Chapter 1
Hellenistic Old Testament GreekΚΑΙ ὁ βασιλεὺς Δαυεὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο.
καὶ εἶπον οἱ παῖδες αὐτοῦ Ζητηςάτωσαν τῷ βασιλεῖ παρθένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσα καὶ κοιμηθήσεται μετ’ αὐτοῦ, καὶ θερμανθήσεται ὁ κύριός μου ὁ βασιλεύς.
καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ἰσραήλ· καὶ εὗρον τὴν Ἀβειςὰ τὴν Σωμανεῖτιν, καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα.
καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα· καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν.
καὶ Ἀδωνείας υἱὸς Ἁγγεὶθ ἐπῄρετο λέγων Ἐγὼ βασιλεύσω· καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ.
καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε λέγων Διὰ τί σὺ ἐποίησας; καί γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα, καὶ αὐτὸν ἔτεκεν ὀπίσω Ἀβεσσαλώμ.
καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ἰωὰβ τοῦ υἱοῦ Σαρουίας καὶ μετὰ Ἀβιαθὰρ τοῦ ἱερέως, καὶ ἐβοήθουν ὀπίσω Ἀδωνειού.
καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ Βαναίας υἱὸς Ἰωδᾶε καὶ ναθὰν ὁ προφήτης καὶ Σεμεεὶ καὶ Ῥησεὶ καὶ υἱοὺ δυνατοὶ τοῦ Δαυεὶδ οὐκ ἦσαν ὀπίσω Ἀδωνειού.
καὶ ἐθυςίασεν Ἀδωνειοὺ πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ Αἰθὴ τοῦ Ζωελεθεὶ ὃς ἦν ἐχόμενα τῆς Ῥωγήλ, καὶ ἐκάλεσεν τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς ἁδροὺς Ἰούδα, παῖδας τοῦ
Α | μου] ημων B abmg A 3 Αβεισα] Αβισαγ Α (ita ubique) | Σωμανιτην Α 4 νενεανις Α |τον βας. θαλπουσα Α 5 Αδωνιας Α (item 9 [pro Αδωνειου], 11, 13, 18, 24, 41, 42, 50, 51) |Αγιθ Α |παρατρεχειν εμπρ.] ειݲ|εμ sup ras B b παρατρεχοντας εμπρ. Α 6 απεκωλυεν Α |τι] ras aliq B? | om τη οψει Α 7 Αδωνιου Α (item 8, 25, 49) 8 Βαναιας] αια sup ras Α 1 |Iviadae A (item 32, 36, 38, 44) 9 εθυασεν Α |μοσχους] βοας Α | μετα Αιθη του Ζωελεθει] παρα τον λιθον του Ζωελεθ Α |Ρωγηλ] pr πηγης Α |τους δελφ. αυτου] παντας τ.|α. υτ. τους|υιους του βασιλεως· Α |τους αδρους] παντας τους ανδρας (ανδρ. sup ras A a?) A | Ιουδα παιδ sup ras A a?
βασιλέως·
καὶ τὸν Ναθὰν τὸν προφήτην καὶ Βαναίαν καὶ τοὺς δυνατοὺς καὶ τὸν Σαλωμὼν ἀδελθὸν αὐτοὺ οὐκ ἐκάλεσεν.
καὶ εἶπεν Ναθὰν πρὸς Βηρσάβεε μητέρα Σαλωμὼν λέγων Οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Ἀδωνείας υἱὸς Ἁγγείθ, καὶ ὁ κύριος ἡμῶν Δαυεὶδ οὐκ ἔγων;
καὶ νῦν δεῦρο συμβουλεύσω σοι δὴ συμβουλίαν, καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοὺ σου Σαλωμών.
δεῖ ρο σύ, κύριέ μου βασιλεῦ, ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι Ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετ’ ἐμέ, καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρό9νου μου; καὶ τί ὅτι ἐβασίλευσεν Ἀδωνείας;
καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω καὶ πληρώσω τοὺς λόγους σου.
καὶ εἰσῆλθεν Βηρσάβεε πρὸς τὸν βασιλέα εἰς τὸν ταμεῖον· καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα, καὶ Ἀβειςὰ ἡ Σωμανεῖτις ἡ λειτουργοῦσα τῷ βασιλεῖ.
