Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Habakkuk

    Chapter 3

    Old Testament

    Προσευχὴ Ἁμβακοὺμ τοῦ προφήτου μετὰ ᾠδῆς.

    ²Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην·

    κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.

    ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ,

    ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ·

    ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ·

    ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ.

    3ὁ θεὸς ἐκ Θαιμὰν ἥξει,

    καὶ ὁ ἅγιος ἐξ ὄρους Φαρὰν κατασκίου δασέος. διάψαλμα.

    ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ,

    καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.

    ⁴καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται·

    κέρατα ἐν χερσὶν αὐτοῦ,

    καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.

    5πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος καὶ ἐξελεύσεται

    εἰς πεδία·

    6κατὰ πόδας αὐτοῦ ⁶ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ·

    ἐπέβλεψεν, καὶ διετάκη ἔθνη,

    διεθρύβη τὰ ὄρη βίᾳ,

    ἐτάκησαν βουνοὶ αἰώνιοι πορείας αἰωνίας αὐτοῦ.

    ⁷ἀντὶ κόπων εἶδον σκηνώματα Αἰθιόπων·

    πτοηθήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιάμ.

    8μὴ ἐν ποταμοῖς ὠργίσθης, Κύριε;

    ἢ ἐν ποταμοῖς ὁ θυμός σου;

    και 1⁰ U+05D0c.b | φαντασια] ηφαντασμα Q* (-σια Qmg) | om παν (hab Qmg) 20 προσωπου] + αυτου U+05D0AQ) III tit μετα] μετ A 2 κατενοησα] pr κε U+05D0 3 εκ] απο U+05D0c.a, c.b | Θεμαν U+05D0 | om Φαρον U+05D0c.a, c.b | δασεως U+05D0AQ* (-σεος Qᵃ) | διαψαλμα non inst Bᵇ; item infra 5 εξελευσονται Qᵃ | εις πεδια] εις πεδιαν U+05D0c.a εν πεδιλοις AQ (εν πεδειλ.) κατα ποδας] οι ποδες AQ 6 η γη] om η U+05D0* (hab U+05D01(vid) c.a) | διετακη] ετακη U+05D0* (διετ. U+05D0c.b) | διεθρυβη] pr και Aᵃ?Q | βιαν U+05D0* | ποριας U+05D0c.a Q* (-ρειας Qa) | αιωνιους A 7 αντι]

    • δκ U+05D0c.a (vid) (postea ras) | ειδον] ιδο Q | Εθιοπων U+05D0* (Αιθ. U+05D0c.a, c.b) | αι σκη- ναι] om αι U+05D0 | Μαδιαν U+05D0* (-αμ U+05D0c.a) 8 οργισθης AQ)

    ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου;

    ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου,

    καὶ ἡ ἱππασία σου σωτηρία.

    ⁹ἐντείνων ἐνέτεινας τόξον σου ἐπὶ σκῆπτρα, λέγει Κύριος.

    διάψαλμα.

    ποταμῶν ῥαγήσεται γῆ,

    ¹⁰ὄψονταί σε καὶ ὠδινήσουσιν λαοί.

    σκορπίζων ὕδατα πορείας·

    ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς,

    ὕψος φαντασίας αὐτῆς.

    διάψαλμα.

    ἐπήρθη ¹¹ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς·

    εἰς φῶς βολίδες σου πορεύσονται,

    εἰς φέγγος ἀστραπῆς ὅπλων σου.

    ¹²ἐν ἀπειλῇ ὀλιγώσεις γῆν,

    καὶ ἐν θυμῷ κατάξεις ἔθνη.

    ¹³ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου,

    τοῦ σῶσαι τὸν χριστόν σου·

    βαλεῖς εἰς κεφαλὰς ἀνόμων θάνατον,

    ἐξήγειρας δεσμοὺς ἕως τραχήλου. διάψαλμα.

    ¹⁴διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν,

    σεισθήσονται ἐν αὐτῇ·

    διανοίξουσιν χαλινοὺς αὐτῶν ὡς ἔσθων πτωχὸς λάθρα.

    ¹⁵καὶ ἐπιβιβᾶς εἰς θάλασσαν τοὺς ἵππους σου

    ταράσσοντας ὕδωρ πολύ.

    ¹⁶ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ κοιλία μου

    ἀπὸ φωνῆς προσευχῆς χειλέων μου,

    καὶ εἰσῆλθεν τρόμος εἰς τὰ ὀστᾶ μου,

    καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου.

    ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεως

    τοῦ ἀναβῆναι εἰς λαὸν παροικίας μου.

    ¹7διότι συκῆ οὐ καρποφορήσει,

    καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις·

    ψεύσεται ἔργον ἐλαίας,

    καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν·

    ἐξέλιπεν ἀπὸ βρώσεως πρόβατα,

    καὶ οὐχ ὑπάρχουσιν βόες ἐπὶ φάτναις.

    ¹⁸ἐγὼ δὲ ἐν τῷ κυρίῳ ἀγαλλιάσομαι.

    χαρήσομαι ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου.

    ¹9Κύριος ὁ θεὸς δύναμίς μου,

    καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν·

    ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με

    τοῦ νικῆσαι ἐν τῇ ᾠδῇ αὐτοῦ.

    U+05D0c.a) | εξελιπεν] εξελιπον U+05D0c.a (-πεν U+05D0c.a) εξελειπον AQ* vid (-λιπ. Qᵃ) | om και 3° U+05D0? (postea revoc) | βοες επι φατναις] επι φατνης βοες Q| φατναις] + εξι- λασεως αυτων A + εξ ιασεως αυτων Q* εξ ιλ. αυτ. Qᵃ 18 εν] επι AQ | αγαλιασομαι U+05D0* (αγαλλ. U+05D0c.b) 19 θεος] + μου U+05D0c.a (postea ras) | συντελιαν U+05D0* (λειαν U+05D0c.a) | επι] pr κ U+05D0c.a (postea ras) νικησαι] + με U+05D0c.a (improb U+05D0c.b) A | ωδη] οδω U+05D0* (ωδ. U+05D0c.b) Subscr Αμβακουμ η BU+05D0AQ