Chapter 25
Hellenistic Old Testament GreekὬν πέντε καὶ εἵκοσι ἐτῶν ἐβασίλευσεν Ἀμασείας, καὶ εἴκοσι ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰωναὰ ἀπὸ Ἰερουσαλήμ.
καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου, ἀλλʼ οὐκ ἐν καρδίᾳ πλήρει.
καὶ ἐγένετο ὡς κατέστη ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐθανάτωσεν τοὺς παῖδας αὐτοῦ τοὺς φονεύσαντας τὸν βασιλέα πατέρα αὐτοῦ.
καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινεν, κατὰ τὴν διαθήκην τοῦ νόμου Κυρίου καθὼς γέγραπται, ὡς ἐνετείλατο Κύριος λέγων Οὐκ ἀποθανοῦνται πατέρες ὑπέρ τέκνων, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπέρ πατέρων, ἀλλʼ; ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανοῦνται.
Καὶ συνήγαγεν Ἀμασείας τὸν οἶκον Ἰούδα, καὶ ἀνέστησεν αὐτοὺς κατʼ οἴκους πατριῶν αὐτῶν εἰς χιλιάρχους καὶ ἑκατοντάρχους παντὶ Ἰούδᾳ καὶ Ἰερουσαλήμ· καὶ ἠρίθμησεν αὐτοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, καὶ εὗρεν αὐτοὺς τριακοσίας χιλιάδας, δυνατοὺς ἐξελθεῖν εἰς πόλεμον, ρατοῦντας δόρυ καὶ θυρεόν.
καὶ ἐμισθώσατο ἀπὸ Ἰσραὴλ ἑκατὸν χιλιάδας, δυνατοὺς ἰσχύι, ἑκατὸν ταλάντων ἀργυρίου.
καὶ ἄνθρωπος τοῦ θεοῦ ἦλθεν πρὸς αὐτὸν λέγων Βασιλεῦ, οὐ πορεύσεται μετὰ σοῦ δύναμις Ἰσραήλ, ὅτι οὐκ ἔστιν Κύριος μετὰ Ἰσραὴλ πάντων τῶν ἱῶν Ἐφράιμ.
ὅτι ἐὰν ὑπολάβῃς κατισχῦσαι ἐν τούτοις, καὶ τροπώσεταί σε Κύριος ἐναντίον τῶν ἐχθρῶν, ὅτι ἐστὶν παρὰ Κυρίου καὶ ἰσχῦσαι καὶ τροπώσασθαι
καὶ εἶπεν Ἀμασίας τῷ ἀνθρώπῳ τοῦ θεοῦ Καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα ἂ ἔδωκα τῇ δυνάμει Ἰσραήλ; καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ Ἔστιν τῷ κυρίῳ δοῦναίσοι πλεῖστα τούτων.
καὶ διεχώρισεν Ἀμασείας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Ἐφράιμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν· καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ Ἰούδαν, καὶ ἐπέστρεψαν εἰς τὸν τόπον lit coeb B* Ιωζαβεδ A | Σομαιωθ] Σαμαριθ A | Μωαβιτης A 27ιδου] Ιουδα A | την γραφην] om την A | Ἀμασιας BA X X V 1 ων] pr και εβασιλευσεν·| B | Ἀμασιας BᵇA (item 5, 10 et fere ubique) | εννεα] pr και A | Ιωναα] Ιωαδεν A 3 αυτου 2⁰] εαυτου A | φονευσαντα A 4 του νομου] om του A | τη] post η ras 1 lit A | αποθανουνται 3° αποθανειται A 5 εκατονταρχους] pr εις Bᵃᵇ | παντι] pr εν Bᵃ⁰ (superscr) A 7 πορευσεται] παρελευσεται A 8 om σε A | εναντιον] εναντι A | και ισχυσοι] κατισχυσοι A + εν τουτοις A | τροπω- σεσθαιA 9 Ἀμασιας BA 10 εαυτων A (bis) | επεστρεψαν] υπεστρεψεν A
αὐτῶν ἐν ἀργῇ θυμοῦ.
καὶ Ἀμασείας κατίσχυσεν καὶ παρέλαβεν τὸν λαὸν αὐτοῦ, καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν, καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηεὶρ δέκα χιλιάδας.
καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ἰούδα, καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ, καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ, καὶ πάντες διερρήγνυντο.
