Chapter 10
Hellenistic Old Testament GreekXἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐφίλησεν αὐτὸν καὶ εἶπεν αὐτῶ κέχρικέν σε κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ἐπὶ Ἰσραήλ; καὶ σὺ ἄρξεις ἐν λῆ κυρίου, καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ κυκλόθεν.
καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἔχρισέν σε κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα· ὡς ἂν ἀπέλθῃς σήμερον ἀπ’ ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ῥαχὴλ ἐν τῷ ὄρει Βενιαμεὶν ἀλλομένους μεγάλα, καὶ ἐροῦσίν σοι Εὕρηνται αἱ ὄνοι ἃς
ζητεῖν· καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων, καὶ ἐδαψιλεύσατο δι’ ὑμᾶς λέγων Τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου;
καὶ ἀπελεύσει ἐκεῖθεν καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβώρ, καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν θεὸν εἰς Βαιθήλ, ἕνα αἴροντα τρία αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου·
καὶ ἐρωτήσουσίν σε τὰ εἰς εἰρήνην καὶ δῶ σοι δύο ἀπαρχὰς ἄρτων, καὶ λήμψῃ ἐκ τῆς χειρὸς αὐτῶν.
κ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ θεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνά τῶν ἀλλοφύλων, ἐκεῖ Νασεὶβ ὁ ἀλλόφυλος· καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς βᾶμά, καὶ ἔμπροσθεν αὐτῶν νάβαλ καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα, καὶ αὐτοὶ προφητεύοντες·
καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα Κυρίου καὶ προφητεύσεις μετ’ αὐτῶν, καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον.
καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σέ, ποίει πάντα ὅσα εὕρῃ ἡ χείρ σου, ὅτι θεὸς μετὰ σοῦ.
καὶ καταβήσῃ ἔμπροσθεν τῆς Γαλαάδ, καὶ ἰδοὺ καταβαίνω πρὸς σὲ ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς· ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλθεῖν με πρὸς σέ, καὶ γνωρίσω σοι ἃ ποιήσεις.
Καὶ ἐγενήθη ὥστε στραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουήλ, μετέστρεψεν αὐτῷ ὁ θεὸς καρδίαν ἄλλην· καὶ ἦλθεν πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρα ἐκείνῃ.
καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξ αὐτοῦ· καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα θεοῦ καὶ ἐπροφήτευσεν ἐν μέσῳ αὐτῶν.
καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς τρίτην καὶ εἶδον, καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν· καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κείς; ἢ καὶ Σαοὺλ ἐν προφήταις;
καὶ ἀπεκρίθη τις αὐτῶν εἶπεν καὶ τίς πατὴρ αὐτοῦ; διὰ τοῦτο ἐγενήθη εἰς παραβολήν Ἢ καὶ Σαοὺλ ἐν προφήταις;
καὶ συνετέλεσεν προφητεύων, καὶ εἰς τὸν βουνόν.
Καὶ εἶπεν ὁ εἶπεν αὐτοῦ πρὸς αὐτὸν πρὸς τὸ παιδάριον αὐτοῦ Ποῦ ἐπορεύθητε; καὶ εἶπαν Ζητεῖν τὰς ὄνους· καὶ εἴδαμεν ὅτι οὐκ εἰσίν, καὶ εἰσήλθομεν πρὸς Σαμουήλ.
καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαούλ Ἀπάγγειλον δή μοι τί εἰπέν σοι Σαμουήλ.
καὶ εἶπεν Σαοὺλ πρὸς τόν οἰκεῖον αὐτοῦ Ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται οἱ ὄνοι· τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ.
Καὶ παρήγγειλεν Σαμουὴλ παντὶ τῷ λαῷ πρὸς κύριον εἰς Μασσηφά,
καὶ εἶπεν πρὸς υἱούς Ἰσραήλ τάδε εἶπεν κύριος ὁ θεὸς λέγων Ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου, καὶ τῶν βασιλείων τῶν θλιβουσων ὑμὰς.
καὶ ὑμεῖς σήμερον εξουθενηκατε κοτε τὸν θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν, καὶ εἴπατε οὐχί, ἀλλ’ ἢ ὅτι βασιλέα στήσεις ἐφ’ ἡμῶν. καὶ νῦν κατάστητε ἐνώπιον κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν.
καὶ προσήγαγεν Σαμουὴλ πάντα τὰ σκῆπτρα Ἰσραήλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμείν·
καὶ προσάγει σκῆπτρον Βενιαμεὶν εἰς φυλάς, καὶ κατακληροῦται φυλὴ Ματταρεί· καὶ προσάγουσιν τήν φυλὴν Ματταρεὶ εἰς ἄνδρας, καὶ κατακληροῦται Σαοὺλ υἱὸς Κείς. καὶ ἐζήτει αὐτόν, καὶ οὐχ εὑρίσκετο.
καὶ ἐπηρώτησεν Σαμουὴλ ἔτι ἐν κυρίῳ Εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα; καὶ εἶπεν κύριος Ἴδου αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσιν.
καὶ ἔδραμεν καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν, καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ· καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπερωμίαν καὶ ἐπάνω.
καὶ εἶπεν Σαμουὴλ πρὸς πάντα τόν λαόν Εἰ ἑοράκατε ὃν ἐκλέλεκται ἑαυτῷ κύριος, ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος ἐν πᾶσιν ὑμῖν; καὶ ἔγνωσαν πᾶς ὁ λαὸς καὶ εἶπαν Σήτω ὁ βασιλεύς.
Καὶ εἶπεν Σαμουὴλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως, καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔθηκεν ἐνώπιον κυρίου· καὶ ἐξαπέστειλεν Σαμουὴλ πάντα τὸν λαόν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.
καὶ Σαοὺλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαά· καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων ὧν ἥψατο κύριος καρδίας αὐτῶν μετὰ Σαούλ.
καὶ υἱοὶ λοιμοὶ εἶπαν Τίς σώσει ἡμᾶς οὗτος; καὶ ἠτίμασαν αὐτόν, καὶ οὐκ ἤνεγκον αὐτῷ δῶρα.