Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Ezekiel

    Chapter 23

    Old Testament

    Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

    Υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς, 3καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ ἐν τῇ νεότητι αὐτῶν, ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν, ἐκεῖ διεπαρθενεύθησαν.

    καὶ τὰ ὀνόματα αὐτῶν ἦν Ὄολλα ἡ πρεσβυτέρα, καὶ Ὀόλιβα ἡ ἀδελφὴ αὐτῆς. καὶ ἐγένοντό μοι, καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας· καὶ τὰ ὀνόματα αὐτῶν, Σαμάρεια ἦν Ὄολλα, καὶ Ἰερουσαλὴμ ἦν Ὀόλιβα.

    καὶ ἐξεπόρνευσεν ἡ Ὄολα ἀπʼ ἐμοῦ καὶ ἐπέ. θετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς, ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἐγγίζοντας αὐτῇ,

    ἐνδεδυκότας ὑακίνθινα, ἡγουμένους καὶ στρατηγούς· νεανίσκοι καὶ ἐπίλεκτοι, πάντες ἱππεῖς ἱππαζόμενοι ἐφʼ ἵππων.

    καὶ ἔδωκεν τὴν πορνείαν αὐτῆς ἐπʼ αὐτοὺς· ἐπίλεκτοι υἱοὶ Ἀσσυρίων πάντες, καὶ ἐπὶ πάντας οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐυθυμήμασιν αὐτῆς ἐμιαίνετο.

    καὶ τὴν πορνείαν αὐτῆς ἐξ Αἰγύπτου οὐκ ἐνκατέλιπεν, ὅτι μετʼ αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ¶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπʼ αὐτήυ.

    διὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυῥίων ἐφʼ σὓς ἐπετίθετο.

    αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῆς ἔλαβον, καὶ αὐτὴν ἐν ῥομφαίᾳ ἀπέκτειναν· καὶ ἐγένετο λάλημα εἰς γυναῖκας, καὶ ἐκδικήσεις ἐποίησαν ἐν αὐτῇ εἰς τὰς θυγατέρας.

    καὶ ἴδεν ἡ ἀδελφὴ αὐτῆς Ὀόλιβα, καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπέρ αὐτήν, καὶ τὴν πορνείαν αὐτῆς

    μου Q oλοσχερως (ολεσχ. B* ολοσχ. Bᵇ)] το ολοσχερες A εν διακοπη φρασμου Qᵐᵍ γης] οργης μου A 31 θυμον] pr τον A συντελεσαι] + αυτους AΓ X X III 1 pr tit περι των δυο γυναικων Qᵐᵍ sup 2 θυγατερες μητρος μιας ησαν Q 3 ουτων 1⁰] + επορνευσαν A et (sub οι γ᾿??) Q εκει 2⁰] pr και A διεπαρθενευθησαν] + (sub??) τιθοι (τιτθ. Qᵃ) παρθενειων ουτων Q 4 om ην 1⁰Q Οολλα bis] Oολα BᵃQ Ολλα A Ooλιβα bis] Ολιβα A |ην 2⁰] η Bᵃ?ᵇAQ ην 3⁰] η AQ Οολιβαν B 5 Οολα] Ολλα A επεθετο] προσε- θετο A 6 ενδεδυκοτας] ενδεδυμενους A νεανισκους A om και 20 AQ επι- λεκτους A ιππεις] ιπποις A * ᵛⁱᵈ ιπποι A? 7 πορνιαν A αυτης 1⁰] ουτων A πασιν AQ αυτης 2⁰] αυτοις Q* ᵛiᵈ (η sub ras Q?) 8 πορνιαν bis A et 1⁰ Salt Γ εγκατελιπεν Bᵃb Qᵃ εγκατελειπεν AQ)* Γ νεοτητι] pr τη A 10 αἰιχυνην] ασχημοσυνην A θυγατερες (10) B* (ρας Bᵃᵇ) γιναιλας] pr τας A εποιησαν εκδικησεις A θυγατερας 2⁰] + αυτης AQ 11 ειδεν BᵃᵇA Οολιβα] η Ολιβα A διεφθειρεν AQ υπερ αυτην rescr Aᵃ? (επι αυτη A* ᵛⁱᵈ) | πορνιαν bis A: item 14, 27, 35 om αυτης υπερ την πορνειαν Q* (hab) Qmg)

    ὑπέρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς·

    ἐπὶ τοὺς υἷρὺς τῶν Ἀσσυρίων ἐπέθετο ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς, ἐνδεδυ. κοτας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφʼ ἵππων· νεανίσκοι ἐπίλεκτοι πάντες.

    καὶ ἴδον ὅτι μεμίανται ὁδὸς μία τῶν δύο.

    καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτῆς, καὶ ἴδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων, ἐζωγραφημένους ἐν γραφίδι,

    ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν παραβαπτὰ καὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, ὄψις τρισσὴ πάντων, ὁμοίωμα υἱῶν Χαλδαίων, γῆς πατρίδος αὐτοῦ.

    καὶ ἐπέθετο ἐπʼ αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῆς, καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων.

    καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος, εἰς κοίτην καταλυόντων, καὶ ἐμίαινον αὐτὴν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐμιάνθη ἐν αὐτοῖς, καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπʼ αὐτῶν.

    καὶ ἀπεκάλυψεν τὴν πορνείαν αὐτῆς, καὶ ἀπεκάλυψεν αἰσχύνην αὐτῆς· καὶ ἀπέστη ἡ ψυχὴ μου ἀπʼ αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχὴ μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς.

    καὶ ἐπλήθυνας τὴν πορνείαν σου τοῦ ἀναμνῆσαι ἡμέραν νεότητός σου ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ,

    καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους, ὧν ὡς ὄνων αἱ σάρκες αὐτῶν, καὶ αἰδοῖκ ἵππων τὰ αἰδοῖα αὐτῶν,

    καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου, ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου, οὗ οἱ μαστοὶ νεότητός σου.

    Διὰ τοῦτο, Ὀόλιβα, τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σέ, ἀφʼ ὧν ἀπέστη ἡ ψυχή σου ἀπʼ αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν,

    υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους, Φακοὺκ καὶ Σοῦε καὶ Ὑχοῦε, καὶ πάντας υἱοὺς Ἀσσυρίων μετʼ αὐτῶν, νεανίσκους ἐπιλέκτους, ἡγεμόνας καὶ στρατηγούς, πάντας τρισσοὺς καὶ ὀνομαστούς, ἱππεύοντας ἐφʼ ἴππων.

    καὶ πάντες ἥξουσιν ἐπὶ σέ ἀπὸ βορρᾶ, ἄρματα καὶ τροχοὶ

    μετʼ ὄχλου λαῶν, θυρεοὶ καὶ πέλται, καὶ βαλεῖ φυλακὴν ἐπὶ σὲ κύκλῳ.

    καὶ δώσω πρὸ προσώπου αὐτῶν κρίμα, καὶ ἐκδικήσουσίν σε ἐν τοῖς κρίμασιν αὐτῶν· καὶ δώσω τὸν ζῆλόν μου ἐν σοί, καὶ ποιήσουσιν μετὰ σοῦ ἐν ὀργῆ θυμοῦ· μυκτῆράς σου καὶ ὦτά σου ἀφελοῦσιν, καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαίᾳ καταβαλοῦσιν. αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήμψονται, καὶ τοὺς καταλοίπους σου πῦρ καταφάγεται·

    καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου, καὶ λήμψονται τὰ σκεύη τῆς καυχήσεως σου.

    καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ καὶ τὴν πορνείαν σου ἐκ γῆς Αἰγύπτου, καὶ οὐ μὴ ἄρῃς τοὺς ὀφθαλμούς σου ἐπʼ αὐτούς, καὶ Αἰγύπτου οὐ μὴ μνησθῇς οὐκέτι

    διότι τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς, ἀφʼ ὧν ἀπέστη ἡ ψυχὴ σου ἀπʼ οὐτῶν·

    καὶ ποιήσουσιν ἐν σοὶ ἐν μίσει, καὶ λήμψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου, καὶ ἔσῃ γυμνὴ καὶ αἰσχύνουσα, καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου. καὶ ἡ πορνεία σου

    ἐποίησεν ταῦτά σοι, ἐν τῷ ἐκπορνεῦσαί σε ὀπίσω ἐθνῶν, καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν.

    ἐυ τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης, καὶ δώσω τὸ ποτήριον αὐτῆς εἰς χεῖράς σου.

    τάδε λέγει Κύριος Τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι, τὸ βαθὺ καὶ τὸ πλατὺ καὶ τὸ πλεονάζον τοῦ συντελέσαι μέθην,

    καὶ ἐκλύσεως πλησθήσῃ· καὶ τὸ ποτήριον ἀφανισμοῦ ποτήριον ἀδελφῆς σου,

    καὶ πίεσαι αὐτό, καὶ τὰς ἑορτὰς καὶ τὰς νεομηνίας αὐτῆς ἀποστρέψω· διότι ἐγὼ λελάληκα, λέγει Κύριος.

    διὰ τοῦτο τάδε λέγει Κύριος Ἀνθʼ ὧν ἐπελάθου μου καὶ ἀπέρριψάς με ὀπίσω τοῦ σώματός σου, καὶ σὺ λάβε τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου.