καὶ ἔκυψεν βηρσάβεε καὶ προσεκύνησεν τῷ βασιλεῖ. καὶ εἶπεν ὁ βασιλεύς Τί ἔστιν σοι;
ἡ δὲ εἶπεν Κύριε, σὺ ὤμοσας ἐν τῷ θεῷ σου τῇ δούλῃ σου λέγων ὅτι Ὁ υἱός σου Δαλωμὼν βασιλεύσει μετ’ ἐμέ, καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου.
καὶ νῦν ἰδοὺ Ἀδωνείας ἐβασίλευσεν, καὶ σύ, κύριέ μου βασιλεῦ, οὐκ ἔγνως·
καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος, καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ Ἀβιαθὰρ τὸν ἱερέα καὶ Ἰωὰβ τὸν ἄρχοντα τῆς δυνάμεως, καὶ τὸν Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν.
καὶ σύ, κύριέ μου βασιλεῦ, οἱ ὀφθαλμοὶ παντὸς Ἰσραὴλ πρὸς σέ, ἀπαγγεῖλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ’ αὐτόν.
καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ Σαλωμὼν ὁ υἱός μου ἁμαρτωλοί.
καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Ναθὰν ὁ προφήτης ἦλθεν.
καὶ ἀνηγγέλη τῷ βασιλεῖ Ἰδοὺ Ναθὰν ὁ προφήτης· καὶ εἰσῆλθεν κατὰ πρόσωπον τοῦ βασιλέως, καὶ προσεκύνησεν τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν,
καὶ εἶπεν Ναθάν Κύριέ μου βασιλεπυ,
σὺ εἶπας Ἀδωνείας βασιλεώσει ὁπίαω μου, καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου;
ὅτι κατέβη σήμερον καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα τἰς πλῆθος, καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ Ἀβιαθὰρ τὸν ἱερέα. καὶ ἱδού εἰσιν εἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ, καὶ εἶπαν Ζήτω ὁ βασιλεὺς Ἀδωνειού.
καὶ ἐμὲ αὐτὸν δοῦλόν σου καὶ Σαδὼκ τὸν ἱερέα καὶ Βαναίαν υἱὸν Ἰωδᾶε καὶ Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν.
εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γεγονεν τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου βασιλέως μετ’αὐτόν;
καὶ ἀπεκρίθη Δαυεὶδ καὶ εἶπεν Καλέσατέ μοι τὴν Βηρσάβεε. καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως, καὶ ἔστη ἐνώπιον αὐτοῦ.
καὶ ὥμοσεν ὁ βασιλεύς καὶ εἶπεν Ζῇ Κύπιος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως,
ὅτι καθώς ὥμοσά σοι ἐν Κυρίῳ τῷ θεῷ Ἰσραὴλ λέγων ὅτι Σαλωμὼν ὁ υἱός σου βασιλεύσει μετ’ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντ’ἐμοῦ,ὅτι οὕτως ποιήσω τῇ ἡμέρᾳ ταύτῃ.
καὶ ἔκυψεν βηρσάβεε ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν τῷ βασιλεῖ καὶ εἶπεν Ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυεὶδ εἰς τὸν αἰῶνα.
καὶ εἶπεν ὁ βασιλεὺς Δαυείδ Καλέσατέ μοι Σαδὼκ τὸν ἱερέα καὶ Ναθὰν τὸν προφήτην καὶ Βαναίαν υἱὸν Ἰωδᾶε. καὶ εἰσὴλθον ἐνώπιον τοῦ βασιλέως.
καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς Δάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθ’ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὴν Γειών,
καὶ χρίσατε αὐτὸν ἐκεῖ, Σαδὼκ ὁ ἱερεὺς καὶ Ναθὰν ὁ προφήτης, εἰς βασιλέα ἐπὶ Ἰσρήλ, καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε Ζήτω ὁ βασιλεὺς Σαμωμών.
καὶ καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου καὶ βασιλεύσει ἀντ’ἐμοῦ, καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ Ἰσραὴλ καὶ Ἰουδά.
καὶ ἀπεκρίθη Βαναίας υἱὸς Ἰωδᾶε τῷ βασιλεῖ καὶ εἶπεν Γένοιτο. οὕτως πιστώσαι ὁ θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως.
