Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    I Kings

    Chapter 21

    Old Testament

    Καὶ συνήθροισεν υἱὸς Ἁδὲρ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη

    καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν, καὶ τριάκοντα καὶ δύο βασιλεῖς μετ’αὐτοῦ, καὶ πᾶς ἵππος καὶ ἅρμα. καὶ ἀνέβησαν καὶ περιεκάθιεαν ἐπὶ Σαμάρειαν, καὶ ἐπολέμησαν ἐπ’αὐτήν.

    καὶ ἀπέστελιλεν πρὸς Ἀχαὰβ βασιλέα Ἰσραὴλ εἰς τὴν πόλιν καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει υἱὸς Ἀδέρ

    Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν, καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν.

    καὶ ἀπεκρίθη βασιλεὺς Ἰσραὴλ καὶ εἶπεν Καθὼς ἐλάλησας, κύριε βασιλεῦ, σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά.

    καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἶπον Τάδε λέγει υἱὸς Ἁδέρ Ἐγὼ ἀπέστρεψα λέγων Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκάς σου δώσεις ἐμοί.

    ὅτι ταύτην τὴν ὤραν αὔριον ἀποστελῶ τοὺς παὶδάς μου πρὸς σέ, καὶ ἐρευνήσουσιν τὸν οἶκόν σουκαὶ τοὺς οἴκους τῶν παίδων σου. καὶ ἔσται τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν ἐφ’ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν, καὶ λήμψονται.

    καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰσραὴλ πάντας τοὺς πρεσβυτέρους καὶ εἶπεν Γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὖτος ζητεῖ, ὅτι ἀπέσταλκεν πρὸς μὲ περὶ τῶν γυναικῶν μου καὶπερὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου. τὸ ἀργύριον μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ’αὐτοῦ.

    καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός Μὴ ἀκούςῃς καὶ μὴ θελήςῃς.

    καὶ εἶπεν τοῖς ἀγγέλοις υἰοῦ Ἁδέρ Δέγετε τῷ κυρίῳ ὑμῶν Πάντα ὅσα απέσταλκας πρὸςτὸν δοῦλόν σου ἐν πρώτοις ποιήσω, τὸ δὲ ῥῆμα τοῦτο οὑ δυνήσομαιποιῆσαι. καὶ ἀπὴραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον.

    καὶ ἀπέστειλεν πρὸς αὐτὸν υἱὸς Ἁδὲρ λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξιν παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου.

    καὶ ἀπεκρίθη βασιλεὺς Ἰσραὴλ καὶ εἶπεν Ἱκανούσθω. μὴ καυχάσω ὁ κυρτὸς ὡς ὁ ὁρθός.

    καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτῷ τὸν λόγον τοῦτον, πίνων ἦν αὐτὸς καὶ πάντες βασιλεῖς μετ’αὐτοῦ ἐν σκηναῖς. καὶ εἶπεν τοῖς παιςὶν αὐτοῦ Οἰκοδομήσατε χάρακα. καὶ

    ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν.

    καὶ ἰδοὺ προφήτης εἷς προςῆλθεν τῷ βασιλεῖ Ἰσραὴλ καὶ εἶπεν Τάδε λέγει Κύριος Εἰ ἑόρακας τὸν ὄχλον τὸν μέγαν τοῦτον; ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖρας σάς, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος.

    καὶ εἶπεν Ἀχαάβ Ἐν τίνι; καὶ εἶπεν Τάδε λέγει Κύριος Ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χορῶν. καὶ εἶπεν Ἀχαάβ Τίς συνάψει τὸν πόλεμον; καὶ εἶπεν Σύ.

    καὶ ἐπεσκέψατο Ἀχαὰβ τοὺς ἄρχοντας, τὰ παιδάρια τῶν χορῶν, καὶ ἐγένετο διακόσια καἲ τριάκοντα· καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν, πᾶν νἱὸν δυνάμεως, ἑξήκοντα.

