Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Haggai

    Chapter 1

    Old Testament

    ΕΝ τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρίου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων Εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν λέγων

    Τάδε λέγει Κύριος Παντοκράτωρ λέγων Ὁ λαὸς οὗτος λέγουσιν Οὐχ ἤκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου.

    καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων

    Εἰ καιρὸς μέν ὑμῖν ἐστιν τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάθμοις, ὁ δὲ οἶκος ὑμῶν ἐξηρήμωται;

    καὶ νῦν τάδε λέγει Κύριος Παντοκράτωρ Τάξατε δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν·

    ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα, ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν, ἐπίετε καὶ οὐκ εἰς μέθην, περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.

    τάδε λέγει Κύριος Παντοκράτωρ Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν·

    ἀνάβητε εἰς τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἐνδοξασθήσομαι, εἶπεν Κύριος.

    ἐπεβλέψατε εἰς πολλὰ καὶ ἐγένετο ὀλίγα, καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά. διὰ τοῦτο τάδε λέγει Κύριος Παντοκράτωρ Ανθʼ ὧν ὁ οἶκός μού ἐστιν ἔρημος. ὑμεῖς δὲ διώκετε ἕκαστος

    εἰς τὸν οἶκον αὐτοῦ,

    διὰ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου, καὶ ἡ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς·

    καὶ ἐπάξω ῥομφαίαν ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ ὄρη, καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ὅσα ἐκφέρει ἡ γῆ, καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη, καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν.

    Καὶ ἤκουσεν Ζοροβαβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ κατάλοιποι τοῦ λαοῦ τῆς φωνῆς Κυρίου τοῦ θεοῦ αὐτῶν καὶ τῶν λόγων Ἀγγαίου τοῦ προφήτου, καθότι ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ θεὸς αὐτῶν πρὸς αὐτούς, καὶ ἐφοβήθη ὁ λαὸς ἀπὸ προσώπου Κυρίου.

    καὶ εἶπεν Ἀγγαῖος ἄγγελος Κυρίου ἐν ἀγγέλοις Κυρίου τῷ λαῷ Ἐγὼ εἰμι μεθʼ ὑμῶν, λέγει Κύριος.

    καὶ ἐξήγειρεν Κύριος τὸ πνεῦμα Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ἰσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ τὸ πνεῦμα τῶν καταλοίπωυ παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλθον καὶ ἐποίουν ἔργα ἐν τῷ οἴκῳ Κυρίου Παντοκράτορος θεοῦ αὐτῶν.