Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    I Chronicles

    Chapter 12

    Old Testament

    Καὶ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυεὶδ εἰς Σωκλά, ἔτι συνεχομένου ἀπὸ προσώπου Σαοὺλ υἱοῦ Κείς. καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ,

    καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν, καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις, ἐν τοῖς ἀδελφοῖς Σαοὺλ ἐκ Βενιαμείν·

    ὁ ἄρχων Ἀχιέζερ, καὶ Ἰωὰ ὁ υἱὸς Ἀμὰ τοῦ Γεβωθείτου,

    32 Ουρι A | ναχαλη A | Γαραβαιθθι Γαραβεθ U+05D0 Σαραβεθθει A 33 Aζ. βων] Αζμωθ A | Bεερμειν BU+05D0c.a] Βεερβειν U+05D0* Βαρσαμι A | Σαμαβα ο Oμει δαμαβα ο Σωμει U+05D0 Eλιαβα ο Σαλαβωνι A 34 Bενναιας ο Σομολογ.] Βεννεας ο Σομογεννουνιν U+05D0 υιοι Ασαμʼ· ο Γωυνι A | Σωλα ο Αραχει Bᵇ Σ. ο Αραρει Bᵃᵇ U+05D0 Σαγη ο Αραρι A 35 Αχιαμ υ Σαχαρ ο Αραρι A | Eλφατ] Ελι. φααλ A 35 36 Σθυρ φαρ Μοχορ] Σουρ· Οφ. M.U+05D0Ωρα· Φερομεχουραθι A 36 Αχια U+05D0A | Φελλωνι A 27 Ησεραι U+05D0 Ασαραι A | Χαρμαδαι) Καρμηλι A | Νααραι] Νοορα A | Αζωβε U+05D0 Αζβι A 38 υιος 1⁰| αδελφος A | Μεβααλ] Μαβαρ A | Αγαρει] Αταραι A 39 Σελη] Σελληκ A Αμμωνειμ U+05D0 Αμμωνι A | Ναχωρ ο Bερθει] Νααραι ο Βηρωθ A | αιρων σκευη] διδωνικευη (sic) U+05D0 | υιω Σαρουια] Ιωαβʼ υιου Σαρουιας A 40 Ιρα ο Ηθηρει]| Ια ο Ιθηρει U+05D0 Ιρος ο Ιεθερι A | Γαρηοβε U+05D0 Γαρηβʼ A | Ιοθηρει] Ιεθερι A 41 Ουρει ο Χεττει Ουριας Χετθι A | Ζαβατ A | υιος] υιω ος U+05D0 | Αχαια] Αχεα U+05D0 Ολι A 42 Αδινα A | Σαια] Σεζα U+05D0 Σεχα A 43 Ανναν U+05D0 Μοωχα] Μαχα A | Ιωσαφας U+05D0 (Ιωσαφατ U+05D0c.a) | Βαιθανει] Βεθανει U+05D0 Μαθ. θανι A 44 Oζiα A | ο λσταρωθει] Θεσταρωθει U+05D0 ο λσταρωθι A | Σαμαθα] Σαμα A | Ιεια] Εια U+05D0 Ιειηλ A | Κωθαν του Αραρει (Αραρ Bᵇ)] Χωθα| τ. Αραρι A 45 Ελθειηλ (nisi Ελεειηλ)] Ιεδιηλ A | Σαμαρι A | Ιεασει] Οωσαrι A 46 Λιηλ U+05D0 Ιελιηλ A | ο Μιει] ο Μαωειν A | Αριβι U+05D0 Ιαριβαι A | Ιωσια A | Ελλαμ U+05D0ᵛⁱᵈ Ελνααμ A | και 30] κα U+05D0 | Εθεμα] Ιεθεμα A | post ο 2⁰appar ras α vet δ in B | Μωαβιτης A 47 Αλιηλ A | Ιωβηδ A | E|σειηλ U+05D0 Εσσιηλ A | Μειναβεια] Μεσωβια A XII 1 Σωκλα] Σικελαγ A 2 τοξω] pr εν Μ | εν τοις αδελφοις] εκ των αδελφων U+05D0A | εκ BU+05D0c.a ᵃA] και U+05D0* 3 ο αρχων] om ο A | Ιωα ο] Ιωας U+05D0 Ιωρας A | Αμα] Σαμαα A | Γεβωθειτου] Ταβαθιτου A

