Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Ezekiel

    Chapter 27

    Old Testament

    Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μέ λέγων

    Υἰὲ ἀνθρώπου, καὶ σὺ λάβε ἐπὶ Σὸρ θρῆνον,

    καὶ ἐρεῖς τῇ Σὸρ τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου

    τῆς θαλάσσης, τῷ ἐμπορίῳ τῶν λαῶν ἀπὸ νήσων πολλῶν Τάδε λέγει Κύριος τῇ Σόρ Σὺ εἶπας Ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου,

    ἐν καρδίᾳ θαλάσσης τῷ Βεελεὶμ υἱοί σου περιέθηκάν σοι κάλλος.

    κέδρος ἐκ Σενεὶρ ᾠκοδομήθη σοι, ταινίαι σανίδων κυπαρίσσου ἐκ τοῦ Λιβάνου ἐλήμφθησαν τοῦ ποιῆσαί σοι ἱστοὺς ἐλατίνους·

    ἐκ τῆς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου, τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος, οἴκους ἀλσώδεις ἀπὸ νήσων τῶν Χεττείν.

    βὐσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετό σοι στραωμνή, τοῦ περιθεῖναί σοι δόξαν καὶ περιβαλεῖν σε ὑάκινθον καὶ πορφύραν ἐκ τῶν νήσων Ἐλεισαί, καὶ ἐγένετο περιβόλαιά σου.

    καὶ οἱ ἄρχοντές σου οἱ κατοικοῦντες Σειδῶνα καὶ Ἀράδιοι ἐγένοντο κωπηλάται σου· οἱ σοφοί σου, Σόρ, οἳ ἦσαν ἐν σοί, οὗτοι κυβερνῆταί σου·

    οἱ πρεσβύτεροι Βυβλίων καὶ οἱ σοφοὶ αὐτῶν ἦσαν ἐν σοί, οὗτοι ἐνίσχυον τὴν βουλήν σου· καὶ πάντα τὰ πλοῖα τῆς θαλάσσης καὶ οἱ κωπηλάται αὐτῶν ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμῶν.

    Πέρσαι καὶ Λυδοὶ καὶ Λίβυες ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου πέλτας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί, οὗτοι ἔδωκαν τὴν δόξαν σου.

    υἱοὶ Ἀραδίων καὶ ἡ δύναμίς σου ἐπὶ τῶν τειχέων σου· φύλακες ἐν τοῖς πύργοις σου ἦσαν, τὰς φαρέτρας αὐτῶν ἐκρέμασαν ἐπὶ τῶν ὅρμων σου κύκλῳ· οὗτοι ἐτελείωσάν σου τὸ κάλλος.

    Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πάσης ἰσχύος σου, ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλυβον ἔδωκαν τὴν ἀγοράν σου.

    ἡ Ἑλλάς, καὶ ἡ σύμπασα, καὶ τὰ παρατείνοντα, οὗτοι ἐνεπορεύοντό σοι ἐν ψυχαῖς ἀνθρώπων, καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἐμπορίαν σου·

    ἐξ οἴκου Θαιγραμὰ ἵπποι καὶ ἱππεῖς ἔδωκαν ἀγοράν σου.

    υἱοὶ

    η συνοχη Qmg 4 τω Βεελειμ.. καλλος] σ΄ οι ομοροι σοι οι οικοδομουντες [σ]ε (?) συνετελεσαν το καλλος σου Qmg | υιοι] pr και A pr οι Q 5 Σενειρ] Σανειρ AQ adnot οδος λυχνου Qmg | κυπαρισσου] κυπαριστινων A | Λιβανου] adnot λευκασμος Qmg | εληφθησαν Qᵃ 6 Βασανειτιδος Bᵃᵇ A* adnot Βασα| αισχυνη Qmg | Κεττειν] Χεττιειμ AQ adnot πεπληγυια Qmg 7 εξ Αιγ.] adnot εκθλιβουσα Qmg | περιβαλει Q* (-λειν Qᵃ) | σε sub; Q? | Ελικαι Q adnot θυμου επικλησις Qmg | om και 3⁰ Q | περιβολαια εγενετο σοι A 8 και οι αρχ. σου sub - Q? | Σιδωνα BᵇQ (adnot θηρευουσα Qmg) Σιδονα A | Αραδιοι] adnot καταβιβασται Qmg 9 Βυβλιων] Βιβλιων B?ᵛiᵈ AQᵃ Γαιβαλ Bυβλιλ| Qmg | ησαν] pr οι Qa | κωπελαται A | ουτων 2⁰] αυτης A | εγενοντο...δυσμων | αμειβομενοι εν τη επιμιξια σου Qmg 10 Περσαι] adnot πειρα- ζομενοι Qmg | Λυδοι] adnot γεννωμενοι Qmg | Λιβυες] Φουδ η στομα Qmg 11 σου 2⁰)+ κυκλω A et (sub??) Q (αλλα λαι Μηδοι Qmg) 12 Χαρκη- δονιοι A | χρυσιον] + και χαλκον A | μολυβον] μολβδον A μολιβον Q 13 η συμπασα] τα σ[υμ]παντα A | ουτοι] αυτοι ΑQ | ενεπορευοντο] ενεμπορευονται A | εμπορειαν Qᵃ: item 15, 24 14 Θαιγραμα] Θδεργαμα A Θοργαμα Q (adnot παροικια τις Qmg) | ιπποι]ι ιππους AQ | ιππεις] + και ημιινους AQ

    Ῥοδίων ἔμποροι, ἀπὸ νήσσων ἐπλήθυναν τὴν ἐμπορίαν σου ὀδόντας ἐλεφαντίνους, καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μισθοὺς σου·

    ἀνθρώπους ἐμπορίαν σου ἀπὸ πλήθους τοῦ συμμίκτου σου, στακτὴν καὶ ποικίλματα ἐκ Θαρσείς· καὶ Λαμὼθ καὶ Χορχὸρ ἔδωκαν τὴν ἀγοράν σου.

