Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Ezekiel

    Chapter 47

    Old Testament

    Καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα τοῦ οἴκου, καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν τοῦ αἰθρίου κατʼ ἀνατολάς, ὅτι τὸ πρόσωπον τοῦ οἴκου ἔβλεπεν κατʼ ἀνατολάς· καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ ἀπὸ νότου ἐπὶ τὸ θυσιαστήριον.

    καὶ ἐξήγαγέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν, καὶ περιἠγαγέν με τὴν ὁδὸν ἔξωθεν πρὸς τὴν πύλην τῆς αὐλῆς τῆς βλεπούσης κατʼ ἀνατολάς, καὶ ἰδοὺ τὸ ὕδωρ κατεφέρετο ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ,

    καθὼς ἔξοδος ἀνδρὸς ἐξ ἐναντίας. καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ· καὶ διεμέτρησεν χιλίους ἐν τῷ μέτρῳ, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἀφέσεως·

    καὶ διεμέτρησεν χιλίους, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἕως τῶν μηρῶν· καὶ διεμέτρησεν χιλίους, καὶ διῆλθεν ὕδωρ ἕως ὀσφύος.

    καὶ διεμέτρησεν χιλίους, καὶ οὐκ ἠδύνατο

    αμαρτιας] pr της ΑQ | πεψ ουσιν A εψησουσιν Qa 21 αυλην] αυτην B* (αυλ. Bᵇ) | τεσσαρα Bᵇ | τα κλιτη] om τα AQ 22 κατα το κλιτος αυλη αυλη] pr?? Q? αυλη κατα το κλιτος A | τεσσερα AQ + κλιτη AQ | om και 1° AQ | μηκους] μηκος Q | πηχων biς] πηχεων A | τεσσαρακοντα Bᵇ τεσσαρσι Bᵇ: item 23 24 οι οικοι] om οι Q | μαγειρων] μαγιρειων A XLVII 1 υποκατω A | αιθριου] + του οικου AQ | εβλεπεν] επεβλεπεν AQ απο 1°] επι Q* (απο Qa) | κλιτου Q* (-τους Qᵃ)] + του οικου Q 2 οδον 20] + της πυλης Q 3 μετρον] adnot φασι το μετρα τον χρονον δηλουν ως εις πολλα διηρημενον διο και μετ ολιγα φησιν εις τους μηνας αυτου πρωτο- γενησει· οθε| ӄ πιθανως επεβαλον τινες τω μετρω μετρεισθαι μηνας δ΄ ως εν πηχεσι δηλουμενους ποιοῡ|τας ετη τλγ΄ μηνας δ΄ εις α κυναγεται ο απο της γεννησεως του χῡ χρονος εως της Κω|σταντινου βασιλειας εφ ης ηρξατο πλα- τυνεσθ, τα χριστιανω| Qmg | μετρω] + πηχεις Qmg | αφεσεως] εως αστραγαλω| Qmg 4 διεμετρησεν 1°] + εν τω μετρω A | μηρων] γονατων Qmg | χιλιους 2°] + χειμαρρους A 5 χιλιους] + (sob α΄θ΄??) χειμαρρους Q ante χειμ- ins και ιδου Qmg

    διελθεῖν, ὅτι ἐξύβριζεν. χειμάρρου ὃν οὐ διαβήσονται.

    καὶ εἶπεν πρὸς μέ Ἑόρακας, υἱὲ ἀνθρώπου; καὶ ἤγαγέν με ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ

    ἐν τῇ ἐπιστροφῇ μου· καὶ ἰδοὺ ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ δένδρα πολλὰ σφόδρα ἔνθεν καὶ ἔνθεν.

