Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    I Samuel

    Chapter 20

    Old Testament

    XXἸωανθὰν καὶ εἶπεν τί πεποίηκα, καὶ τί τὸ ἀδίκημά μου, καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου;

    καὶ εἶπεν αὐτῶ Ἰωναθάν μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς· ἰδοὺ οὐ μὴ ποιήση ὁ πατήρ μου ῥῆμα μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ ποτήρ μου τὸ ῥῆμα τοῦτο; οὐκ ἔστιν τοῦτο.

    καὶ ἀπεκρίθη Δαυεὶδ τῷ Ἰωανθὰν καὶ εἶπεν Γινώσκων οἶδεν ὁ πατήρ σου ὅτι εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπεν μὴ γνῶναι τοῦτο Ἰωναθάν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, ὅτι καθὼς, ἐμπέπλησται ἀνὰ μέσον μου καὶ τοῦ θανάτου.

    καὶ εἶπεν πρὸς Δαυείδ τί ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τί ποιήσω σοι;

    καὶ εἶπεν Δαυεὶδ πρὸς Ἰωναθάν ἰδοὺ δὴ νεομηνία αὔριον, καὶ ἐγὼ καθίσας οὐ καθήσομαι φαγεῖν, καὶ ἐξαποστελεῖς με καὶ κρυβήσομαι ἐν τῶ πεδίω ἕως δείλης.

    ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατήρ σου, καὶ ἐρεῖς παραιτούμενος παρῃτήσατο ἀπ’ ἐμοῦ Δαυεὶδ δραμεῖν ἕως εἰς Βηθλέεμ τὴν πόλιν αὐτοῦ, ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ φυλῇ.

    ἐὰν τάδε εἴπῃ Ἀγαθῶς, εἰρήνη τῷ δούλῳ σου· καὶ ἐὰν σκληρῶς όποκριθῇ σοι, γνῶθι ὅτι συντετέλεσται ἡ κακία παρ’ αὐτοῦ.

    καὶ ποιήσεις ἕλεος μετὰ τοῦ δούλου σου, ὅτι εἰσήγαγες εἰς διαθήκην Κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ· καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου, θανάτωσόν με σύ· καὶ ἕως τοῦ πατρός σου ἰνα τί οὕτως εἰσάγεις με;

    καὶ εἶεν Ἰωναθάν Μηδαμῶς σοι, ὅτι ἐὰν γινώσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σέ, καὶ ἐὰν μὴ ᾖ εἰς τὰς πόλεις σου, ἐγὼ ἀπαηέλλω σοι.

    καὶ εἶπεν Δαυλὶς πρὸς Ἰωναθάν τίς ἀπαγγείλῃ μοι ἐὰν ἀποκριθῇ ὁ πατήρ σου σκληρῶς;

    καὶ εἶπεν Ἰωναθὰν πρὸς Δαυείδ Πορεύου καὶ μένε εἰς ἀγρόν· καἰ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν.

    Καὶ εἶπεν Ἰωναθὰν πρὸς Δαυείδ Κύριος ὁ θεὸς Ἰσραὴλ οἶδεν ὅτι ἀνακρινῶ τὸν πατέρα μου ὡς ἂν ὁ καιρὸς τρισσῶς, καὶ ἰδοὺ ἀγαθὸν ᾖ περὶ Δαυείδ, καὶ

    οὐ μὴ ἀποστείλω πρὸς σὲ εἰς ἀγρόν·

    τάδε ποιήσαι ὁ θεὸς τῶ ἂν καὶ τάδε προσθείη· ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου, καὶ ἐξαποστελῶ σε καὶ ἀπελεύσῃ εἰς εἰρήνην, καὶ ἔσται κύριος μετὰ σοῦ καθὼς ἢν μετὰ τοῦ πατρός μου.

    καὶ μὲν ἔτι μου ζῶντος, καὶ ποιήσεις ἕλεος μετ’ ἐμοῦ· καὶ ἐὰν θανάτῳ ἀποθάνω, οὐκ ἐξαρεῖς ἕλεος σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος·

    καὶ εἰ μή, ἐν τῷ ἐξαίρειν Κύριον τοὺς ἐχθροὺς Δαυεὶδ ἕκαστον ἀπὸ προσώπου τῆς γῆς,

    εὑρεθῆναι τὸ ὄνομα τοῦ Ιωναθὰν ἀπὸ τοῦ οἴκου Δαυείδ· καὶ ἐκζητήσαι κύριος ἐχθροὺς τοῦ Δαυείδ.

    καὶ προσέθετο ἔτι Ἰωναθὰν ὀμόσαι τῷ Δαυείδ, ὅτι ἠγάπησεν ψυχὴν ἀγαπῶντος αὐτόν.

    καὶ εἶπεν Ἰωναθάν Αὔριον νουμηνία καὶ ἐπισκεπήσῃ, ὅτι ἐπισκεπήσεται καθέδρα σου.

    καὶ τρισσεύσεις καὶ ἐπισκέψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου οὗ κρυβῇς ἐν τῆ ἡμέρᾳ τῇ ἐργασίμῃ, καὶ καθήσῃ παρὰ τὸ ἐργὰβ ἐκεῖνο.

    καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀοντίζων, ἐκπέμπων εἰς τὴν Ἁρματταρεί.