    καὶ Ἰωήλ καὶ Ἰωφάλητ υἱοὶ Ἀσμώθ, καὶ Βερχειά, καὶ Ἰηοὺλ ὁ Ἀναθωθεί,

    καὶ Σαμαίας ὁ Γαβαωνείτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, Ἰερμίας καὶ Ἰεζὴλ καὶ Ἰωανὰν καὶ Ἰωαζαβὰβ ὁ Γαδαραθειείμ,

    Ἀζαὶ καὶ Ἀρειμοὺθ καὶ Βαδαιὰ καὶ Σαμαραιά καὶ Σαφατὰ ὁ Χαραιφεἰ

    Ἠλκανὰ καὶ Ἰησουνεὶ καὶ Ὀζρειὴλ καὶ Ἰωζάρα, Καινὰ καὶ Σοβοκὰμ καὶ οἱ Κορεῖται,

    καὶ Ἐλιὰ καὶ Ζαβιδιὰ υἱοὶ Ῥαὰμ καὶ οἱ τοῦ Γεδώρ. ⁸καὶ ἀπὸ τοῦ Γεδδεὶ ἐχωρίσθησαν πρὸς Δαυεὶδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου, αἴροντες θυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος πρόσωπα αὐτῶν, καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει·

    Ἄζα ὁ ἄρχων. Ἀβδειὰ ὁ δεύτερος, Ἐλιὰβ ὁ τρίτος,

    Μασεμμανὴ ὁ τέταρτος, Ἰερεμειὰ ὁ πέμπτος,

    Ἐθοὶ ὁ ἕκτος, Ἐλιὰβ ὁ ἕβδομος,

    Ἰωὰν ὁ ὄγδοος, Ἐλιαζὲρ ὁ ἔνατος,

    ʼiερεμειὰ ὁ δέκατος, Μελχαβανναὶ ὁ ἑνδέκατος.

    οὖτοι ἐκ τῶν υἱῶν Γὰδ ἄρχοντες τῆς στρατιᾶς, εἰς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις.

    οὗτοι οἱ διαβάντες τὸν Ἰορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνα- τολῶν ἕως δυσμῶν.

    καὶ ἧλθον ἀπὸ τῶν υἱῶν Βενιαμεὶν καὶ Ἰούδα εἰς βοήθειαν τοῦ Δαυείδ.

    καὶ Δαυεὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην ἥκατε πρὸς μέ, εἴη μοι καρδία καθʼ ἑαυτὴν ἐφʼ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι ὁ θεὸς τῶν πατέρων ὑμῶν καὶ ἐλέγξαιτο.

    καὶ πνεῦμα ἐνέδυσε τὸν Ἀμασαὶ ἄρχοντα τῶν τρυἰκοντα, καὶ εἶπεν

    Πορεύου καὶ ὁ λαός σου,

    Δαυεὶδ υἱὸς Ἰεσσαί·

    εἰρήνη εἰρήνη σοι,

    καὶ εἰρήνη τοῖς βοηθοῖς σου·

    ὅτι ἐβοήθησέν σοι ὁ θεός σου.

    καὶ προσεδέξατο αὐτοὺς Δαυείδ, καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων.

    καὶ ἀπὸ Μανασσὴ προσεχώρησαν πρὸς Δαυεὶδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαοὺλ εἰς πόλεμον· καὶ οὐκ ἐβοήθησαν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων Ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαούλ.

    ἐν τῷ πορευθῆναι αὐτὸν εἰς Σωγλὰμ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασσὴ Ἐδνὰ καὶ Τωζαβὰθ καὶ Ῥωδιὴλ καὶ Μειχαὴλ καὶ Ἰωσαβαὶθ καὶ Ἐλιμοὺθ καὶ Σεμαθεί· ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ Μανασσή.

    καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυεὶδ ἐπὶ τὸν γεδδούρ, ὅτι δυνατοὶ ἰσχύος πάντες· καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατείᾳ ἐν τῇ δυνάμει,

    ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυεὶδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεοῦ.

    Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατείας, οἱ ἐλθόντες πρὸς Δαυεὶδ εἰς Χεβρὼν τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαοὺλ πρὸς αὐτὸν κατὰ τὸν λόγον Κυρίου.

    υἱοὶ Ἰούδα θυρεωφόροι καὶ δορατοφόροι ἕξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως.

    τῶν υἱῶν Συμεὼν δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν.

