Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    I Chronicles

    Chapter 14

    Old Testament

    Καὶ ἀπέστειλεν Χειρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυεὶδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον.

    καὶ ἔγνω Δαυεὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος ἐπὶ Ἰσραήλ, ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.

    Καὶ ἰλαβεν Δαυεὶδ ἔτι γυναῖκας ἐν Ἰερουσαλήμ·

    κλησιασεν A | om εισοδου A 6 χερουβιν U+05D0 7 Αμιναδαβ U+05D0A | ημαξαν (2⁰) A 8 om και 1⁰ U+05D0 | ενοντι U+05D0 | om εν 30 U+05D0 | εν 5⁰] pr και A 9 αλωνος] + Κειλω· A | om την χειρα αυτου U+05D0 | και 3⁰] οτι Bᵃᵇ (superscr U+05D0A) 10 εθυ. μωθη] +οργη U+05D0 | Κυριος] οργη A 11 pl retractavit usque ad X VI 21 Aᵇ 12 προς εμαυτον την κιβωτον του θυ A 13 om την κιβωτον U+05D0 | προς εαυτον] pr το U+05D0 | πολιν] pr την A | Γεθθαιου] Χετταιου A 14 μηνας] ημερας A | Αβεδδαραμ Αβεδδαραν U+05D0 τον Αβεδδαρα A X IV 1 Χιοαμ U+05D0 | om και 3ᵇ U+05D0* (superscr U+05D0c.ᵃ) | οικοδομους] + τοιχων A 2 ητοιμακεν U+05D0

    καὶ ἐτέχθησαν Δαυεὶδ ἔτι υἱρὶ καὶ θυγατέρες.

    καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων οἳ ἦσαν αὐτῷ ἐν Ἰερουσαλήμ· Σαμάα, Ἰσοβοάμ, Νάθαν, Σαλωμὼν

    καὶ Βαὰρ καὶ Ἐκτᾶε καὶ Ἐλειφάλεθ

    καὶ Νάγεθ καὶ Νάφαθ καὶ Ἰανουοὺ

    καὶ Ἐλεισαμάε καὶ Βαλεγδᾶε καὶ Ἐμφάλετ.

    Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυεὶδ βασιλεὺς ἐπὶ πάντα Ἰσραήλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυείδ· καὶ ἤκουσεν Δαυείδ, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς.

    καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων.

    καὶ ἠρώτησεν Δαυεὶδ διὰ τοῦ θεοῦ λέγων Εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου καὶ εἶπεν αὐτῷ Κύριος Ἀνάβηθι, καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου.

    καὶ ἀνέβη εἰς Φααλφαθισείμ, καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυείδ· καὶ εἶπεν Δαυείδ Διέκοψεν τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὔδατος· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ Φαρισἰν.

    καὶ ἐνκατέλιπον τοὺς θεοὺς αὐτῶν, καὶ εἶπεν Δαυεὶδ κατακαῦσαι ἐν πυρί.

    καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων.

    καὶ ἠρώτησεν Δαυεὶδ ἔτι ἐν θεῷ, καὶ εἶπεν αὐτῷ ὁ θεός Οὐ πορεύσῃ ὀπίσω οὐτων· ἀποστρέφου ἀπʼ αὐτῶν, καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων.

    καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συνσεισμοῦ αὐτῶν ἄκρων τῶν ἀπίων, τότε ἐξελεύσῃ εἰς τὸν πόλεμον, ὅτι ἐξῆλθεν ὁ θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων.

    καὶ ἐποίησεν καθὼς ἐνετείλατο αὐτῷ ὁ θεός, καὶ ἐπάταξεν τὴν παρεμ- βολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαὼν ἕως Γάζαρα.

    καὶ ἐγένετο

    ὄνομα Δαυεὶδ ἐν πάσῃ τῇ γῆ, καὶ Κύριος ἔδωκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη.