Chapter 27
Hellenistic Old Testament GreekΚαὶ οἱ υἱοὶ Ἰσραὴλ κατʼ ἀριθμὸν αὐτῶν ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ λαῷ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις, πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευομένου μῆνα ἐκ μηνός, εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ, διαίρεσις μία εἵκοσι καὶ τέσσαρες χιλιάδες.
καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου Σοβὰ ὁ τοῦ Ζαβδειήλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἵκοσι καὶ τέσσαρες χιλιάδες.
ἀπὸ τῶν υἱῶν Φάρες ἄρχων πάντων τῶν ἀρχόντων τῆ δυνάμεαος τοῦ μηνὸς τοῦ πρώτου.
καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸ τοῦ δευτέρου Δωδειὰ ὁ Ἐκχώχ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες, ἄρχοντες δυνάμεως.
ὁ τρίτος τὸν μῆνα τὸ τρίτον Βαναίας ὁ τοῦ Ἰωδᾶε ὁ ἱερεὺς ὁ ἄρχων, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
αὐτὸς Βαναίας δυνατώτερο τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ
Λαιβαζὰθ υἱὸς αὐτοῦ. ⁷ὁ τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον Ἀσαὴλ ὁ ἀδελφὸς Ἰωὰβ καὶ Ἀβδεἰας ὁ υἱὸς αὐτοῦ καὶ οἱ ἀδελφοί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἵκοσι χιλιάδες.
ὁ πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ὁ ἡγούμενος Σαλαὼθ ὁ Ἐσρᾶε, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι τέσσαρες χιλιάδες.
ὁ ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ Ὀδουίας ὁ τοῦ Ἐκκὴς ὁ εκωνείτης, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
ὁ ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ Κέσλης ὁ ἐκ Φαλλοὺς ἀπὸ τῶν υἱῶν Ἐφράιμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ είκοσι χιλιάδες.
ὁ ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ Σοβοχαὶ ὁ Ἰσαθεὶ τῷ Ζαριά, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ είκοσι χιλιάδες.
ὁ ἔνατος τῷ μηνὶ τῷ ἐνάτῳ Ἀβιέζερ ἐξ Ἀναθὰθ ἐκ γῆς ενιαμείν, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἵκοσι χιλιάδες.
ὁ δέκατος τῷ μηνὶ τῷ δεκάτῳ Μεηρὰ ὁ ἐκ Νετουφὰτ τῷ Ζαρεί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
ὁ ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναίας ὁ ἐκ Φαραθὼν τῶν υἱῶν Ἐφράιμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Κολδειὰ ὁ ἐκ Nετωφατεὶ τῷ Γοθονιήλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
Καὶ ἐπὶ τῶν φυλῶν Ἰσραήλ, τῶν Ῥουβὴν ἡγούμενος Ἐλιέζερ ὁ τοῦ Ζεχρεί· τῷ Συμεὼν Σαφατίας ὁ τοῦ Μαχά·
τῷ Λευεὶ Ἀσαβίας ὁ τοῦ Σαμουὴλ· τῷ Ἀαρὼν Σαδώκ·
τῷ Ἰούδα Ἐλιὰβ τῶν ἀδελφῶν Δαυείδ· τῷ Ἰσσαχὰρ Ἀμβρεὶ ὁ τοῦ Μεισαῆλ·
τῷ Σαβουλὼν Σαμαίας ὁ τοῦ Ἀβδειού· τῷ Νεφθαλεὶ Ἐρειμὼθ ὁ τοῦ Ἐσρειήλ·
τῷ Ἐφράιμ Ὡσὴ ὁ τοῦ Ὀζειού· τῷ ἡμίσει φυλῆς Μανασσὴ Ἰωήλ ὁ τοῦ Φαλαδαιά·
τῷ ἡμίσει φυλῆς Μανασσὴ τῶν ἐν τῆ Γαλαὸβ Ἰαδδαὶ ὁ τοῦ Σαβδειού· τοῖς υἱοῖς Βενιαμεὶν Ἀσειὴρ ὁ τοῦ Ἀβεννήρ·
τῷ Δὰν Ἀζαραὴλ ὁ τοῦ Ἰωράμ. οὗτοι πατριάρχαι τῶν φυλῶν Ἰσραήλ.
καὶ οὐκ ἔλαβεν Δαυεὶδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω, ὅτι Κύριος εἶπεν πληθῦναι τὸν Ἰσραὴλ
Σαμαωθ A | Εσραε] Ιεζραελ A 9 τω μηνι] om τω A | Οδουιας] Ειοα A ο του] υιος A | Θεκωιτης A (bis) | τεσσαρες κ. εικοσι] εικοσι κ. τεσσαρες A 10 Κεσλης] Κελλης A 11 ογδος A | om ο Ισαθει τω Ζαρια A 12 εξ pr ο A 13 Μεηρα] Μοοραι A | Ζαραι A 15 Χολδαι A | Νετωφατι A 16 των P.] τω P. A | Ζεχρι A | Μααχα A 17 Λευι A | Σαμουηλ] Καμουηλ A 18 Αμβρει) Αμαρι A | Μεισαηλ] Μιχαηλ A 19 τω Ζ. ras τ A | Αβδιου A | Nεφθαλι A | Ερειμωθ] Ιεριμουθ A | σρειηλ] Γιηλ A 20 Οζιου A | τω ημισυ A | Φαλαδαια] Φαλδιι A 21 τω ημισει] τη ημισει B | των εν τη Γ.] τω εν Γ. A | Ζαβδιου A | Ασειηρ] Ασιηλ A 22 Αζαραηλ] Εζριηλ A
ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ.
καὶ Ἰωὰβ ὁ τοῦ Σαρουιὰ ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ, καὶ οὐ συνετέλεσεν· καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ Ἰσραήλ, καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυείδ.
καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως Ἀσμὼθ ὁ τοῦ 2διήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις Ἰωναθὰν ὁ τοῦ Οζειού.
ἐπ ὶ δὲ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων Ἐσδρεὶ ὁ τοῦ Χοβούδ.
καὶ ἐπὶ τῶν χωρίων Σεμεεὶ ὁ ἐκ Ῥαήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χαορίοις τοῦ οἴνου Ζαχρεὶ ὁ τοῦ Σεφνεί.
καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλανᾶς ὁ Γεδωρείτης· ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου Ἰωάς.
καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Ἀσειδὼν Ἀσαρταὶς ὁ Σαρωνείτης, καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλώσιν Σωρὰν ὁ τοῦ Αδαι.
ἐπὶ δὲ τῶν καμήλων Ἀβίας ὁ ἐπὶ δὲ τῶν ὄοων Ἰαδίας ὁ ἐκ Μεραθών.
καὶ ἐπὶ τῶν προβάτων Ἰαζεὶζ ὁ Γαρείτης. πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυεὶδ τοῦ βασιλέως.
Καὶ Ἰωναθὰν ὁ πατράδελφος Δαυεὶδ σύμβουλος, ἄνθρωπος συνετός· καὶἸεὴλ ὁ τοῦ Ἀχαμεὶ μετὰ τῶν υἱῶν τοῦ βασιλέως.
ʼΑχειτόφελ σύμβουλος τοῦ βασιλέως, καὶ Κουσεὶ ὁ πρῶιος φίλος τοῦ βασιλέως.
καὶ μετὰ τοῦτον Ἀχειτόφελ ἐχόμενος Ἰωδᾶε ὁ τοῦ Βαναίου καὶ Ἀβιάθαρ· καὶ Ἰωὰβ ἀρχιστράτηγος τοῦ βασιλέως.