Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    II Chronicles

    Chapter 29

    Old Testament

    καὶ Ἑζεκίας ἐβασίλενσεν εἵκασι καὶ πέντε ἐτῶν, καὶ εἵκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀββα θυγάτηρ Ζαχαριά.

    καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Δαυεὶδ ὁ πατὴρ αὐτοῦ.

    καὶ ἐγένετο ὡς ἔστη ἐπὶ τῆς βασιλείας αὐτοῦ, ἐν τῷ πρώτῳ μηνὶ ἀνέῳξεν τὰς θύρας οἴκου Κυρίου καὶ ἐπεσκεύασεν αὐτάς.

    καὶ εἰσήγαγεν τοὺς ἱερεῖς καὶ τοὺς Λευείτας, καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλίτος τὸ πρὸς ἀνατολάς,

    καὶ εἶπεν αὐτοῖς Ἀκούσατε οἱ Λευεῖται· νῦν ἁγνίσθητε, καὶ ἁγνίσατε τὸν οἶκον Κυρίου θεοῦ τῶν πατέρων ὑμῶν, καὶ ἐκβάλετε τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων.

    ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον Κυρίου καὶ ἐγκατέλιπον αὐτόν, καὶ ἀπέστρεψαν τὸ πρόσωπον ἀπὸ τῆς σκηνῆς Κυρίου καὶ ἔδωκαν αὐχένα·

    καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ ναοῦ, καὶ ἔσβεσαν τοὺς λύχνους, καὶ θυμίαμα οὐκ ἐθυμίασαν, καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τῷ ἁγίῳ θεῷ Ἰσραήλ.

    καὶ ὠργίσθη ὀργῇ Κύριος ἐπὶ τὸν Ἰούδαν καὶ τὴν Ἰερουσαλήμ, καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν καὶ εἰς συρισμόν, ὡς ὑμεῖς ὁρᾶτε τοῖς ὀφθαλμοῖς ὑμῶν.

    καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμῶν μαχαίρᾳ, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν,

    ὃ καὶ νῦν ἐστιν.

    ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι διαθήκην μου, διαθήκην Κυρίου θεοῦ Ἰσραήλ· καὶ ἀπέστρεψεν τὴν ὀργὴν θυμοῦ αὐτοῦ ἀφʼ ἡμῶν.

    καὶ νῦν μὴ διαλίπητε, ὅτι ἐν ὑμῖν ἡρέτικεν στῆναι ἐναντίον αὐτοῦ λειτουργεῖν καὶ εἶναι αὐτῷ λειτουροῦντας καὶ θυμιῶντας.

    Καὶ ἀνέστησαν οἱ Λευεῖται, Μαάθ ὁ τοῦ Μασὶ καὶ Ἰωήλ ὁ τοῦ Ζαχαρίου ἐκ τῶν υἱῶν Καάθ, καὶ ἐκ τῶν υἱῶν Μεραρεὶ Κεὶς ὁ τοῦ Ἀβδεὶ καὶ Ζαχαρίας ὁ τοῦ Ἕλλή, καὶ ἀπὸ τῶν υἱῶν Γεδσωνεὶ ἀπὸ τοῦ Ζεμμὰθ καὶ Ἰώδαν, οὗτοι υἱοὶ Ἰωαχά,

    καὶ τῶν υἱῶν Ἐλεισαφὰν καὶ Ζαμβρεὶ καὶ Εἰιήλ, καὶ τῶν υἱῶν Ἀσὰ Ἀζαρίας καὶ Μαθθανίας,

    καὶ τῶν υἱῶν ὧν Ἀἱμὰν Ἰειὴλ καὶ Σεμεεί, καὶ τῶν υἱῶν Ἐδειθὼμ Σαμαίας καὶ Οζειήλ·

    καὶ συνήγαγεν τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως διὰ προστάγματος Κυρίου.

    καὶ εἰσῆλθον οἱ ἱερεῖς ἕως εἰς τὸν οἶκον Κυρίου ἁγνίσαι, καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν ἐν τῷ οἵκῳ Κυρίου καὶ εἰς τὴν αὐλὴν οἴκου Κυρίου· καὶ ἐδέξαντο οἱ Λευεῖται ἐκβαλεῖν εἰς τὸν χειμάρρουν Κεδρὼν ἔξω.

    καὶ ἤρξαντο τῇ ἡμέρᾳ τῇ τρίτῃ νουμηνίᾳ τοῦ μηνὸς τοῦ πρώτου ἁγνίσαι, καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ τοῦ μηνὸς εἰσῆλθαν εἰς τὸν ναὸν Κυρίου, καὶ ἥγνισαν τὸν οἶκον Κυρίου ἐν ἡμέραις ὀκτώ, καὶ τῇ ἡμέρᾳ τῇ τρισκαιδεκάτῃ συνετέλεσαν τοῦ μηνὸς τοῦ πρώτου.

    καὶ εἰσῆλθαν ἔσω πρὸς Ἐζεκίαν τὸν βασιλέα καὶ εἶπαν Ἡγνίσαμεν  πάντα τὰ ἐν οἵκῳ Κυρίου, τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ τὰ σκεύη αὐτοῦ, καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σκεύη αὐτῆς,

    καὶ πάντα τὰ σκεύη ἃ ἐμίανεν Ἄχας ὁ βασιλεὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐν τῇ ἀποστασίᾳ αὐτοῦ ἡτοιμάκαμεν καὶ ἡγνίκαμεν· ἰδού ἐστιν ἐναντίου τοῦ θυσία- στηρίου Κυρίου.

    Καὶ ὥρθρισεν Ἐζεκίας ὁ βασιλεὺς καὶ συνήγαγεν τοὺς ἄρχοντας τῆς πόλεως, καὶ ἀνέβη εἰς οἶκον Κυρίου.

    καὶ ἀνήνεγκεν μόσχους ἑπτά, κριοὺς ἑπτά, ἀμνοὺς ἑπτά, χιμάρους

    μου A | αποστρεψει A | θυμου] του θῦμου (sic) A 11 διαλειπητε A | ηρετι- κεν] κς A 12 Μαεθ A | Μεραρι A | Ἀβδι A | Bλλη] Ιαλληλ A | Γεδ. σωνει απο] Γεδσων· Ιωα·| ο A | ουτοι υιοι] ο του A 13 Bλισαφᾶ| A | om και 2⁰ A | Ζαμβρει Σαμβρι A | Ειιηλ] Ιειηλ A | Ἄκα] Ἀσαφ A | Ἀζαρίας] Ζαχαρίας A | Μαθθανιας] Ματθανιας BᵃᵇA 14 om ων A | Σεμει A | Ιδιθουν A | Σαμειας A | Οζιηλ A 15 συνηγαγον BᵃᵇA | Κυριου] + καθα- ρισαι τον οικον κυ A 16 εις 1⁰] ι sup ras A | εξεβαλαν A 17 τριτη] πρωιη BᵃᵇA | εισηλθεν A | Κυριου 1⁰] pr του A | τρισκαιδεκατη] εκκαιδ. A | του μηνος του πρω|του συνετελεσαν· A 18 εισηλθον A | ηγνισαμεν A 19 εμιανεν Bᵇ (εμει. B*)] εμινεν A* (α superscr A¹) | Αχαζ A | αυτου 2⁰] εαυτου A

    αἰγῶν ἑπτὰ περὶ ἁμαρτίας, περὶ τῆς βασιλείας καὶ περὶ τῶν ἁγίων καὶ περὶ Ἰσραήλ· καὶ εἶπεν τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερεῦσιν ἀυαβαίνειν ἐπὶ τὸ θυσιαστήριον Κυρίου.

    καὶ ἔθυσαν τοὺς μόσχους, καὶ ἐδέξαντο οἱ ἱερεῖς τὸ αἶμα καὶ προσέχεον ἐπὶ τὸ θυσιαστήριον· καὶ ἔθυσαν τοὺς κριούς, καὶ προσέχεον τὸ αἵμα ἐπὶ τὸ θυσιαστήριον.

    καὶ προσήγαγον τοὺς χιμάρους τοὺς περὶ ἁμαρτίας ἐναντίον τοῦ βασιλέως καὶ τῆς ἐκκλησίας, καὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπʼ αὐτούς.

    καὶ ἔθυσαν αὐτοὺς οἱ ἱερεῖς, καὶ ἐξιλάσαντο τὸ αἶμα αὐτῶν πρὸς τὸ θυσιαστήριον, καὶ ἐξιλάσαντο περὶ παντὸς Ἰσραήλ· ὅτι Ιερὶ παντὸς Ἰσραήλ, εἶπεν ὁ βασιλεύς, ἡ ὁλοκαύτωσις καὶ τὰ περὶ ἁμαρτίας.

    καὶ ἔστησεν τοὺς Λευείτας ἐν οἵκῳ Κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις κατὰ τὴν ἐντολὴν Δαυεὶδ τοῦ βασιλέως καὶ Γὰδ τοῦ προφήτου καὶ Νάθαν τοῦ προφήτου, ὅτι ὄι ἐντολῆς Κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προφητῶν·

    καὶ ἔστησαν οἱ Λευεῖται ἐν ὀργάνοις Δαυεὶδ καὶ οἱ ἱερεῖς ταῖς σάλπιγξιν.

    καὶ εἶπεν Ἐζεκίας ἀνενέγκαι τὴν ὁλοκαύτωσιν ἐπὶ τὸ θυσιαστήριον· καὶ ἐν τῷ ἄρξασθαι ἀναφέρειν τὴν ὁλοκαύτωσιν ἤρξαντο ἄδειν Κυρίῳ, καὶ σάλπιγγες πρὸς τὰ ὄργανα Δαυεὶδ βασιλέως.

    καὶ πᾶσα ἐκκλησία προσεκύνει, καὶ οἱ ψαλτῳδοὶ ἄδοντες καὶ σάλπιγγες σαλπίζουσαι ἕως οὗ συνετελέσθη ἡ ὁλοκαύτωσις.

    καὶ ὡς συνετέλεσαν ἀναφέροντες, ἔκαμψεν ὁ βασιλεὺς καὶ πάντες οἱ εὑρεθέντες καὶ προσεκύνησαν.

    καὶ εἶπεν Ἐζεκίας ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τοῖς Λευείταις ὑμνεῖν τὸν κύριον ἐν λόγοις Δαυεὶδ καὶ Ἀσὰφ τοῦ προφήτου· καὶ ὕμνουν ἐν εὐφροσύνῃ, καὶ ἔπεσον καὶ προσεκύνησαν.

    καὶ ἀπεκρίθη Ἐζεκίας καὶ εἶπεν Νῦν ἐπληρώσατε τὰς χεῖρας ὑμῶν Κυρίῳ, προσαγάγετε καὶ φέρετε θυσίας καὶ αἰνέσεως εἰς οἶκον Κυρίου· καὶ ἀνήνεγκεν ἡ ἐκκλησία θυσίας καὶ αἰνέσεως εἰς οἶκον Κυρίου, καὶ πᾶς πρόθυμος τῇ καρδίᾳ ὁλοκαυτώσεις.

    καὶ ἐγένετο ὁ ἀριθμὸς τῆς ὁλοκαυτώσεως ἦς ἀνήεἰς νεγκεν ἡ ἐκκλησία, μόσχοι ἑβδομήκοντα, κριοὶ ἑκατόν, ἀμνοὶ διακόσιοι·

    ὁλοκαύτωσιν Κυρίῳ πάντα ταῦτα.

    καὶ οἱ ἡγιασμένοι μόσχοι ἐξακόσιοι, πρόβατα τρισχίλια πεντακόσια.

    ἀλλ᾿ ἢ οἱ ἱερεῖς ὀλίγοι ἦσαν καὶ οὐκ ἐδύναντο ἐκδεῖραι τὴν ὁλοκαύτωσιν, καὶ ἀντελάβοντο αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευεῖται ἕως οὗ συνετελέσθη τὸ ἔργον, καὶ ἕως οὗ ἡγνίσθησαν οἱ ἱερεῖς, ὅτι οἱ Λευεῖται προθύμως ἥγνισαν παρὰ τοὺς ἱερεῖς.

    καὶ ἡ ὁλοκαύτωσις πολλὴ ἐν τοῖς στέασιν τῆς τελειώσεως τοῦ σαοτηρίου καὶ τῶν σπονδῶν τῆς ὁλοκαυτώσεαος· καὶ κατορθώθη τὸ ἔργον ἐν οἴκῳ Κυρίου.

    καὶ ηὐφράνθη Ἐζεκίας καὶ πᾶς ὁ λαὸς διὰ τὸ ἡτοιμακέναι τὸν θεὸν τῷ λαῷ, ὅτι ἐξάπινα ἐγένετο ὁ λόγος.