    καὶ εἶπεν πρὸς μέ Τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλειλαίαν τὴν πρὸς ἀνατολάς, καὶ κατέβαινεν ἐπὶ τὴν Ἀραβίαν, καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς, καὶ ὑγιάσει τὰ ὕδατα,

    καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζῴων τῶν ἐκζεόντων, ἐπὶ πάντα ἐφʼ ἃ ἂν ἐπέλθῃ ἐκεῖ ὁ ποταμός, ζήσεται καὶ ἔσται ἐκεῖ ἰχθὺς πολὺς σφόδρα, ὅτι ἥκει ἐκεῖ τὸ ὕδωρ τοῦτο, καὶ ὑγιάσει καὶ ζήσεται· πᾶν ἐφʼ ὃ ὄν ἔλθῃ ὁ ποταμὸς ἐκεῖ, ζήσεται.

    καὶ στήσονται ἐκεῖ ἁλεεῖς ἀπὸ Ἰνγαδεὶν ἕως Ἐναγαλείμ· ψυγμὸς σαγηνῶν ἔσται, καθʼ αὐτὴν ἔσται καὶ οἱ ἰχθύες αὐτῆς ὡς οἱ ἰχθύες τῆς θαλάσσης τῆς μεγάλης, πλῆθος πολὺ σφόδρα.

    καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ καὶ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ οὐ μὴ ὑγιάσωσιν· εἰς ἄλας δέδονται.

    καὶ ἐπὶ τοῦ ποταμοῦ ἀναβήσεται, ἐπὶ τοῦ χείλους αὐτοῦ ἔνθεν καὶ ἔνθεν πᾶν ξύλον βρώσιμον· οὐ

    μὴ παλαιωθῇ ἐπʼ αὐτοῦ, οὐδὲ μὴ ἐκλίπῃ ὁ καρπὸς αὐτοῦ· τῆς καινότητος αὐτοῦ πρωτοβολήσει, ὅτι τὰ ὕδατα αὐτῶν ἐκ τῶν ἁγίων ταῦτα ἐκπορεύεται· καὶ ἔσται ὁ καρπὸς αὐτῶν εἰς βρῶσιν, καὶ ἀνάβασις αὐτῶν εἰς ὑγίειαν.

    Τάδε λέγει Κύριος θεός Ταῦτα ὅρια κατακληρονομήσετε τῆς γῆς· ταῖς δώδεκα φυλαῖς τῶν υἱῶν Ἰσραὴλ πρόσθεσις σχοινίσματος.

    καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καθὼς ὁ ἀδελφὸς αὐτοῦ, εἰς ἣν ἦρα τὴν χεῖρά μου τοῦ δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ πεσεῖται ἡ γῆ αὕτη ὑμῖν ἐν κληρονομίᾳ.

    καὶ ταῦτα τὰ ὅρια τῆς γῆς τῆς πρὸς βορᾶν· ἀπὸ θαλάσσης τῆς μεγάλης τῆς καταβαινούσης καὶ περισχιζούσης, τῆς εἰσόδου Ἡμά, Σελδαμμά,

    Ἀβθηρά, Σεβράμ, Ἡλιάμ, ἀνὰ μέσον ὁρίων Δαμασκοῦ καὶ ἀνὰ μέσον ὁρίων Ἡμαθεί, αὐλὴ τοῦ Σαυνάν, αἵ εἰσιν ἐπάνω τῶν ὁρίων Αὑρανείτιδος.

    ταῦτα τὰ ὅρια ἀπὸ τῆς θαλάσσης· ἀπὸ τῆς αὐλῆς τοῦ Αἰνάν, ὅρια Δαμασκοῦ, καὶ τὰ πρὸς βορρᾶν.

    καὶ τὰ πρὸς ἀνατολὰς ἀνὰ μέσον τῆς Δωρανείτιδος καὶ ἀνὰ μέσον Δαμασκοῦ καὶ ἀνὰ μέσον τῆς Γαλααδείτιδος καὶ ἀνὰ μέσον τῆς γῆς τοῦ Ἰσραήλ, ὁ Ἰορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν τὴν πρὸς ἀνατολὰς Φοινικῶνος· ταῦτα τὰ πρὸς ἀνατολάς.

