Chapter 36
Hellenistic Old Testament GreekΚαὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωαχὰζ υἱὸν Ἰωσείου, καὶ ἔχρισαν αὐτὸν καὶ κατέστησαν αὐτὸν εἰς βασιλέα ἀντὶ τοῦ πατρὸς αὐτοῦ.
εἴκοσι καὶ τριῶν ἐτῶν Ἰωαχὰζ ἐν τῷ βασιλεύειν αὐτόν, καί τρίμηνον ἐβασίλευσεν ἐν Ἰερουσαλήμ.
καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀβειταλ θυγάτηρ Ἰερεμίου ἐκ Λοβενά.
καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου κατὰ πάντα ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ·
καὶ ἔδησεν αὐτὸν Φαραὼ Νεχαὼ ἐν Δαβλαθὰ ἐν γῇ Ἰεμὰθ τοῦ μὴ βασιλεύειν ἐν Ἰερουσαλήμ.
καὶ μετήγαγεν αὐτὸν ὁ βασιλεὺς εἰς Aἴγυπτον, καὶ ἐπέβαλεν φόρον ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου.
καὶ κατέστησεν Φαραὼ Νεχαὼ τὸν Ἐλιακεὶμ υἱὸν Ἰωσείου βασιλέως Ἰούδα ἀντὶ Ἰωσείου τοῦ πατρὸς αὐτοῦ, καὶ μετέστρεψεν τὸ ὄνομα αὐτοῦ Ἰωακείμ· καὶ τὸν Ἰωαχὰζ ἀδελφὸν αὐτοῦ ἔλαβεν Φαραὼ Νεχαὼ καὶ εἰσήγαγεν αὐτὸν εἰς Aἴγυπτον, καὶ ἀπέθανεν ἐκεῖ a καὶτὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκεν τῷ Φαραώ· τότε ἤρξατο ἡ γῆ φορολογεῖσθαι, τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα αραώ· καὶ ἕκαστος κατὰ δύναμιν ἀπῄτει τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ τοῦ λαοῦ τῆς γῆς, δοῦναι τῷ Φαραὼ Νεχαώ.
Ὼν εἴκοσι καὶ πέντε ἐτῶν Ἰωακεὶμ ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχωρὰ θυγάτηρ Νηρείου ἐκ Ῥαμὰ. καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον Κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ.
α ἐν ταῖς ἡμέραις αὐτοῦ ἦλθεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς τὴν γῆν, καὶ ἦν αὐτῷ δουλεύων τρία ἔτη, καὶ ἀπέστη ἀπʼ αὐτοῦ.
καὶ ἀπέστειλεν Κύριος ἐπʼ αὐτοῦ τοὺς Χαλδαίους καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβειτῶν καὶ υἱῶν Ἀμμὼν καὶ τῆς Σαμαρείας· καὶ ἀπέστησαν μετὰ τὸν λόγον τοῦτον, κατὰ τὸν λόγον Κυρίου ἐν χειρὶ τῶν παίδων αὐτοῦ τῶν προφητῶν.
πλὴν θυμὸς Κυρίου ἦν ἐπὶ Ἰούδαν, τοῦ ἀποστῆναι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ διὰ Μανασσὴ ἐν πᾶσιν οἷς ἐποίησεν,
καὶ ἐν αἵματι ἀθῴῳ ᾧ ἐξέχεεν Ἰωακείμ·
ἐνέπλησεν τὴν Ἰερουσαλὴμ αἵματος ἀθῴου· καὶ οὐκ ἠθέλησεν Κύριος ἐξολεθρεῦσαι αὐτούς.
καὶ ἀνέβη ἐπʼ αὐτὸν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος, καὶ ἔδησεν αὐτὸν ἐν χαλκαῖς πέδαις καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλῶνα.
καὶ μέρος τῶν σκευῶν οἴκου Κυρίου ἀπήνεγκεν εἰς Βαβυλῶνα, καὶ ἔθηκεν αὐτὰ ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι.
καὶ τὰ λοιπὰ τῶν λόγί Ἰωακεὶμ καὶ πάντα ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβ. λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ ἐκοιμήθη Ἰωακεὶμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν γανοζαὴ μετὰ τῶν πατέρων αὐτοῦ· καὶ ἐβασίλευσεν Ἰεχονίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
Οκτὼ ἐτῶν Ἰεχονίας ἐν τῷ βασιλεύειν αὐτόν, καὶ τρίμηνον καὶ δέκα ἡμέρας ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου.