καὶ υἱοὶ τῆς δυνάμεως οὓς ἀπέστρεψεν Ἀμασείας τοῦ μὴ εὺρεθῆναι μετʼ αὐτοῦ εἰς πόλεμον, καὶ ἐπέθεντο ἐπὶ τὰς πόλεις Ἰούδα ἀπὸ Σαμαρείας ἕως Βαιθώρων, καὶ ἐπάταξεν ἐν αὐτοῖς τρεῖς χιλιάδας καὶ ἐσκύλευσεν σκῦλα πολλά.
Καὶ ἐγένετο μετὰ τὸ ἐλθεῖν Ἀμασείαν πατάξαντος τὴν Ἰδουμαίαν, καὶ ἤνεγκεν πρὸς αὐτοὺς τοὺς θεοὺς υἱῶν Σηείρ, καὶ ἔστησεν αὐτοὺς αὐτῷ εἰς θεούς, καὶ ἔστησεν ἐναντίον αὐτῶν προσκυνεῖν, καὶ αὐτὸς αὐτοῖς ἔθυεν.
καὶ ἐγένετο ἀργὴ Κυρίου ἐπὶ Ἀμάσειαν, καὶ ἀπέστειλεν αὐτῷ προφήτας καὶ εἶπαν αὐτῷ Τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ οἳ οὐκ ἐξείλαντο τὸν λαὸν αὐτῶν ἐκ χειρός σου;
καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ, καὶ εἶπεν αὐτῷ Μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε; πρόσεχε μὴ μαστιγωθῇς. καὶ ἐσιώπησεν ὁ προφήτης, καὶ εἶπεν ὅτι Γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σε, ὅτι ἐποίησας τοῦτο καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου.
Καὶ ἐβουλεύσατο Ἀμασείας.
καὶ ἀπέστειλεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμάσειαν βασιλέα Ἰούδα λέγων χοζεὶ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων Δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα, καὶ ἰδοὺ ἐλεύσεται τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ· καὶ ἦλθαν τὰ θηρία καὶ κατεπάτησαν τὸν ἁχούχ.
εἶπας Ἰδοὺ ἐπάταξας τὴν Ἰδουμαίαν, καὶ ἐπαίρει σε ἡ καρδία ἡ βαρεῖα· νῦν κάθησο ἐν οἴκῳ σου, καὶ ἴνα τί συμβάλλεις ἐν κακίᾳ, καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ;
καὶ οὐκ ἤκουσεν Ἀμασείας, ὅτι παρὰ Κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας. ὅτι ἐξεζήτησεν τοὺς θεοὺς τῶν Ἰδουμαίων.
καὶ ἀνέβη Ἰωὰς βασιλεὺς Ἰσραήλ, καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Ἀμασείας βασιλεὺς Ἰούδα ἐν Βαιθσάμυς ἥ ἐστιν τοῦ Ἰούδα.
καὶ ἐτροπώθη Ἰούδας
κατὰ πρόσωπον Ἰσραήλ, καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα.
καὶ τὸν Ἀμάσειαν βασιλέα Ἰούδα τὸν τοῦ Ἰωὰς κατέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσάμυς, καὶ εἰσήγαγεν αὐτοὺς εἰς Ἰερουσαλήμ, καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ἰερουσαλὴμ ἀπὸ πύλης Ἐφράιμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις.
καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἵκῳ Κυρίου καὶ παρὰ τῷ Ἰαβδεδὸμ καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων, καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν.
Καὶ ἔζησεν Ἀμασείας ὁ τοῦ Ἰωὰς βασιλεὺς Ἰούδα μετὰ τὸ ἀποθανεῖν Ἰωὰς τὸν τοῦ Ἰωὰς βασιλέα Ἰσραὴλ ἔτη δέκα πέντε.
καὶ οἱ λοιποὶ λόγοι Ἀμασείου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου Ἰούδα καὶ Ἰσραήλ;
καὶ ἐν τῷ καιρῷ ᾧ ἀπέστη Ἀμασείας ἀπὸ Κυρίου, καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν, καὶ ἔφυγεν ἀπὸ Ἰερουσαλὴμ εἰς Λαχείς· καὶ ἀπέστειλεν κατόπισθεν αὐτοῦ εἰς Λαχείς, καὶ ἐθανάτωσεν αὐτὸν ἐκεῖ
καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ.