Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    I Samuel

    Chapter 26

    Old Testament

    Καὶ ἔρχονται οἱ Ζειφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς τὸν Σαοὺλ εἰς τὸν βουνὸν λέγοντες ἰδοὺ Δαυεὶδ σκεπάζεται μεθ’ ἡμῶν ἐν τῷ βουνῷ τῶ Χελμὰθ τοῦ κατὰ πρόσωπον τοῦ Ἰεσσαιμού.

    καὶ ἀνέστη Σαοὺλ καὶ κατέβη εἰς τὴν ἔρημον Ζείφ, καὶ μετ’ αὐτοῦ τρεῖς χιλιάδες ἀνδρῶν ἐκλεκτοὶ ἐξ Ἰσραὴλ, ζητεῖν τὸν Δαυεὶδ ἐν τῇ ἐρήμῳ Ζείφ,

    καὶ παρενέβαλεν Σαοὺλ ἐν τῷ βουνῷ τοῦ Ἐχέλα ἐπὶ προσώπου τοῦ Ἰεσσαιμοὺ ἐπὶ τῆς ὁδοῦ, καὶ Δαυεὶδ ἐκάθισεν ἐν τῇ ἐρήμῳ· καὶ εἶδεν Δαυεὶδ ὅτι ἥκει Σοοὺλ ὀπίσω αὐτοῦ εἰς τὴν ἔρημον.

    καὶ ἀπέστειλεν Δαυεὶδ κατασκόπους, καὶ ἔγνω ὅτι ἥκει Σαοὺλ ἕτοιμος ἐκ Κεειλά.

    καὶ ἀνέστη Δαυεὶδ λάθρα καὶ εἰσπορεύεται εἰς τὸν τόπον οὗ ἐκάθευδεν ἐκεῖ Σαούλ, καὶ ἐκεῖ Ἀβεννὴρ υἱὸς Νὴρ αὐτοῦ. καὶ Σαοὺλ ἐκάθευδεν ἐν λαμπήνῃ, καὶ ὁ λαὸς κύκλῳ αὐτοῦ.

    καὶ ἀπεκρίθη Δαυεὶδ καὶ εἶπεν πρὸς Χετταῖον καὶ πρὸς Ἀβεσσὰ υἱὸν Σαρουίας ἀδελφὸν Ἰωὰβ λέγων Τίς εἰσελεύσεται μετ’ ἐμοῦ πρὸς Σαοὺλ εἰς τὴν παρεμβολήν; καὶ εἶπεν Ἀβεισά Ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ.

    καὶ εἰσπορεύεται Δαυεὶδ καὶ Ἀβεισὰ εἰς τὸν λαὸν τὴν νύκτα, καὶ ἰδοὺ Σαοὺλ καθεύδων ὕπνῳ ἐν λαμπήνῃ, καὶ τὸ δόρυ αὐτοῦ ἐνπεπηγὸς εἰς τὴν γῆν πρὸς κεφαλῆς αὐτοῦ, καὶ Ἀβεννὴρ καὶ ὁ λαὸς αὐτοῦ ἐκάθευδεν κύκλῳ αὐτοῦ.

    κα εἶπεν Ἀβεισὰ πρὸς Δαυείδ Ἀπέκλεισεν σήμερον Κύριος τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου. καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν

    ἅπαξ, καὶ οὐ δευτερώσω αὐτῷ.

    καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβεισά Μὴ ταπεινώσῃς αὐτόν, ὅτι τίς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν κυρίου καὶ ἀθῳωθήσεται;

    καὶ εἶπεν Δαυείδ νῇ Κύριος, ἐὰν μὴ κύριος παιδεύσῃ αὐτόν, ἢ ἡ ἡμέρα αὐτοῦ ἔλθῃ καὶ ἀποθάνῃ, ἢ εἰς πόλεμον καταβῇ προστεθῇ·

    μηδαμῶς μοι παρὰ κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν κυρίου. καὶ νῦν λάβε δὴ τὸ δόρυ ἀπὸ πρὸς κεφαλῆς αὐτοῦ καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ ἀπέλθωμεν καθ’ ἑαυτούς.

    καὶ ἔλαβεν Δαυεὶδ τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος ἀπὸ κεφαλῆς αὐτοῦ, καὶ ἀπῆλθον καθ’ ἑαυτούς· καὶ οὐκ ἦν ὁ καὶ οὐκ ἦν ὁ γινώσκων, καὶ οὐκ ἦν ὁ ἐξεγειρόμενος· πάντες ὒ ὅτι θάμβος κυρίου ἔπεσεν ἐπ’ αὐτούς.

    καὶ διέβη Δαυεὶδ εἰς τὸ πέραν καὶ ἵστη ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους μακρόθεν, καὶ πολλὴ ἡ ὁδὸς ἀνὰ μέσον αὐτῶν.

    καὶ προσεκαλέσατο Δαυεὶδ τὸν λαόν, καὶ τῷ Ἀβεννὴρ ἐλάλησεν λέγων Οὐκ ἀποκριθήσει, Ἀβεννήρ; καὶ εἶπεν τίς εἶ σὺ ὁ καλῶν;

    καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβεννήρ οὐκ ἀνὴρ σύ; καὶ τίς ὡς σὺ ἐν Ἰσραήλ; καὶ διὰ τί οὐ φυλάσσεις τὸν κύριόν σου τὸν βασιλέα; ὅτι εἰσῆλθεν εἷς ἑκ τοῦ λαοῦ διαφθεῖραι τὸν βασιλέα κύριόν σου.

    καὶ οὐκ ἀγαθὸν τὸ ῥῆμα τοῦτο ὃ πεποίηκας· ζῆ Κύριος, ὅτι υἱοὶ θανατώσεως ὑμεῖς οἱ φυλάσσοντες τὸν βασιλέα κύριον ὑμῶν τὸν χριστὸν κυρίου· καὶ νῦν ἴδε δὴ τὸ δόρυ τοῦ βασιλέως καὶ ὁ φακὸς τοῦ ὕδατος, ποῦ ἐστιν τὰ πρὸς κεφαλῆς αὐτοῦ.

    καὶ ἐπέγνω Σαοὺλ τὴν φωνὴν τοῦ Δαυεὶδ καὶ εἶπεν Ἡ φωνή σου, τέκνον, αὕτη, Δαυείδ; καὶ εἶπεν Δαυείδ Δοῦλός σου, κύριε βασιλεῦ.

    καὶ εἶπεν Ἵνα τί τοῦτο καταδιώκει ὁ κύριος ὀπίσω τοῦ δούλου αὐτοῦ; ὅτι τί ἡμάρτηκα, καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα;

    καὶ νῦν ἀκουσάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ῥῆμα τοῦ δούλου αὐτοῦ· εἰ ὁ θεὸς ἐπισείει σε ἐπ’ ἐμέ, ὀσφρανθείη θυσίας σου· καὶ εἰ υἱοὶ ἀνθρώπων, ἑπικατάρατοι οὗτοι ἐνώπιον Κυρίου, ὅτι ἐξέβαλόν με σήμερον μὴ ἐστηρίσθαι ἐν κληρονομίᾳ κυρίου, λέγοντες Πορεύου, δούλευε θεοῖς ἑτέροις.

    καὶ νῦν μὴ πέσοι τὸ αἷμά μου ἐπὶ τὴν γῆν ἐξ ἐναντίας προσώπου κυρίου· ὅτι ἐξελήλυθεν ὁ βασιλεὺς Ἰσραὴλ ζητεῖν ψυχήν μου, καθὼς καταδιώκει ὁ νυκτικόραξ

    ἐν τοῖς ὄρεσιν.

    καὶ εἶπεν Σαούλ Ἡμάρτηκα· ἐπίστρεφε, τέκνον Δαυείδ· ὅτι οὐ κακοποιήσω σε, ἀνθ’ ὧν ἔντιμος ψυχή μου ἐν ὀφθαλμοις σου. καὶ ἐν· τῆ̣ σήμερον μεματαίωμαι καὶ ἠγνόηκα πολλὰ σφόδρα.

    καὶ ἀπεκρίθη Δαυεὶδ καὶ εἶπεν ἰδοὺ τὸ δόρυ τοῦ βασιλέως, διελθέτω εἷς τῶν παιδαρίων καὶ λαβέτω αὐτό.

    καὶ κύριος ἐπιστρέψει ἑκάστῳ τὰς δικαιοσύνας αὐτοῦ καὶ τήν πίστιν αὐτοῦ· ὡς παρέδωκέν σε κύριος εἰς χεῖράς μου, καὶ οὐκ ἠθέλησ’ ἐπενεγκεῖν χεῖρά ἐ κυρίου.

    καὶ ἰδοὺ καθὼς ἐμεγαλύνθη ἡ ψυχὴ σου σήμερον ἐν ἐν ὀφθαλμοῖς μου, οὕτως μεγαλυνθείη ἡ ψυχή μου, οὕτως μεγαλυνθείη ἡ ψυχή μου ἐνώπιον κυρίου, καὶ σκεπάσαι με· καὶ ἐξελεῖταί με ἐκ πάσης θλίψεως.

    καὶ εἶπεν Σαοὺλ πρὸς Δαυείδ Εὐλογημένος σύ, τέκνον, καὶ ποιῶν καὶ δυνάμενος δυνήσει. καὶ ἀπῆλθεν Δαυεὶδ εἰς τὸν τόπον αὐτοῦ, Σαοὺλ ἀνέστρεψεν εἰς τὴν ὁδὸν αὐτοῦ.