Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Genesis

    Chapter 25

    Old Testament

    Προσθέμενος δὲ Ἀβραὰμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Χεττούρα.

    ἔτεκεν δὲ αὐτῷ τὸν Ζεβρὰν καὶ τὸν Ἰεξὰν καὶ τὸν τὸν καὶ τὸν Μαδιάμ καὶ τὸν Ἰεσβὸκ καὶ τὸν Σωύε.

    Ἰεξάν δὲ ἐγέννησεν τὸν Σαβᾶν καὶ τὸν Θαιμὰν καὶ τὸν Δαιδάν· υἱοὶ δὲ Δαιδὰν ἐγένοντο Ῥαγουὴλ καὶ Ναβδεὴλ καὶ Ἀσουρὶμ καὶ Λατουσιεὶμ καὶ Λοωμείμ·

    υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ καὶ Ἄφερ καὶ Ἑνὼχ καὶ Ἀβιρὰ καὶ Θεργαμά. οὗτοι πάντες ἦσαν υἱοὶ Χεττούρας.

    ἔδωκεν δὲ Ἀβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ·

    καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Ἀβραὰμ δόματα, καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν.

    ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς Ἀβραὰμ ὅσα ἔζησεν, ἑκατὸν ἑβσομήκοντα πέντε ἔτη·

    καὶ ἐκλείπων ἀπέθανεν Ἀβραὰμ ἐν γήρει καλῷ πρεσκαὶ πλήρης ἡμερῶν, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.

    καὶ ν αὐτὸν Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ δύο υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν, εἰς τὸν ἀγρὸν Ἐφρὼν τοῦ Σάαρ τοῦ ετταίου, ὅ ἐστιν ἀπέναντι Μαμβρή,

    τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ὃ ἐκτήσατο Ἀβραὰμ παρὰ τῶν υἱῶν Χέτ· ἐκεῖ ἔθαψαν Ἀβραὰμ καὶ Σάρραν τὴν αὐτοῦ.

    ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Ἀβραὰμ εὐλόγησεν ὁ θεὸς τὸν Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· καὶ κατῲκησεν Ἰσαὰκ παρὰ τὸ φρέαρ τῆς

    Αὗται δὲ αἱ γενέσεις Ἰσμαὴλ τοῦ υἱοῦ Ἀβραάμ, ὃν Ἁγὰρ ἡ παιδίσκη Σάρρας τῷ Ἀβραάμ.

    καὶ ταῦτα τὰ ὀνόματα σμαὴλ κατ’ ὄνομα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος Ἱσμαὴλ Ναβαιώθ, καὶ Κηδὰρ καὶ Ναβδεὴλ καὶ ασσὰμ

    καὶ Μασμὰ καὶ Ἰδουμὰ καὶ Μασσὴ

    καὶ Χοδδὰν καὶ Θαιμὰν καὶ Ἰετοὺρ καὶ Ναφὲς καὶ Κέδμα.

    οὗτοί εἰσιν οἱ υἱοὶ Ἰσμαήλ, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν· δώδεκα ἄρχοντες κατὰ

    ἔθνος αὐτῶν.

    καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ἰσμαήλ, ἑκατὸν τριά- κοντα ἑπτὰ ἔτη· καὶ ἐκλείπων ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ.

    κατῴκησεν δὲ ἀπὸ Εὑειλὰτ ἕως Σουήλ, ἥ ἐστιν κατὰ πρόσ- ωπον Αἰγύπτου ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησεν.

    αὗται αἱ γενέσεις τοῦ υἱοῦ Ἀβραάμ· Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ.

    ἦν δὲ ἐτῶν τεσσεράκοντα ὅτε ἔλαβεν τὴν Ῥεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας, ἀδελφὴν Λαβὰν τοῦ Σύρου, ἑαυτῷ γυναῖκα.

    ἐδεῖτο δὲ Ἰσαὰκ κυρίου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. ἐπήκουσεν δὲ αὐτοῦ ὁ θεός, καὶ ἔλαβεν ἐν γαστρὶ Ῥεβέκκα ἡ αὐτοῦ.

    ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· εἶπεν δέ Εἰ οὕτως μοι γίνεσθαι, ἵνα τί μοι τοῦτο; ἐπορεύθη δὲ πυθέσθαι παρὰ Κυρίου.

    καὶ εἶπεν κύριος αὐτῇ Δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσιν,

    καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται·

    καὶ λαὸς λαοῦ ὑπερέξει,

    καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.

    καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν· καὶ τῇδε ἦν δίδυμα τῇ γαστρὶ αὐτῆς.

    ἐξῆλθεν δὲ ὁ υἱὸς ὁ πρωτότοκος πυρράκης, ὅ ὡσεὶ δορὰ δασύς· ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ἡσαύ.

    καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ἠσαύ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰακώβ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα ὅτε ἐγέννησεν αὐτοὺς Ῥεβέκκα.

    ηὐξήθησαν δὲ οἱ νεανίσκοι. καὶ ἦν Ἠσαὺ ἄνθρωπος εἰδὼς κυνηγεῖν, ἄγροικος· Ἰακὼβ δὲ ἦν ἄνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν.

    ἠγάπησεν δὲ Ἰσαὰκ τὸν Ἠσαύ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ῥεβέκκα δὲ ἠγάπα τὸν Ἰακώβ.

    Ἥχηαεν δὲ Ἰακὼβ ἕψεμα· ἦλθεν δὲ Ἠσαὺ ἐκ τοῦ πεδίου ἐκλείπων.

    καὶ εἶπεν Ἠσαὺ τῷ Ἰακώβ Γεῦσόν με ἀπὸ τοῦ ἑψέματος τοῦ πυρροῦ τούτου, ὅτι ἐκλείπω ἐγώ· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ.

    εἶπεν δὲ Ἰακὼβτῷ Ἠσαύ Ἀπόδου μοι σήμερον τὰ

    πρωτοτοκεῖά σου ἐμοί.

    εἶπεν δὲ Ἠσαύ Ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾷν, καἰ ἵνα τί μοι ταῦτα τὰ πρωτοτοκεῖα;

    καὶ εἶπεν αὐτῷ Ἰακώβ μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ Ἠσαὺ τὰ πρωτοτῷ Ἰακώβ.

    Ἰακὼβ δὲ ἔδωκεν τῷ Ἠσαὺ ἄρτον καὶ ἕψεμα φακοῦ· καὶ ἔφαγεν καὶ ἔπειεν, καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν Ἠεσὺ τὰ π ρωτοτοκεῖα.