Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    II Chronicles

    Chapter 27

    Old Testament

    Εἴκοσι πέντε ἐτῶν Ἰωαθὰμ ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἰερουσσὰ θυγάτηρ Σαδώρ.

    καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα ἃ ἐποίησεν Ὀζείας ὁ πατὴρ αὐτοῦ, ἀλλʼ οὐκ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου, καὶ ἔτι ὁ λαὸς κατεφθείρετο.

    αὐτὸς ᾠκοδόμησεν τὴν πύλην οἵκου Κυρίου τὴν ὑψηλήν, καὶ ἐν τείχει αὐτοῦ Ὄπ λα ᾠκοδόμησεν πολλά· καὶ πόλεις ᾠκοδόμησεν

    ἐν ὄρει Ἰούδα καὶ ἐν τοῖς δρυμοῖς καὶ οἰκήσεις καὶ πύργους.

    αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱῶν Ἀμμὼν καὶ κατίσχυσεν ἐπʼ αὐτόν· καὶ ἐδίδουν αὐτῷ κατʼ ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα χιλιάδας κόρων πυροῦ καὶ κριθῶν δέκα χιλιάδας· ταῦτα ἔφερεν αὐτῷ βασιλεὺς Ἀμμὼν κατʼ ἐνιαυτὸν ἐν τῷ πρώτῳ ἔτει καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ.

    καὶ κατίσχυσεν Ἰωαθάμ, ὅτι ἡτοίμασεν τὰς ὁδοὺς αὐτοῦ ἔναντι Κυρίου εοῦ αὐτοῦ.

    καὶ οἱ λοιποὶ λόγοι Ἰωαθὰμ καὶ ὁ πόλεμος καὶ αἱ πράξεις αὐτοῦ, ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ.

    καὶ ἐκοιμήθη Ἰωαθὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀχὰς υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

    A | απεχισθη BA (απεσχ. BᵇA¹) 22 λογοι + Οζιου του βασιλεως (του βασ. Aᵃ(ᵐg) A | om Οζειου A | γεγραμμενοι] ιδου εισιν γεγρ. (sup ras et in mg) Aa | Ιεσσιου A 23 αυτου 1⁰] εαυτου A | της ταφης] pr μετα A | Ιωαθαμ Ἰωναθαν A | υιος] pr ο A X X VII 1 πεντε] pr και A | Ιερουσα A | Σαδωρ) Σαδωκ A 2 α] οσα A | οζιας A | κατεφειρετο A (κατεφθ. Aᵇ) 3 την υψη- λην] pr καιA | αυτου] του A | Οφλα A 5 εδιδου Bᵃᵇ | αυτω] + οι υιοι Ἀμμων A | βασιλευς] + υιω Aᵃ?⁽ᵐᵍ)ᵛiᵈ | τω δευτερω] om τω A 6 εναντι] εναντιον A 7 λοιποι λογοι Ιωαθαμ λογοι Ιωαθαμ οι λοιποι A | βιβλιων A | Ισραηλ] + (8) κ εικοσι και πεντε ετων·| ην βασιλευσας· και εξ και δεκα· ετη εβασιλευσεν εν Ιλημ| A 9 αυτου 1⁰] εαυτου A | εταφη] τα sup ras Aa | Αχαζ A