Chapter 18
Hellenistic Old Testament GreekΚαὶ ἐγένετο μεθ’ ἡμέρας πολλὰς καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς ἠλειοὺ ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ λέγων Πορεύθητι καὶ ὄφθητι τῷ Ἀχαάβ, καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς.
καὶ ἐπορεύθη Ἠλειοὺ τοῦ ὀφθῆναι τῷ Ἀχααβ, και ἡ λιμὸς καραταιὰ ἐν Σαμαρείᾳ.
καὶ ἐκάλεσεν Άχαὰβ τὸν Άβδειοὺ τὸν οἰκονόμον· καὶ Ἀβδειου ἦν Φοβούμενος τὸν κύριον σφόδρα.
καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ἰεζάβελ τοὺς προφήτας κυρίου καὶ ἒλαβεν Ἀβδειοὺ ἑδατὸν ἂνδρας Προφήτας καὶ ἒκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ, καὶ Διέτρεθεν αὐτοῦς ἐν ἒρτῳ καὶ ὓδατι.
καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἀβδειού Δεῦρο καὶ διέλθωμεν ἐπὶ τὴν γῆν ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάρρους, ἐάν πως εὓρωμεν βοτάνην καὶ ππεριποιηςώμεθα ἲππους καὶ ἡμιόνους, καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν σκηνῶν.
καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν· Ἀχαὰβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ, καὶ Ἀβδειοὺ ἐπορεύθη ἐν ὁδῷ ἂλλῃ μόνος.
Καὶ ἦν Ἀβδειοὺ ἐν τῇ ὁδῷ μόνος, καὶ ἦλθεν Ἠλειοὺ εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ Ἀβδειοὺ ἒσπεσεν καὶ ἒπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν Εἰ σὺ εἶ αὐτός, κύριέ μου Ἠλειού;
καὶ εἶπεν Ἠλειοὺ αὐτῷ Ἐγώ· πορεύου, λέγε τῷ κυρίῳ σου Ἰδοὺ Ἠλειού.
καὶ εῖπεν Ἀβδειού με;
ζῇ Κύριος ὁ θεός σου, εἰ ἒστιν ἒθνος ἢ βασιλεία οὗ οὐκ ἀπέστειλεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς, ὃτι οὐχ εὓρηκέν σε.
καὶ νῦν σὺ λέγεις Πορεύου, ἀνάγγελλε τῷ κυρίῳ σου.
καὶ ἒσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ, καὶ πνεῦμα Κυρίου ἀρεῖ σε εἰς τὴν γῆν ἣν οὐκ οἶδα· καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Ἀχαάβ, καὶ ἀποκτενεῖ με· καὶ ὁ δοῦλός σού ἐστιν φοβούμενος τὸν κύιον ἐκ νεότητος αὐτοῦ.
καὶ οὐκ ἀπηγγέλη σοι τῷ δυρίῳ μου οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν Ἰεζάβελ τοῦς προφήτας Κυρίιου, καὶ ἒκρυψα ἀπὸ τῶν προφητῶν ἂρτοις καὶ ὓδατι;
καὶ νῦν σὺ λέγεις μοι Πορεύου, λέγε τῷ κυρίῳ σου Ἰδοὺ Ἠλειού· καὶ ἀποκτενεῖ με.
καὶ εἶπεν Ἠλειού Ζῇ Κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὃτι σήμερον ὀφθήσομαι αὐτῷ.
καὶ ἐποφεύθη Ἀβδειοὺ εἰς συναντὴν τῷ Ἀχαὰβ καὶ
ἀπήγγειλεν αὐτῷ· καὶ ἐξέδραμεν ἀχαὰβ καὶ ἐπορεύθη εἰς συνάντησιν Ἠλειού.
Καὶ ἐγένετο ὡς εἶδεν Ἀχαὰβ τὸν Ἠλειού, καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἠλειού Εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν Ἰσραήλ;
καὶ εἶπεν ἠλειού Οὐ διαστρέφω τὸν ἰσραήλ, ὅτι ἀλλ’ ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν κύμιον θεὸν ὑμῶν, καὶ ἐπορεύθης ὀπίσω τῶν Βααλείμ.
