Chapter 4
Hellenistic Old Testament GreekΚαὶ ἦν ὁ βασιλεὺς Σαλωμῶν βασιλεύων ἐπὶ Ἰσραήλ.
καὶ οὖτοι ἄρχοντες οἵ ἦσαν αὐτοῦ· Ἀζαρεὶ υἱὸς Σαδώκ,
καὶ Ἐλιὰφ καὶ Ἀχειὰ
υἱὸς Σαβὰ γραμματεῖς, καὶ Ἰωσαφὰθ υἱὸς Ἀχειλιαδ ὑπομιμνήσκων,
καὶ Σαδοὺχ καὶ Ἀβιαθὰρ ἱερεῖς,
καὶ Ὀρνειὰ υἱὸς Ναθὰν ἐπὶ τῶν καθεσταμένων, καὶ Ζαβοὺθ υἱὸς ναθὰν ἑταῖρος τοῦ βασιλέως,
καὶ Ἀχεὶ ἦν οἰκονόμος, καὶ ἐλιὰκ ὁ οἰκονόμος, καὶ Ἐλιὰβ υἱὸς Σὰφ ἐπὶ τῆς πατριᾶς, καὶ Ἀδωνειρὰμ υἱὸς Ἐφρὰ ἐπὶ τῶν φόρων.
καὶ τῷ Σαλωμὲν δώδεκα καθεσταμένοι ἐπὶ πάντα Ἰσραήλ, χορηγεῖν τῷ βασιλεῖ καὶ τᾦ οἴκῳ αὐτοῦ· μῆνα ἐν τῷ ἐνιαυτῷ ἐγίνετο ἐπὶ τὸν ἕνα χορηγεῖν.
καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Βαιὼρ ἐν ὄρει Ἐφράιμ, εἷς·
υἱὸς Ῥῆχας ἐν Μαχεμὰς καὶ Βηθαλαμεὶ καὶ βαιθςάμυς καὶ Ἐλ]μ ἕως Βαιθλαμάν, εἷς·
υἱὸς Ἕσωθ, Βηρνεμαλουσαμηνχὰ καὶ ‘Ρησφαραχεὶν
ἀνὰ Δὰν καὶ ἀνὰ Φαθεί, ἀνὴρ Ταβληθεί, θυγάτηρ Σαλωμὼν ἦν αὐτῷ εἰς γυναῖκα, εἷς·
Βακχὰ υἱὸς Ἀχειμάχ, πολαμὰχ καὶ Μεκεδώ, καὶ πᾶς ὁ οἶκος Δὰν ὁ παρὰ Σεσαθὰν ὑποκάτω τοῦ Ἐσρᾶε, καὶ ἐκ Βαισαφοὺτ Ἐβελμαωλὰ ἕως Μαέβερ Λουκάμ, εἷς·
υἱὸς Γάβερ Ἐρεμὰθ Γαλαάθ, τούτῳ σχοίνισμα Ἐρεταβὰμ ἐν τῇ Βασάν, ἑξήκοντα πόλεις μεγάλαι τειχήρεις καὶ μοχλοὶ χαλκοῖ, εἷς·
Ἀχειναὰβ υἱὸς Ἀχέλ, Μααναιεῖον·
Ἀχειμάας ἐν Νεφθαλεί, καὶ οὗτος ἔλαβεν τὴν Βασεμμὰθ θυγατέρα Σαλωμών, εἷς·
Βαανὰ νἱὸς Χουσεὶ ἐν τῇ Μααλά, εἷς·
υἱὸς Ἠλὰ ἐν τῷ Βενιαμείν·
υἱὸς Ἀδαὶ ἐν τῇ γῇ Γὰδ τῇ Σηὼν βασιλέως τοῦ Ἑσεβὼν καὶ Ὢγ βασιλέως τοῦ Βασάμν· καὶ νασὲφ εἷς ἐν γῇ
Ἰούδα·
Ἰωσαφὰτ υἱὸς φουασοὺδ ἐν Ἰσσαχάρ.
καὶ ἐχορήγουν οἱ καθεσταμένοι οἵτως τῷ βασιλεῖ Σαλωμών, καὶ πάντα διαγγέλματα ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως, ἔκαστος μῆνα αὐτοῦ· οὐ παραλλάσσουσιν λόγον·
καὶ τὰς κριθὰς καὶ τὸ ἄχυρον τοῖς ἵπποις καὶ τοῖς ἅρμασιν ᾖρον εἰς τὸν τόπον οὖ ἄν ᾖ ὁ βασιλεύς, ἔκαστος κατὰ τὴν σύνταξιν αὐτοῦ.
καὶ τα[πυτα τὰ δέοντα τῷ Σαλωμὼν ἐν ἐν ἠμέρᾳ μιᾷ· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου,
καὶ δέκα μόσχοι έκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκόδων δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν, σιτευτά.
ὅτι ἦν ἄρχων πέραν τοῦ ποταμοῦ, καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν κυκλόξεν.
καὶ ἔδωκεν Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἠ παρὰ τὴν θάλασσαν.
καὶ ἐπληθύνθη Σαλωμὼν σφόδρα ὑπέρ τὴν φρόησιν πάντων ἀρχαίων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου.
καὶ ἐσοφίσατο ὑπὲρ πάντας τοῦς ἀνθρώπους, καὶ ἐεσοξίσατο ὑπὲρ Γαιξὰν τὸν Ζαρείτην καὶ τὸν Αἰνὰν καὶ τὸν Χαλκὰδ καὶ Δαραλά, υἱὸς Μάλ.
καὶ ἐλάλησεν Σαλωμὼν τρισχιλίας παραβολάς, καὶ ἦσαν ῲδαὶ αὐτοῦ πεντακισχίλιαι.
καὶ ἐλάλησεν ὑπὲρ τῶν ξύλων ἀπὸ τὴς κ΄δρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἔως τῆς ὑσσώπου τῆς ἐκπορευομένηνης διὰ τοῦ τοίχου, καὶ ἐλάλησεν περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἐρπετῶν καὶ περὶ τῶν ἰχθύων.
καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμών, καὶ παρὰ πάντων τῶν βασιλέων τῆς γῆς ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ.
Καὶ ἔλαβεν Σαλωμὼν τὴν θυγατέρα φαραὼ ἑαυτῷ εἰς γυναῖκα, καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυεὶδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τειχος Ἰερουσαλήμ.
ὅτε ἀνεβη φαραὼ βασιλεὺς Αἰγύπτου, καὶ προκατελάβετο τὴν Γάζερ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανείτην τὸν κατοικοῦντα ἐν Μεργάβ· καὶ ἔδωκεν αὐτὰς φαραὼ ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμών·
καὶ Σαλωμὼν ᾠκοδόμησεν τὴν Γάζερ. V