    καὶ ἐξῆλθεν μεσημβρίας· καὶ υἱὸς Ἁδὲρ πίνων μεθύων ἐν Σοκχὼθ αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο, βασιλεῖς συνβοηθοὶ μετ’ αὐτοῦ.

    καὶ ἐξῆλθον ἄρχοντες παιδάια τῶν χορῶν ἐν πρώτοις· καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τῷ βασιλεῖ Συρίας λέγοντες Ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας.

    εἰπεῖν αὐτοῖς, εἰς εἰρήνην, οὐ γὰρ ἐκπορεύονται, συλλαβεῖν αὐτοὺς ζῶντας· καὶ εἰς πόλεμον, ζῶντας συλλαβεῖν αὐτούς·

    καὶ μὴ ἐξελθάτωσαν ἐκ τῆς πόλεως ἄρχοντα τὰ παιδάρια, ἄρχοντα τῶν χορῶν, καὶ ἡ δύναμις ὀπίσω αὐτῶν.

    ἐπάταξεν ἕκαστος τὸν παρ’ αὐτοῦ, καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ’ αὐτοῦ, καὶ ἔφυγεν Συρία· καὶ κατεδίωξεν αὐτοὺς Ἰσραήλ, καὶ σώζεται υἱὸς Ἁδὲρ βασιλέως Συρίας ἐφ’ ἵππου ἱππέως.

    καὶ ἐξῆλθεν βασιλεὺς Ἰσραὴλ καὶ ἔλαβεν πα΄ντας τοὺς ἵππους καὶ τὰ ἅρματα, καὶ ἐπάταξεν πληγὴν μεγάλην ἐν Συρίᾳ.

    καὶ προσῆλθεν ὁ προφήτης πρὸς βασιλέα Ἰσραὴλ καὶ εἶπεν Κραταιοῦ καὶ γνῶθι καὶ ἴδε τί ποιήσεις, ὄτι ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ οἱὸς Ἁδὲρ βασιλεὺς Συρίας ἀναβαίνει ἐπὶ σέ.

    Καὶ οἱ παῖδες βασιλέως Συμιας καὶ εἶπον Θεὸς ὀρέων θεὸς Ἰσραὴλ καὶ οὐ θεὸς κοιλάδος, διὰ τοῦτο ἐκραταίωσεν

    ὑπὲρ ἡμᾶς· ἐὰν δὲπολεμήσωμεν αὐτοὺς κατ᾽ εὐθύ, εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς.

    καὶ τὸ ῥῆμα τοῦτο ποίησον· ἀπόστησον τοὺς βασιλεῖς ἕκαστονεἰς τὸν τόπον αὐτῶν καὶ θοῦ ἀντ᾽ αὐτῶν σατράπας,

    καὶ ἀλλάξομέν σοι δύναμιν κατὰ τὴν δύναμιν τὴν πεσοῦσαν καὶ ἵππον κατὰ τὴν ἵππον καὶ ἅρματα κατὰ τὰ ἅρματα καὶ πολεμήσομεν πρὸς αὐτοὺς κατ᾽ εὐθὺ καὶ κραταιώσομεν ὑπὲρ αὐτούς. καὶ ἤκουσεν τῆς φωνῆς αὐτῶν καὶ ἐποίησεν οὕτως.

    καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ καὶ ἐπεσκέψατο υἱὸς Αδερ τὴν Συρίαν καὶ ἀνέβη εἰς Ἀφεκα εἰς πόλεμον ἐπὶ Ἰσραηλ.

    καὶ οἱ υἱοὶ Ἰσραηλ ἐπεσκέπησαν καὶ παρεγένοντο εἰς ἀπαντὴν αὐτῶν, καὶ παρενέβαλεν Ισραηλ ἐξ ἐναντίας αὐτῶν ὡσεὶ δύο ποίμνια αἰγῶν, καὶ Συρία ἔπλησεν τὴν γῆν.

    καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν τῷ βασιλεῖ Ἰσραηλ Τάδε λέγει κύριος Ἀνθ᾽ ὧν εἶπεν Συρία Θεὸς ὀρέων κύριος ὁ θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων αὐτός, καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος.

    καὶ παρεμβάλουσιν οὗτοι ἀπέναντι τούτων ἑπτὰ ἡμέρας, καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ προσήγαγεν ὁ πόλεμος, καὶ ἐπάταξεν Ἰσραηλ τὴν Συρίαν ἑκατὸν χιλιάδας πεζῶνμιᾷ ἡμέρᾳ.

    καὶ ἔφυγον οἱ κατάλοιποι εἰς Αφεκα εἰς τὴν πόλιν,καὶ ἔπεσεν τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν τῶν καταλοίπων. καὶ υἱὸς Αδερ ἔφυγεν καὶ εἰσῆλθεν εἰς τὸν οἶκοντοῦ κοιτῶνος εἰς τὸ ταμίειον.

    καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ Οἶδαὅτι βασιλεῖς Ισραηλ βασιλεῖς ἐλέους εἰσίν· ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ισραηλ, εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν.

    καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ Ισραηλ Δοῦλός σου υἱὸς Αδερ λέγει Ζησάτω δὴ ἡ ψυχή μου. καὶ εἶπεν Εἰἔτι ζῇ; ἀδελφός μού ἐστιν.

    καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπονἈδελφός σου υἱὸς Αδερ. καὶ

    εἶπεν Εἰσέλθατε καὶ λάβετε αὐτόν· καὶ ἐξῆλθεν πρὸς αὐτὸν υἱὸς Ἁδέρ, καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα.

    καὶ εἶπεν πρὸς αὐτόν Τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου ἀποδώσω σοι, καὶ ἐξόδους θήσεις σαυτῷ ἐν Δαμασκῷ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ· καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε. καὶ διέθετο αὐτῷ διαθήκην, καὶ ἐξαπέστειλεν αὐτόν.

    Καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπεν πρὸς τὸν πληςίον αὐτοῦ ἐν λόγῳ Κυρίου Πάταξον δή με· καὶ οὐκ ἠθέλησεν πατάξαι ὁ ἄνθρωπος αὐτόν.

    καὶ εἶπεν πρὸς αὐτόν Ἀνθ’ ὧν οὐκ ἤκουσας τῆς φωνῆς Κυρίου, καὶ ἰδοὺ σὺ ἀποτρέχεις ἀπ’ ἐμοῦ, καὶ πατάξει σε λέων· καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν.

    καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἶπεν Πάταξόν με δή· καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος, πατάξας καὶ συνέτριψεν.

    καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ Ἰσραὴλ ἐπὶ τῆς ὁδοῦ, καὶ κατεδήσατο τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ.

    καὶ ἐγένετο ὡς παρεπορεύετο ὁ βασιλέυς, καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν Ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατείαν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ ἐξήγαγεν πρὸς με ἄνδρα καὶ εἶπεν πρὸς μέ Φύλαξον τοῦτον τὸν ἄνδρα· ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, ἢ τάλαντον ἀργυρίου στήσεις.

    καὶ ἐγενήθη, περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ οὗτος οὐκ ἦν, καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ἰσραήλ Ἰδοὺ καὶ τὰ ἔνεδρα παρ ἐμοὶ ἐφόνευσας.

    καὶ ἔσπευσεν καὶ ἀφεῖλεν τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ἰσραὴλ ὅτι ἐκ τῶν προφητῶν οὗτος.

    καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει Κύριος Διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἄντὸ τοῦ λαοῦ αὐτοῦ.

    καὶ ἀπῆλθεν ὁ βασιλεὺς Ἰσραὴλ συνκεχυμένος καὶ ἐκλελυμένος, καὶ ἔρχεται εἰς Σαμάρειαν.