καὶ νῦν ἀπόστειλον, συνάθροισον πρὸς μὲ πάντα Ἰσραὴλ εἰς ὄρος τὸ Καρμήλιον, καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοςίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τῶν ἀλςῶν τετρακοςίους, ἐσθίοντας τράπεζαν Ἰεζάβελ.
καὶ ἀπέστειλεν Ἀχαὰβ εἰς πάντα Ἰσραήλ, καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον.
καὶ προςήγαγεν Ἠλειοὺ πρὸς πάντας· καὶ εἶπεν αὐτοῖς Ἠλειού Ἕως πότε ὑμεῖς χαλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστιν Κύριος ὁ θεός, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ Βάαλ, πορεύεσθε ὀπίσω αὐτοῦ. καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον,
καὶ εἶπεν Ἠλειοὺ πρὸς τὸν λαόν Ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ κυρίου μονώτατος, καὶ οἱ προφῆται τοῦ Βάαλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι·
δότωσαν ἡμῖν δύο βόας, καὶ ἐκλεξάσθωσν ἑαυτοῖς τὸν ἕνα, καὶ μελιςάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιθέτωσαν· καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον, καὶ πῦρ οὐ μὴ ἐπιθῶ.
καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν, καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι Κυρίου τοῦ θεοῦ μοῦ· καὶ ἔσται ὁ θεὸς ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί, οὗτος θεός. καὶ ἀπεκρίθησαν πᾶς ὁ λαὸς καὶ εἶπον Καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας.
καὶ εἶπεν Ἠλειοὺ τοῖς προφήταις τῆς αἰσχύνης Ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρῶτοι, ὅτι πολλοὶ ὑμεῖς, καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν, καὶ πῦρ μὴ ἐπιθῆτε.
καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν, καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βάαλ ἐκ πρωίθεν ἕως μεσημβρίας καὶ εἶπον Ἐπάκουσον ἡμῶν, ὁ βάαλ, ἐπάκουσον ἡμῶν· καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου οὗ ἐποίησαν.
καὶ ἐγένετο
μεσημβρία καὶ ἐμθκτήρισεν αὐτοὺς Ἠλειοὺ ὁ θεσβείτης καὶ εἶπεν Ἐπικαλείσθε ἐν φωνῇ μεηάλῃ, ὅτι θεός ἐστιν, ὅτι ἀδολεσχία αὐτῷ ἐστιν, καὶ ἅμα μή ποτε χρηματίζει ἀυτός, ἢ μή ποτε καθεύδει αὐτός, καὶ ἐξαναστήσεται.
καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ, καὶ κατε- τέμνοντο ἐν μαχαίρᾳ καὶ σειρομόσταις ἔως ἐκχύσεως αἴματος ἐπ’ αὐτούς,
καὶ ἐπροφήτευσαν ἔως οὖ παρῆλθεν τὸ δειλινόν. καὶ ἐγένετο ὡς ὁ καρὸς τοῦ ἀναβῆναι τὴν θυςίαν, καὶ ἐλάλησεν’Ηλειοὺ πρὸς τοὺς προφήτας τῶν προσοχθιςμάτων λέγων Μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου· καὶ μετέστησαν καὶ ἀπῆλθον.
καὶ εἶπεν Ἠλειοὺ πρὸς τὸν λαόν Προσαγάγετε πρὸς μέ· καὶ προςή- γαγεν πᾶν ὁ λαὸς πρὸς αὐτόν.
καὶ ἔλαβεν Ἠλειοὺ δώδεκα λίθους κατ’ ἀριθμὸν φυλῶν Ἰσραήλ, ὡς ἐλάλησεν Κύριος πρὸς αὐτὸν λέγων Ἰσραὴλ ἔσται τὸ ὄνομά σου.
καὶ ᾠκοδόμησεν τοὺς λίθους ἐν ὀνόματι Κυρίου, καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον, καὶ ἐποίησεν θάλασσαν χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου.
καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν, καὶ ἐμέλισεν τὸ ὁλοκαςύτωμα καὶ ἐπέθηκεν τὰς σχίδακας, καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον.
καὶ εἶπεν Λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος, καὶ εἶπεν Δευτερώσατε· καὶ ἐδευτέρωσαν. καὶ εἶπεν Τρισσώσατε· καὶ ἐτρίσσευσαν.
καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θάλασσαν ἔπλησαν ὕδατος.
καὶ ἐνεβόησεν Ἠλειοὺ εἰς τὸν οὐρανὸν καὶ εἶπεν Κύριε ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, ἐπάκουσόν μου, Κύριε, ἐπάκουςόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος ὅτι σὺ Κύριος ὁ θεὸς Ἰσραήλ, κἀγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα.
ἐπάκουσόν μου, Κύριε, ἐπάκουςόν μου, καὶ γνώτω ὁ λαὸς οὗτος ὅτι σὺ Κύριος ὁ θεός, καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω.
καὶ ἔπεσεν πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν τὰ ὁλοκαυτώματα
καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θαλάσσῃ, καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλιξεν τὸ πῦρ.
καὶ ἔπεσεν πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον Ἀληθῶς Κύριος ὁ θεός· αὐτὸς ὁ θεός·
καὶ εἶπεν Ἠλειοὺ πρὸς τὸν λαόν Συλλάβετε τοὺς προφήτας τοξῦ Βάαλ, μηθεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνέλαβον αὐτούς, καὶ κατάγει αὐτοὺς Ἠλειοὺ εἰς τὸν χιμάρρουν Κεισὼν καὶ ἔσθαξεν αὐτοὺς ἐκεῖ.
Καὶ εἶπεν Ἠλειοὺ τῷ Ἀχαάβ Ἀνάβηθι καὶ φάγε καὶ πίε, ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ.
καὶ ἀνέβη Ἀχαὰβ τοῦ φαγεῖν καὶ πιεῖν· καὶ Ἠλειοὺ ἀνέβη ἐπὶ τὸν Κάρμηλον, καὶ ἔκυψεν ἐπὶ τὴν γῆν καὶ ἔθηκεν τὸ πρόςωπον ἑαυτοῦ ἀν]μέσον τῶν γονάτων ἐαυτοῦ,
καὶ εἶπεν τῷ παιδάρίῳ αὐτοῦ Ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης. καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἶπεν Οὐκ ἔστιν οὐθέν· καὶ εἶπεν Ἠλειού Καὶ σὺ ἐπίλτρεψον ἑπτάκι, καὶ ἀπόστρεψον ἑπτάκι.
καὶ ἀπέστρεψεν τὸ παιδάριον ἑπτάκι· καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ, καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ανάγουσα ὕδωρ. καὶ εἶπεν Ἀνάβηθι καὶ εἰπὸν Ἀχαάβ Ζεῦξον τὸν ἅρμασου καὶ κατάβηθι, μὴ καταλάβῃ σε ὁ ὑετός.
καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε, καὶ ὁ οὐρανὸςσυνεσκότασεν νεφέλαις καὶ πνεύματι, καὶ ἐγένετο ὁ ὑετὸς μέγας· καὶ ἔκλαεν καὶ ἐπορεύετο καὶ πνεύματι, καὶ ἐγένετο ὁ ὑετος μέγας· καὶ ἔκλαεν καὶ ἐπορεύετο Ἀχαὰβ εἰς Ἰσραήλ.
καὶ χεὶρ Κυρίου ἐπὶ τὸν Ἠλειού· καὶ συνέσφιγξεν τὴν ὀσθὺν αὐτοῦ, καὶ ἔτρεχεν ἔμπροσθεν Ἀχαὰβ εἰς Ἰσράλ.