    Καὶ εἶπεν Κύριος πρὸς μέ Υἱὲ ἀνθρώπου, οὐ κρινεῖς

    ενδυσονται επι σε ӄ βαλουσιν Qmg πελται] +ӄ περικεφαλαιαι A φυλακην επι σε] επι σε προφυλακην A 26 κριμα] ιμα sup ras Bᵛⁱᵈ θυμου] μου A μυκτηρα A ωτα] pr τα Q om σου 4 Q υιους] pr τους A θυγατερας] pr τας A ληψονται BᵇQᵃ; item 26, 29 πυρ καταφαγεται] ενπρησουσιτ εν πυρι A 28 Κυριος] + ο θς A 29 αισχυνουσα] ασχημονουσα AQ αισχυνη] η αισχ. σου A πορνειας] πορνεια A ασεβειας Bᵃᵇ 30 ενθυμη- μασιν] επιθυμημασιν A 31 χειρας] pr τας A 32 Κυριος] αδωναι κς κς ο θς A κς κς Q πλατυ] + και (Q tantum) εσται εις γελωτα και εις μυκτηρισμον A et (sub θʼ??) Q om και 2⁰ AQ 33 εκλυσεως] εκχεω οπως A και το ποτηριον...αδελφης σου] και το ποτηριον της αδελφης σου Σαμαρειας ποτηριον αφανισμου A ποτηριον+ (sub θʼ??) αφανιας (-νειας Qᵃ) και ποι. αδ. σου Σαμαρειας Q σου] + Σαμαρειας BᵃᵇQ 34 om και 1⁰ BᵃᵇA αυτο] + και εκστραγγιεις A et (sub οι γ??) Q νουμηνιας AQ λελαληκα] ελαλησα A | Κυριος] κς κς ο θς A pr αδωναι Q 35 Κυριος] pr αδωναι AQ 36 ου] ει Q

    τὴν Ὄολαν καὶ τὴν Ὄλιβαν καὶ ἀναγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν,

    ὅτι ἐμοιχῶντο, καὶ αἶμα ἐν χερσὶν αὐτῶν· τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο, καὶ τὰ τέκνα αὐτῶν ἂ ἐγέννησάν μοι διήγαγον αὐτοῖς δι᾿ ἐμπύρων.

    ἕως καὶ ταῦτα ἐποίησάν μοι, τὰ ἅγιά μου ἐμίαινον καὶ τὰ σάββατά μου ἐβεβήλουν,

    καὶ ἐν τῷ σφάζειν οὐ τοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν, καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά. καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου,

    καὶ ὅτι τοῖς ἀνδράσιν τοῖς ἐρχομένοις μακρόθεν, οἷς ἀγγέλους ἐξαπέστελλον πρὸς αὐτούς, καὶ ἄμα τῷ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου καὶ ἐκόσμου κόσμῳ,

    καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτῆς. καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοῖς,

    καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο, καὶ πρὸς ἄνδρας ἐκ πλήθους ἀνθρώπων ἥκοντας ἐκ τῆς ἐρήμου· καὶ ἐδίδοσαν ψέλια ἐπὶ τὰς χεῖρας αὐτῶν καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν.

    καὶ εἶπα Οὐκ ἐν τούτοις μοιχεύουσιν; καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσεν·

    καὶ εἰσεπορεύοντο πρὸς αὐτήν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕτως εἰσεπορεύοντο πρὸς Ὄολαν καὶ πρὸς Ὀόλιβαν τοῦ ποιῆσαι ἀνομίαν.

    καὶ ἄνδρες δίκαιοι αὐτοὶ καὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος καὶ ἐκδικήσει αἵματος, ὅτι μοιχαλίδες εἰσίν, καὶ αἶμα ἐν χερσὶν αὐτῶν.

    τάδε λέγει κύριος Κύριος Ἀνάγαγε ἐπʼ αὐτὰς ὄχλον, καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγήν,

    καὶ λιθοβόλησον ἐπʼ αὐτὰς λίθοις ὄχλων, καὶ κατακέντει αὐτὰς ἐν τοῖς ξίφεσιν αὐτῶν· υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν ἀποκτενοῦσι, καὶ τοὺς οἴκους αὐτῶν ἐνπρήσουσιν.

    καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς, καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες

    καὶ οὐ μὴ ποιήσουσιν κατὰ τὰς ἀσεβείας αὐτῶν.

    καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφʼ ὑμᾶς, καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήμψεσθε· καὶ γνώσεσθε διότι ἐγὼ Κύριος.