    Ἰούδας καὶ οἱ υἱοὶ τοῦ Ἰσραήλ, οὗτοι ἔμποροί σου ἐν σἰτου πράσει καὶ μύρων καὶ κασίᾳ, καὶ πρῶτον μέλι καὶ ἔλαιον καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμικτόν σου.

    Δαμασκὸς ἔμπορός σου ἐκ πλήθους πάσης δυνάμεως σου· οἶνος ἐκ Χελεὼν καὶ ἔρια ἐκ Μειλήτου, (19) καὶ οἶνον εἰς τὴν ἀγοράν σου ἔδανκαν.

    ἐξ Ἀσὴλ σίδηρος εἰργασμένος, καὶ τροχίας ἐν τῷ συμμίκτῳ σού ἐστιν.

    Δαιδὰν ἔμποροί σου μετὰ κτηνῶν ἐκλεκτῶν εἰς ἅρματα.

    ἡ Ἀραβία καὶ πάντες οἱ ἄρχοντες Κηδάρ, οὗτοι ἔμποροί σου διὰ χειρός σου, καμήλους καὶ κριοὺς καὶ ἀμνοὺς ἐν οἷς ἐμπορεύονταί σε.

    ἔμποροι Σαβὰ καὶ Ῥαμά, οὗτοι ἔμποροί σου μετὰ πρώτων ἡδυσμάτων καὶ λίθων χρηστῶν, καὶ χρυσίον ἔδωκαν τὴν ἀγοράν σου.

    Χαρρὰ καὶ Χανάα, οὗτοι ἔμποροί σου. Ἀσσοὺρ καὶ Χαρμὰν ἔμποροί σου,

    φέροντες ἐμπορίαν ὑάκινθον καὶ θησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοινίοις καὶ κυπαρίσσινα.

    πλοῖα ἔμποροί σου ἐν τῷ πλήθει ἐν τῷ συμμίκτῳ σου, καὶ ἐνεπλήσθης καὶ ἐβαρύνθης σφόδρα ἐν καρδίᾳ θαλάσσης.

    ἐν ὕδατι πολλῷ ἦγόν σε οἱ κωπηλάται σου. τὸ πνεῦμα τοῦ νότου συνέτριψἐν σε ἐν καρδίᾳ θαλάσσης·

    ἦσαν δυνάμεις σου, καὶ ὁ μισθός σου καὶ τῶν συμμίκτων σου, καὶ οἱ κωπηλάται σου καὶ οἱ κυβερνῆταί σου καὶ οἱ σύμβουλοί σου, καὶ οἱ σύμμικτοί σου ἐκ τῶν συμμίκτων σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοί καὶ πᾶσα συναγωγή σου ἐν μέσῳ σου πεσοῦνται ἐν καρδίᾳ θαλάσσης ἐν τῇ ἡμέρᾳ τῆς πτώσεως σου.

    πρὸς τὴν κραυγὴν τῆς φωνῆς σου οἱ κυβερνῆταί σου φόβῳ φοβηθήσονται,

    καὶ καταβήσονται ἀπὸ τῶν πλοίων πάντες οἱ κωπηλάται καὶ οἱ ἐπιβάται, καὶ οἱ πρωρεῖς τῆς θαλάσσης ἐπὶ τὴν γῆν στήσονται,

    καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τῇ φωνῇ αὐτῶν καὶ κεκράξονται πικρόν, καὶ ἐπιθήσουσιν ἐπὶ τὴν κεφαλὴν αὐτῶν γῆν καὶ σποδὸν στρώσονται.

    καὶ λἠμψονται ἐπὶ σὲ οἱ υἱοὶ αὐτῶν θρῆνον, θρήνημα Σόρ.

    πόσον τινὰ εὗρες μισθὸν ἀπὸ τῆς θαλάσσης; ἐνέπλησας ἔθνη ἀπὸ τοῦ πλήθους σου, καὶ ἀπὸ τοῦ συμμίκτου σου ἐπλούτισας πάντας βασιλεῖς τῆς γῆς.

    νῦν συνετρίβης ἐν θαλάσσῃ, ἐν βάθει ὕδατος ὁ σύμμικτός σου, καὶ πᾶσα ἡ συναγαογή σου ἐν μέσῳ σου· ἔπεσον πάντες οἱ κωπηλάται σου.

    πάντες οἱ κατοικοῦντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ, καὶ οἱ βασιλεῖς αὐτῶν ἐκστάσει ἐξέστησαν, καὶ ἐδάκρυσεν τὸ πρόσωπον αὐτῶν.

    ἔμποροι ἀπὸ ἐθνῶν ἐσύρισάν σε· ἀπώλεια ἐγένου, καὶ οὐκέτι ἔσῃ εἰς τὸν αἰῶνα.