καθὼς Κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, οὔτως εἴη μετὰ σαλωμών, καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυείδ
καὶ κατέβη Σαδὼκ
ὁ ἱερεὺς καὶ Ναθὰν ὁ προφήτης καὶ Βαναίας υἱὸς Ἰωδᾶε καὶ ὁ Χερεθθεὶ καὶ ὁ φελεθθεί, καὶ ἐπεκάθισαν τὸν Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυεὶδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὴν Γειών.
καὶ ἒλαβεν Σαθὼκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἒχρισεν τὸν Σαλωμών. καὶ ἐσάλπισεν τῇ κεπατίνῃ· καὶ ἶπεν πᾶς ὁ λαός Ζήτω ὁ βασιλεὺς Σαλωμών.
καὶ ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω αὐτοῦ, καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐφραινόμενοι εὐφροςύνην μεγάλην· καὶ ἐρράγη ἡ γῆ ἐν τῇ φωνῇ αὐτῶν.
καὶ ἢκουσεν Ἀδωνείας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ, καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν· καὶ ἢκουσεν Ἰωὰβ τὴν φωνὴν τῆς κερατίνης καὶ εἶπεν Τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης;
ἒτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ Ἰωναθὰν υἱὸς Ἀβιαθὰρ τοῦ ἱερέως εἰσῆλθεν, καὶ εἶπεν Ἀδωνείας Εἲσελθε, ὃτι ἀνὴρ δυνάμεως εἶ σύ, καὶ ἀγαθὰ εὐαγγέλισαι.
καὶ ἀπεδρίθη Ἰωναθὰν καὶ εἶπεν Καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυεὶδ ἐβαςίλευσεν τὸν Σαλωμών·
καὶ ἀπέστειλεν ὁ βασιλεὺς μετ᾿ αὐτοῦ τὸν Σαδὼκ τὸν ἱερέα καὶ Ναθὰν τὸν προφήτην ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως·
καὶ ἒχρισαν αὐτὸν Σαδὼκ ὁ ἱερεὺς καὶ Ναθὰν ὁ προφήτης ἐν τῇ Γειών, καὶ ἀνέβησαν ἐκεὶθεν εὐφραινόμενοι, καὶ ἢχησεν ἡ πόλις· αὒτη ἡ Φωνὴ ἢν ἠκούσατε.
καὶ ἐκάθισεν Σαλωμὼν ἐπὶ θρόνον βασιλείας,
καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυεὶδ λέγοντες Ἀγαθόναι ὁ θεὸς τὸ ὂνομα Σαλωμὼν ὑπὲρ τὸ ὃνομά σου, καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου· καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην,
καὶ γε οὓτως εἶπεν ὁ βασιλεύς Εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραήλ, ὃς ἒδωκεν σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσιν.
καὶ ὁδὸν αὐτοῦ.
καὶ Ἀδωνείας ἐφοβήθη ἀπὸ προςώπου Σαλωμών, καὶ ἀνέστη καὶ ἀπῆλθεν καὶ ἐπελάβετο τῶν κεράτων τοῦ θυσιαστηρίου.
καὶ ἀνηγγέλη τῷ Σαλωμὼν λέγοντες Ἰδοὺ Ἀδωνείας ἐφοβήθη τὸν βασιλέα Σαλωμών, καὶ κατέχει τῶν
κεράτων τοῦ θυσιαστηρίου λέγων Ὀμοσάτω μοι σήμερον ὁ βασιλεὺς Σαλωμὼν εἰ οὐ θανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ῥομφαίᾳ.
καὶ εἶπεν Σαλωμὼν Ἐὰν γένηται εἰς υἱὸν δυνάμεως, εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐὰν κακία εὑρεθῇ ἐν αὐτῷ, θανατωθήσεται.
καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ κατήνεγκεν αὐτὸν ἀπάνωθεν τοῦ θυσιαστηρίου· καὶ εἰσῆλθεν καὶ προσεκύνησεν τῷ βασιλεῖ Σαλωμὼν, καὶ εἶπεν αὐτῷ Σαλωμὼν Δεῦρο εἰς τὸν οἶκόν σου.