    καὶ τὰ πρὸς νότον καὶ λίβα ἀπὸ Θαιμὰν καὶ Φοινικῶνος, ἕως ὕδατος Μαριμὼθ Καδήμ, παρεκτεῖνον ἐπὶ τὴν θάλασσαν τὴν μεγάλην·

    τοῦτο τὸ μέρος νότος καὶ λίψ. (20)τοῦτο τὸ μέρος τῆς θαλάσσης τῆς μεγάλης ὁρίζει, ἕως κατέναντι τῆς εἰσόδου Ἡμάθ, ἕως εἰσόδου αὐτοῦ· ταῦτά ἐστιν τὰ πρὸς θάλασσαν Ἡμάθ.

    καὶ διαμερίσετε τὴν γῆν ταύτην αὐτοῖς, ταῖς φυλαῖς τοῦ

    αυτου πρωτοβολησει] adnot εν αλ[λιοι]ς εις τους μηνας αυτου πρωτογενησει· ινα ειπη εις τον καιρον εαυτου επιδωσει το ευαγγελιον Qmg | om αυτου 4⁰ A | oτι] διοτι AQ | αναβασις] η αναβασεις A ουτων 3⁰] αυτου Q | υγιᾶ· A 13 θεος] pr ο AQ | ορια] pr τα AQ + α Q 14 δουναι] + αυτην A | πατρα- σιν] παρρασι (sic) A 15 της προς] om της A | θαλασσης] pr της AQ 15—16 η|μασελδαμμα α θηρασ| εβραμηλιαμ B ημαθ’| ελδαμʼ μαωσθηρασεφραμʼ ηλειαμʼ A η|μασαιλααμʼ μααβʼ θηρασεφραιμ| ηλιαμ Q αδαλα αιμαθ’ βηρωθ ασα βαρειμ Qmg ανα μεσον (1⁰).. Σαυναν] ανα μ. των οριω| Ημαθʼ και ανα μ. των οριω Δαμασκου Ευναν και του Ευναν A Ημαθει] Ημαθ Q | αυλη του Σαυναν] om αυλη Q* αυλαι του Θιχων Qᵐᵍ Αυρανιτιδος AQ 17 Αινα (in fin lin) Q βορραν] + κατα βορραν και το οριον Αιμαθ (+ και Q) το οριον βορρα (-ραν Q) A et (sub θʼ??) Q 18 και τα προς ανατολας] κατα προσωπον ανατολων Q Λωρανειτιδος] Ωρανιτιδος A Αυρανιτιδος Q Γαλα- αδιτιδος AQ | Φοινεικωνος B* (Φοινικ. Bᵇ) τα προς ανατολας] om τα Q 19 και Φοινικωνος] pr?? Q? | Καδημ] Καδης AQ 20 μερος 1⁰] μηκος Q | θαλασσης] + (sub οι γ΄??) θαλασσης Q | οριζει] διοριζει AQ | εως εισοδου αυτου] εως της εισ. αυτ. (pr?? Q?) Q 21 διαμερισετε] διεμετρησεν A διαμεριειτε Q | ταις φυλαις] pr και A

    Ἰσραήλ.

    βαλεῖτε αὐτὴν ἐν κλήρῳ ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς παροικοῦσιν ἐν μέσῳ ὑμῶν, οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν, καὶ ἔσονται ὑμῶν ὡς αὐτόχθονες ἐν τοῖς υἱοῖς τοῦ Ἰσραήλ· μεθʼ ὑμῶν φάγονται ἐν κληρονομίᾳ ἐν μέσῳ τῶν φυλῶν τοῦ Ἰσραήλ,

    καὶ ἔσονται ἐν φυλῇ προσηλύτων ἐν τοῖς προσηλύτοις τοῖς μετʼ αὐτῶν· ἐκεῖ δώσετε κληρονομίαν αὐτοῖς, λέγει Κύριος θεός.