    τῶν υἱῶν Λευεὶ τετρακισχίλιοι ἑξακόσιοι·

    καὶ Τωαδὰς ὁ ἡγούμενος τῷ Ἀαρών, καὶ μετʼ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι·

    καὶ Σαδὼκ νέος δυνατὸς ἰσχύι, καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἴκοσι δύο.

    καὶ τῶν υἱῶν Βενιαμεὶν τῶν ἀδελφῶν Σαοὺλ τρεῖς χιλιάδες· καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει

    αρχοντα] pr τον A | πορευου Δαδ υιος Ιεσσαι| και ο λαος σου· A | ο λαος] om ο U+05D0 | om και 4° A | om σου 3° U+05D0 | προσεταξατο U+05D0* (προσεδεξατο U+05D0c.ᵃ) 19 εβοηθησεν A 20 Σωγλαμ Σωκαγ U+05D0 Σικελαγ A | Τωζαβαθ] Ιωζαβαδ A | Ρωδιηλ] Ιεδιηλ A | Μιχαηλ BᵇU+05D0A | Ιωσαβαιθ] Ιωσαβεθ U+05D0 Ιωζαβεδ A | Ελιμουθ] Ελιουδ A | Σεμαθει] Γαλαθι A 21 αυτοι] ουτοι A | συνεμαχησαν] pr ει U+05D0 | εν 1°] επι A | στρατια U+05D0A | om εν τη δυναμει A 23 στρατιας U+05D0A | επιστρεψ αι A 24 υιου U+05D0 | θυρεοφοροι BᵃᵇU+05D0A | om και δορατοφοροι A | παραταξεως] πραξεως U+05D0 26 των] και A | Λευι A | τετρακισχιλιοι ΒA (ι 1° sup ras Aa)] τετρακιχιλιαι (sic) U+05D0 | εξακοσιοι] εξακοσιαι U+05D0 pr και A 27 Τω- αδας] Τωαδαε U+05D0 Ιωαδαε A | ο ηγ.] om ο U+05D0 | τω A.] των A. A | χιλιαδες] χιλιοι U+05D0 | om και 3° U+05D0 28 ισχυει | δυο] pr και A 29 των υιων] pr εκ A

    τὴν φυλακὴν οἰκου Σαούλ.

    καὶ ἀπὸ υἱῶν Ἐφράιμ εἵκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύι, ἄνδρες ὀνομαστοὶ κατʼ οἴκους πατριῶν αὐτῶν.

    καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσὴ δέκα ὀκτὼ χιλιάδες, καὶ οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυείδ.

    καὶ ἀπὸ τῶν υἱῶν Ἰσσαχὰρ γινάσκοντες σύνεσιν εἰς τοὺς καιρούς, γινώσκοντες τί ποιήσαι Ἰσραήλ, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετʼ αὐτῶν.

    καὶ ἀπὸ Ζαβουλὼν ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς πεντήκοντα χιλιάδες, βοηθῆσαι τῷ Δαυεὶδ οὐ χεροκένως.

    καὶ ἀπὸ Nεφθαλεὶ ἄρχοντες χίλιοι, καὶ μετʼ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες.

    καὶ ἀπὸ τῶν Δανειτῶν παρατασσόμενοι εἰς πόλεμον εἴκοσι ὀκτὼ χιλιάδες καὶ ὀκτακόσιοι.

    καὶ ἀπὸ τοῦ Ἀσὴρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσεράκοντα χιλιάδες.

    καὶ ἐκ πέραν τοῦ Ἰορδάνου ἀπὸ Ῥουβὴν καὶ Γαδδεὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσὴ ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες.

    πάντες οὖτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ, καὶ ἦλθον εἰς Χεβρὼν τοῦ βασιλεῦσαι τὸν Δαυεὶδ ἐπὶ πάντα Ἰσραήλ· καὶ ὁ κατάλοιπος Ἰσραὴλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυείδ.

    καὶ ἤσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες, ὅτι ἡτοίμασαν οἱ ἀδελ. φοὶ αὐτῶν.

    καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ἰσσαχὰρ καὶ Ζαβουλὼν καὶ Nεφθαλεὶ ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχαων βρώματα, ἄλευρα, παλάθας, σταφίδας, οἶνον καὶ ἔλαιον, μόσχους καὶ πρόβατα εἰς πλῆθος, ὅτι εὐφροσύνη ἐν Ἰσραήλ.