Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    I Samuel

    Chapter 18

    Old Testament

    Καὶ ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν Δαυεὶδ ἐκ πασῶν πόλεων Ἰσραὴλ ἐν τυμπάνοις καὶ ἐν χαρμοσύνῃ καὶ ἐν κυμβάλοις·

    καὶ ἐξῆρχον αἱ γυναῖκες καὶ ἔλεγον Ἐπάταξεν Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ,

    καὶ Δαυεὶδ ἐν μυριάσιν αὐτοῦ.

    καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαοὺλ περὶ τοῦ λόγου τούτου, καὶ εἶπεν τῷ Δαυεὶδ ἔδωκαν τὰς μυριάδας, καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας.

    καὶ ἦν Σαοὺλ ὑποβλεπόμενος τὸν Δαυεὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα.

    καὶ ἐφοβήθη Σαοὺλ ἀπὸ προσώπου Δαυείδ,

    καὶ ἀπέστησεν αὐτὸν ἀπ’ αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον· καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ.

    καὶ ἦν Δαυεὶδ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ συνίων, καὶ κύριος μετ’ αὐτοῦ.

    καὶ εἶδεν Σαοὺλ ὡς αὐτὸς συνίει σφόδρα, καὶ εὐλαβεῖτο ἀπὸ προσώπου αὐτοῦ.

    καὶ πᾶς Ἰσραὴλ καὶ Ἰούδας ἠγάπα τὸν Δαυείδ, ὅτι αὐτὸς εἰσεπορεύετο καὶ ἐξεπορεύετο πρὸ προσώπου τοῦ λαοῦ.

    καὶ ἠγάπησεν Μελχὸλ ἡ θυγάτηρ Σαοὺλ τὸν Δαυείδ, καὶ ἀπηγγέλη Σαοὺλ καὶ ηὐθύνθη ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ.

    καὶ εἶπεν Σαούλ Δώσω αὐτὴν αὐτῷ, καὶ ἔσται αὐτῷ εἰς σκάνδαλον. καὶ ἦν ἐπὶ Σαοὺλ χεὶρ ἀλλοφύλων.

    καὶ ἐνετείλατο Σαοὺλ τοῖς παισὶν αὐτοῦ λέγων Λαλήσατε ὑμεῖς λάθρα τῷ Δαυεὶδ λέγοντες ἰδοὺ ὁ βασιλεὺς θέλει ἐν σοί, καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀγαπῶσίν σε, καὶ σὺ ἐπιγάμβρευσον τῷ βασιλεῖ.

    καὶ ἐλάλησαν οἱ παῖδες Σαοὺλ εἰς τὰ ὦτα Δαυεὶδ τὰ ῥήματα ταῦτα· καὶ εἶπεν Δαυείδ Κοῦφον ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαι βασιλεῖ; κἀγὼ ἀνὴρ ταπεινὸς καὶ οὐχὶ ἔνδοξος.

    καὶ ἀπήγγειλαν οἱ παῖδες Σαοὺλ αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα ἃ ἐλάλησεν Δαυείδ.

    καὶ εἶπεν Σαούλ τάδε ἐρεῖτε τῷ Δαυείδ Οὐ βούλεται ὁ ἐν δόματι ἀλλ’ ἢ ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων, εκδικῆτοῦ βασιλέως. καὶ Σαοὺλ ἐλογίσατο αὐτὸν ἐμβαλεῖν εἰς χεῖρας τῶν ἀλλοφύλων.

    καὶ ἀπαγγέλλουσιν οἱ παῖδες Σαοὺλ τῶ Δαυεὶδ τὰ ῥήματα ταῦτα, καὶ εὐθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς Δαυεὶδ ἐπιγαμβρεῦσαι τῷ βασιλεῖ·

    καὶ ἀνέστη Δαυεὶδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ, καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας, καὶ ἀνήνεγκεν τὰς ἀκροβυστίας αὐτῶν τῷ βασιλεῖ, καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ, καὶ δίδωσιν αὐτῷ τὴν Μελχὸλ θυγατέρα αὐτοῦ αὐτῶ εἰς γυναῖκα.

    καὶ εἶδεν Σαοὺλ ὅτι κύριος μετὰ Δαυεὶδ καὶ πᾶς Ἰσραὴλ ἠγάπα αὐτόν, καὶ προσέθετο εὐλαβεῖσθαι ἀπὸ Δαυεὶδ ἔτι.