καὶ ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ ἀπέστειλεν ὁ βασιλεὺς Ναβουχοδονοσὸρ καὶ εἰσήνεγκεν αὐτὸν εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν τῶν ἐπιθυμητῶν οἴκου Κυρίου· καὶ ἐβασίλευσεν Σεδεκίαν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ ἐπὶ Ἰούδαν καὶ Ἰερουσαλήμ.
Ἐτῶν εἶκοσι ἑνὸς Σεδεκίας ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ.
καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου θεοῦ αὐτοῦ· οὐκ ἐνετράπη ἀπὸ προσώπου Ἰερεμίου τοῦ προφήτου καὶ ἐκ στόματος Κυρίου,
ἐν τῷ τὰ πρὸς τὸν βασιλέα Ναβουχοδονοσὸρ ἀθετῆσαι ἃ ὥρκισεν αὐτὸν κατὰ τοῦ θεοῦ, καὶ ἐσκλήρυνεν τὸν τράχηλον αὐτοῦ καὶ τὴν καρδίαν αὐτοῦ κατίσχυσεν τοῦ μὴ ἐπιστρέψαι πρὸς Κύριον θεὸν Ἰσραήλ.
καὶ πάντες οἱ ἔνδοξοι Ἰούδα καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς τῆς γῆς ἐπλήθυνεν τοῦ ἀθετῆσαι ἀθετήματα βδελυγμάτων ἐθνῶν, καὶ ἐμίαναν τὸν οἶκον Κυρίου τὸν ἐν Ἰερουσαλήμ.
καὶ ἐξαπέστειλεν Κύριος ὁ θεὸς τῶν πατέρων αὐτῶν ἐν χειρί, ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτοῦ, ὅτι ἦν φειδόμενος τοῦ λαοῦ αὐτοῦ καὶ τοῦ ἁγιάσματος αὐτοῦ.
καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ καὶἐξουδενοῦντες τοὺς λόγους αὐτοῦ καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ, ἕως ἀνέβη ὁ θυμὸς Κυρίου ἐν τῷ λαῷ αὐτοῦ, ἕως οὐκ ἦν ἴαμα.
καὶ ἤγαγεν ἐπʼ αὐτοὺς βασιλέα
7 αυτου] εαυτου A 8 αυτου 1⁰, 2⁰] εαυτου A | γανοζαν A 9 οκτω] pr υιος A | ετων] pr και δεκα A | πονηρον bis scr A* ᵛiᵈ (ras 2⁰ A?) 10 επι- στραφεντος A | εισηνεγκεν] εισηγαγεν A | Σεδεκιαν] pr τον A 11 ενο- σεδεκ. B (ενος Σεδ. Bᵃᵇ) 13 αυτου 2⁰] εαυτου A 14 οι| οι ιερ. A | εν Ιερουσ.) ν Ιλημ sup ras A¹ 15 ο θς των πρων sap ras A¹ | χειρι] +προφητων A | αυτου 1⁰, 2⁰] εαυτου A | om αυτου 3° A 16 τους αγγελους] om τους A | εξουθενουντας A | ο θυμος] om ο A
Χαλδαίων, καὶ ἀπέκτεινεν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ· καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκίου, καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησαν, καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον· τὰ παντα παρέδωκεν ἐν χερσὶν αὐτῶν.
καὶ πάντα τὰ σκεύη οἴκοίυ θηοῦ τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυρούς, καὶ πάντας τοῖς θησαυροὺς βασιλέως καὶ μεγιστάναων, καὶ πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα.
καὶ ἐνέπρησεν τὸν οἶκον Κυρίου, καὶ κατέσκαψεν τὸ τεῖχος Ἰερουσαλήμ, καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρί, καὶ πᾶν σκεῦος ὡραίον εἰς ἀφανισμόν.
καὶ ἀπῴκισεν τοὺς καταλοίπους εἰς Βαβυλῶνα, καὶ ἤσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων,
τοῦ πληραοθῆναι λόγον Κυρίου διὰ στόματος Ἰερεμίου, ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι, εῖς συνπλήρωσιν ἐτῶν ἑβδομήκοντα.
Ἔτους πρώτου βασιλέως Περσῶν, μετὰ τὸ πληρωθῆναι ῥῆμα Κυρίου διὰ στόματος Ἰερεμίου, ἐξήγειρεν Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλεν κηρῦξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων
Τάδε λέγει Κῦρος βασιλεὺς Χερσῶν πάσαις ταῖς βασιλείαις τῆς γῆς Ἔδαωκέν μοι Κύριος ὁ θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι οἶκον αὐτῷ ἐν Ἰερουσαλὴμ ἐν τῇ Ἰουδαίᾳ· τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ; ἔσται ὁ θεὸς αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀναβήτω.