ εν τω εκχεαι] εν τε εκχ. B (εν τω εκχ. Bᵃᵇ) om σε A 0 εγκαταλελοιπεν Bᵇ⁽ᵛⁱᵈ) AQ) Κυριος 1⁰] pr ο A om ουκ εφορα ο κυριος A 10 om και A ου φείσεται] pr εγω ειπα εγω ειμι A | ο οφθαλ. μος μου AQ 11 εζωσμενος] περιεζωσμενος A απεκρινατο] + λογον AQ) καθως] καθα A X 1 χερουβειν Bᵇζ) ομοιωμα θρονου επ 0υτων (αυτω A)] ως ορασις ομοιωμα θρόνου ωφθη επ ουτων Q
εἶπεν πρὸς τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὴν στολὴν Εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν χερουβείν, καὶ πλῆσον τὰς δράκας σου ανθρακων πυρὸς ἐκ μέσου τῶν χερουβεὶν καὶ διασκόρπισον ἐπὶ τὴν πόλιν. καὶ εἰσῆλθεν ἐνώπιόν μου.
καὶ τὰ χερουβεὶν ἱστήκει ἐκ δεξιῶν τοῦ οἴκου ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα, καὶ ἡ νεφέλη ἔπλησεν τὴν άὐλὴν τὴν ἐσωτέραν.
καὶ ἀπῆρεν ἡ δόξα Κυρίου ἀπὸ τῶν χερουβεὶν εἰς τὸ αἴθριον τοῦ οἴκου, καὶ ἐνέπλησεν τὸν οἶκον ἡ νεφέλη, καὶ ἡ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης Κυρίου.
καὶ φωνὴ τῶν πτερύγων τῶν χερουβεὶν ἠκούετο ἕως τῆς αὐλῆς τῆς ἐξωτέρας ὡς φωνὴ θεοῦ Σαδδαὶ λαλοῦντος.
καὶ ἐγένετο ἐν τῷ ἐντέλλεσθαι αὐτὸν τῷ ἀνδρὶ τῷ ἐνδεδυκότι τὴν στολὴν τὴν ἁγίαν λέγων Λάβε πῦρ ἐκ μέσου τῶν τροχῶν ἐκ μέσου τῶν χερουβείν, καὶ εἰσῆλθεν καὶ ἔστη ἐχόμενος τῶν τροχῶν.
καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ εἰς μέσον τοῦ πυρὸς τοῦ ὄντος ἐν μέσῳ τῶν χερουβείν, καὶ ἔλαβεν καὶ ἔδωκεν εἰς τὰς χεῖρας τοῦ ἐνδεδυκότος τὴν στολὴν τὴν ἁγίαν, καὶ ἔλαβεν καὶ ἐξῆλθεν.
καὶ ἴδον τὰ χερουβείν, ὁμοίωμα χειρῶν ἀνθρώπων ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν.
καὶ ἴδον, καὶ ἰδοὺ τροχοὶ τέσσαρες ἱστήκεισαν ἐχόμενοι τῶν χερουβείν, τροχὸς εἷς ἐχόμενος χεροὺβ ἑνός, καὶ ὄψις τῶν τροχῶν ὡς ὄψις λίθου ἄνθρακος.
καὶ ἡ ὄψις αὐτῶν ὁμοίωμα ἳν τοῖς τέσσαρσιν, ὃν τρόπον ὅταν ἦ τροχὸς ἐν μέσῳ τροχοῦ·
ἐν τῷ πορεύεσθαι αὐτὰ εἰς τὰ τέσσερα μέρη αὐτῶν ἐπορεύοντο, οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτά· ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἡ ἀρχὴ ἡ μία ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ σορεύεσθαι αὐτά.
καὶ οἱ νῶτοι αὐτῶν καὶ αἱ χεῖρες αὐτῶν καὶ αἱ πτέρυγες αὐτῶν καὶ οἱ τροχοὶ πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσιν τροχοῖς.
τοῖς δὲ τροχοῖς τούτοις ἐπεκλήθη Γελγὲλ ἀκούὄντος
μου.
καὶ τὰ χερουβεὶν ἤσαν τοῦτο τὸ ζῷον ὃ ἴδου ἐπὶ τοῦ ποταμοῦ τοῦ Κοβάρ.
καὶ ἐν τῷ πορεύεσθαι τὰ χερουβεὶν ἐπορεύοντο οἱ τροχοί, καὶ οὗτοι ἐχόμενοι αὐτῶν· καὶ ἐν τῷ ἐξαίρειν τὰ χερουβεὶν τὰς πτέρυγας αὐτῶν τοῦ μετεωρίζεσθαι ἀπὸ τῆς γῆς. οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτῶν·
ἐν τῷ ἑστάναι αὐτὰ ἱστήκεισαν, καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ ἐμετεωρίζοντο μετʼ αὐτῶν· διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς ἦν.
καὶ ἐξῆλθεν δόξα Κυρίου ἀπὸ τοῦ οἴκου καὶ ἐπέβη ἐπὶ τὰ χερουβείν,
καὶ ἀνέλαβον τὰ χερουβεὶν τὰς πτέρυγας αὐτῶν καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ· ἐν τῷ ἐξελθεῖν αὐτὰ καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν· καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα θεοῦ Ἰσραὴλ ἦν ἐπʼ αὐτῶν ὑπεράνω.
τοῦτο τὸ ζῷόν ἐστιυ ὃ ἴδον ὑποκάτω θεοῦ Ἰσραὴλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ ἔγνων ὅτι χερουβείν ἐστιν·
τέσσερα πρόσαωπα τῷ ἑνί, καὶ ὀκτὼ πτέρυγες τῷ ἐνί, καὶ ὁμοίωμα χειρῶν ἀνθρώπου ὑποκάτωθεν τῶν πτερύγων αὐτῶν.
καὶ ὁμοίωσις τῶν προσώπων οὐτων, ταῦτα τὰ πρόσωπά ἐστιν ἃ ἴδον ὑποκάτω τῆς δόξης θεοῦ Ἰσραὴλ ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ, καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτῶν ἐπορεύοντο.