    καὶ ἰδοὺ ἀποστέλλω τὸ παιδάριον λέγων Δεῦρο εὑρέ μοι τὴν γοῦζαν· ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ Ὡδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ὧαὶ λάβε αὐτήν, παραγίνου· ὅτι εἰρήνη σοι καὶ οὐκ ἔστιν λόγος Κυρίου, ζῇ Κύριος.

    ἐὰν τάδε εἴπω τῶ νεανίσκῳ Ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα, πορεύου, ὅτι ἐξαπέσταλκέν σε κύριος.

    καὶ τὸ ῥῆμα ὃ ἐλαλήσαμεν ἐγὼ καὶ σύ, ἰδοὺ Κύριος μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ ἕως αἰῶνος.

    Καὶ κρύπτεται Δαυεὶδ ἐν ἀγρῷ, καὶ παραγίνεται ὁ μὴν καὶ ἔρχεται ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ φαγεῖν.

    καὶ ἐκάθισεν ἐπὶτὴν καθέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ ἐπὶ τῆς καθέδρας παρὰ τοῖχον, καὶ προέφθασεν τὸν Ἰωναθάν, Δαυείδ.

    καὶ ἐκάθισεν Ἀβεννὴρ ἐκ πλαγίων Σαούλ, καὶ ἐπεσκέπη ὁ τόπος ὅτι Σύμπτωμα φαίνεται μὴ καθαρὸς εἶναι, ὅτι οὐ κεκαθάρισται.

    καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυείδ, καὶ εἶπεν Σαοὺλ πρὸς Ἰωναθὰν τὸν υἱὸν αὐτοῦ Τί

    ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ἰεσσαὶ καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν;

    καὶ ἀπεκρίθη Ἰωναθὰν τῷ Σαοὺλ καὶ εἶπεν αὐτῷ παρῄτηται Δαυεὶδ παρ’ ἐμοῦ ἕως εἰς Βηθλέεμ τὴν πόλιν αὐτοῦ πορευθῆναι,

    καὶ εἶπεν Ἐξαπόστειλον δή με, ὅτι θυσία τῆς φυλῆς ἡμῖν ἐν τῇ πόλει καὶ ἐνετείλαντο πρὸς μὲ οἱ ἀδελφοί μου· καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, διασωθήσομαι δὴ κοὶ ὄψομαι τοὺς ἀδελφούς μου· διὰ τοῦτο οὐ παραγέγονεν ἐν ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως.

    καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ ἐπὶ’Iωναθὰν σφόδρα καὶ εἶπεν αὐτῷ αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ εἰς αἰσχύνην σου καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου;

    ὅτι πάσας τὰς ἡμέρας ἃς ὁ υἱὸς Ἰεσσαὶ ζῇ ἐπὶ τῆς γῆς οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου· νῦν οὖν ἀποστείλας λάβε τὸν νεανίαν, ὅτι υἱὸς θανάτου οὗτος.

    καὶ ἀπεκρίθη ἀπεκρίθη τῷ Σαούλ Ἵνα τί ἀποθνήσκει; τί πεποίηκεν;

    καὶ ἐπῆρεν Σαοὺλ τὸ δόρυ ἐπὶ Ἰωναθὰν τοῦ θανατῶσαι αὐτόν, καὶ ἔγνω Ἰωναθὰν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυείδ.

    καὶ ἀνεπήδησεν Ἰωναθὰν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ, καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ὄρτον, ὅτι συνετέλεσεν ἐπ’ αὐτὸν ὁ πατὴρ αὐτοῦ.

    Καὶ ἐγενήθη πρωὶ καὶ ἐξῆλθεν’Iωναθὰν εἰς ἀγρον, καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυείδ, καὶ παιδάριον μικρὸν μετ’ αὐτοῦ.

    καὶ εἶπεν τῷ παιδαρίῳ Δράμε, εὑρέ μοι τὰς σχίζας ἐν αἷς ἐγὼ ἀκοντίζω· καὶ τό παιδάριον ἔδραμε, καὶ αὐτὸς ἠκόντιζε τῇ σχίζη, καὶ παρήγαγεν αὐτήν.

    καὶ ἦλθεν τὸ παιδάριον ἕως τοῦ τόπου τῆς σχίζης οὗ ἠκόντιζεν Ἰωναθάν·

    καὶ ἀνεβόησεν Ἰωναθὰν ὀπίσω τοῦ νεανίου καὶ εἶπεν Ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα· καὶ ἀνεβόησεν Ἰωναθὰν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ λέγων ταχύνας σπεῦσον καὶ μὴ στῇς· καὶ ἀνέλεξε τὸ παιδάριον Ἰωναθὰν τὰς σχίζας πρὸς τὸν κύριον αὐτοῦ.

    καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐθὲν παρὲξ Ἰωναθὰν καὶ Δαυείδ.

    καὶ Ἰωναθὰν ἔδωκεν τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ, καὶ

    τῷ παιδαρίῳ αὐτοῦ Πορεύου, εἴσελθε εἰς τὴν πόλιν.

    καὶ ὡς εἰσῆλθεν τὸ παιδάριον, καὶ Δαυεὶδ ἀνέστη ἀπὸ τοῦ ἀργὰβ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ τρίς, καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ ἕως συντελείας μεγάλης.

    καὶ εἶπεν Ἰωναθάν Πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι κυρίου λέγοντες κύριος ἔσται μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου ἕως αἰῶνος.

    καὶ ἀνέστη Δαυεὶδ καὶ ἀπῆλθεν, καὶ Ἰωναθὰν εἰσῆλθεν εἰς τὴν πόλιν.