Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    II Kings

    Chapter 4

    Old Testament

    Καὶ γυνὴ μία ἀπὸ τῶν υἱῶν τῶν προφητῶν ἐβόα πρὸς Ἐλεισαῖς λέγουσα Ὁ δοῦλός σου ὁ ἀνήρ μου ἀπέθανεν, καὶ σὺ ἔγνως ὅτι δοῦλος ἦν φοβούμενος τὸν κύριον· καὶ ὁ δανειστὴς ἦλθε λαβεῖν τοὺς δύο υἱούς μου ἑαυτῷ εἰς δούλους.

    καὶ εἶπεν Ἐλεισαῖε Τί ποιήσω σοι; τί ἔστιν σοι ἐν τῷ οἴκῳ; ἡ · δὲ εἶπεν Οὐκ έστιν τῇ δούλη σου οὐθὲν ὄτι ἁλλ’ ἢ ὃ ἀλείψομαι ἔλαιον.

    καὶ εἶπεν πρὸς αὐτήν Δεῦρο αἴτησον σαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων, σκεύη κενά· μὴ ὀλιγώσῃς.

    καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου, καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα· καὶ τὸ πληρωθὲν ἀρεῖς.

    καὶ ἀπῆλθεν παρ’ αὐτοῦ, καὶ ἀπέκλεισεν τὴν θύραν κατ’ αὐτῆς καὶ κατὰ τῶν υἱῶν αὐτοὶ προσήγγιζον πρὸς αὐτήν, καὶ αὐτὴ ἐπέχεεν ἔως ἐπλήσθησ τὰ σκεύη.

    καὶ εἶπεν πρὸς τοὺς υἱοὺς αὐτῆς Ἐγγίσατε ἔτι πρὸς τὸ σκεῦος. καὶ εἶπον αὐτῇ Οὐκ ἔστιν ἔτι σκεῦος· καὶ ἔστη τὸ

    ηλ 1° sup ras Bab Μωαβ Bvid) 25 πηγην] + υδατος Α | Α | καθηρημενους] καθημενους Α | εκυκλωσαν Α Ι σφενδονησται Α Ι επαταξεν Α 26 ιδεν Α | μεθ εαυτου] μετ αυτου Α 27 επεστρεψαν] υπεστρ. Α IV 1 δανειστης δανιστις Α)] + μου Α Ι ηλθεν Α Ι υιους] υιος Α | εαυτω] αυτω Α ειπεν] + προς αυτην Α Ι om σοι 2°] 1° Α Ι τι 2°] pr αναγγειλον Α ι ουθεν] ουδεν εν τω οικω Α Ι om οτι Α 3 σατῇ] σεαυτη Α Ι om παντων Α Ι γειτονων γιτ. Α)] + σου Α | καινα Β κενα BabA) | ολιωσης Β* ολιγ. BabA) 4 αποκλεισεις] αποκλισης Α | om εις Α Ι τα σκευη] pr Α 5 παρ] απ Α | αυτης 2°] εαυτης Α 6 το σκευος] om το A

    καὶ ἦλθεν καὶ ἀπήγγειλεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ· καὶ εἶπεν Ἐλεισαῖε Δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτίσεις τοὺς τόκους σου, καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ.

    Καὶ ἐγένετο ἡμέρα καὶ διέβη Ἐλεισαῖε εἰς Σουμάν, καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον· καὶ ἐγένετο ἀφ’ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινεν τοῦ ἐκεῖ φαγεῖν.

    κα εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς Ἰδουὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ θεοῦ ἄγιος οὗτος διαπορεύεται ἐφ’ ἡμᾶς διὰ παντός.

    ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον, τόπον μικρόν, καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν· καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς. καὶ ἐκκλινεῖ ἐκεῖ.

    καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ, καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήθη ἐκεῖ.

    καὶ εἶπεν πρὸς Γιεζεὶ τὸ παιδάριον αὐτοῦ Κάλεσόν μοι τὴν Σωμανεῖτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ.

    καὶ εἶπεν αὐτῷ Εἰπὸν δὴ πρὸς αὐτήν Ἰδοὺ ἐξέστησας ἡμῖν τὴν πᾶσαν ἔνκτησιν· τί δεῖ ποιῆσαί σοι; εἰ ἔστιν λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνά- μεως; ἡ δὲ εἶπεν Ἐν μέσῳ τοῦ λαοῦ ἐγώ εἰμι οἰκῶ.

    καὶ εἶπεν Tt δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπεν Γιεζεὶ τὸ παιδάριον αὐτοῦ Καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ, καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης.

    καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν θύραν.

    καὶ εἶπεν Ἐλεισαῖε πρὸς αὐτήν Εἰς τὸν καιρὸν τοῦτον, ὡς ἢ ὥρα ζῶσα, σὺ περιειληφυῖα υἱόν· ἡ δὲ εἶπεν Μή, κύριε μου, μὴ διαψεύσῃ τὴν δούλην σου.

    καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή, καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον ὡς ἡ ὤρα ζῶσα, ὡς ἐλάλησεν πρὸς αὐτὴν Ἐλεισαῖε.

    καὶ ἡδρύνθη τὸ παιδάριον· καὶ ἐγένετο ἡνίκα ἐξῆλθεν πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας,

    καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτοῦ Τὴν κεφαλήν μου, τὴν κεφαλήν μου· καὶ εἶπεν τῷ παιδαρίῳ Ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ.

    καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἔως μεσημβρίας, καὶ ἀπέθανεν.

    καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ θεοῦ, καὶ ἀπέκλεισεν κατ’ αὐτοῦ καὶ ἐξῆλθεν.

    καὶ ἐκάλεσεν τὸν ἄνδρα αὐτῆς καὶ εἶπεν Ἀπόστειλον δή μοι ἔν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀ

    τοῦ θεοῦ κοὶ ἐπιστρέψω.

    καὶ εἶπεν Τί ὄτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία οὐδὲ σάββατον· ἡ δὲ εἶπεν Εἰρήνη.

    καὶ ἐπέσαξεν τὴν ὄνον, καὶ εἶπεν πρὸς τὸ παιδάριον αὐτῆς Ἄγε πορεύου, μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι, ὅτι ἐὰν εἴπω σοι

    Δεῦρο καὶ πορεύσῃ, καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ εἰς τὸ ὄρος τὸ Καρμήλιον. καὶ ἐγένετο ὡς εἶδεν Ἐλεισῖε ἐρχομένην αὐτήν, καὶ εἶπεν π·ρὸς Γιεζεὶ τὸ παιδάριον αὐτοῦ Ἰδοὺ δὴ ἡ Σωμανεῖτις ἐκείνη.

    νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς καὶ ἐρεῖς Ἥ εἰρήνη σοι; ἢ εἰρήνη τῷ ἀνδρί σου; ἡ εἰρήνη τῷ παιδαρίῳ; ἡ δὲ εἶπεν Εἰρήνη.

    καὶ ἦλθεν πρὸς Ἐλεισαῖε εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ· καὶ ἤγγισεν Γιεζεὶ ἀπεώσασθαι αὐτήν. καὶ εἶπεν Ἐλεισαῖε Ἄφες αὐτήν· ὄτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ Κύριος ἀπέκρυψεν ἀπ’ ἐμοῦ καὶ σοῦ καὶ οὐκ ἀνήγγε3ιλέν μοι.

    ἡ δὲ εἶπεν Μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ κυρίου μου; ὄτι οὐκ εἶπα Οὐ πλανήσεις μετ’ ἐμοῦ;

    καὶ Ἐλεισῖε τῷ Γιεζεί Ζῶσαι τὴν ὀσφύν σου καὶ λάβε τὴν μου ἐν τῇ χειρί σου καὶ δεῦρο· ὄτι ἐὰν εὕρῃς ἄνδρα οὐκ αὐτόν, καὶ ἐὰν εὐλογήσῃ σε ἀνὴρ οὐκ ἀποκριθήσῃ αὐτῷ· καὶ ἐπιθήσεις θήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου.

    καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου Ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐνκαταλείψω σε. καὶ ἀνέστη Ἐλεισαῖε καὶ ἐπορεύθη ὀπίσω αὐτῆς.

    καὶ Γιεζεὶ διῆλθεν ἔμπροσθεν αὐτῆς, καὶ ἐπέθηκεν τὴν βακτηρίαν ἐπὶ ωπον τοῦ παιδαρίου, καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ στρεψεν εἰς ἀπαντὴν αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ λέγων Οὐκ ἠ τὸ παιδάριον.

    καὶ εἰσῆλθεν Ἐλεισαῖε εἰς τὸν οἶκον, καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκώς, κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ.

    καὶ εἰσῆλθεν Ἐλεισαῖε εἰς τὸν οἶκον καὶ ἀπέκλεισεν τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν, καὶ προσηύξατο πρὸς Κύριον.

    καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον, καὶ ἔθηκεν τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ, καὶ διέκαμψεν ἐπ’ αὐτόν· καὶ διεθερμάνθη ἡ σὰρξ τοῦ παιδαρίου.

    καὶ ἐπέστρεψεν καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν, καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ

    Αa? 26 απαντησιν Α | om η 1°, 2°, 3°, Α ἢ 1°] τον Ελισσ. Α Ι απεωσασθαι] τπωσασθαι (sic) Α 28 om ουκ Α ειπα] ειπον Α 29 om σου 2° Α Ι δευρου Α* δευρο Αa?) Α 31 απαντησιν Α 32 τεθνηκος ΒabA Ι κεκ Α 33 εαυτων] αυτων Α 34 αυτου 1°] εαυτου Α | 5°] εαυτου Α 35 συνεκαμψεν] συνεκαλυψεν A

    παιδάριον ἑπτάκις· ἑπτάκις· καὶ ἤνοιξεν τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ.

    καὶ ἐξεβόησεν Ἐλεισαῖε πρὸς Γιεζεὶ καὶ εἶπεν Κάλεσον τὴν Σωμανεῖτιν ταύτην· καὶ ἐκάλεσεν, καὶ εἰσῆλθεν πρὸς αὐτόν. καὶ εἶπεν Ἐλεισαῖε Λάβε τὸν υἱόν σου.

    καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ ἔλαβεν τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλθεν.

    Καὶ Ἐλεισαῖε ἐπέστρεψεν εἰς Γάλγαλα· καὶ ὁ λιμὸς ἐν τῇ γῇ, καὶ οἱ υἱοὶ τῶν προφητῶν ἐκάθηντο ἐνώπιον αὐτοῦ· καὶ εἰπεν Ἐλεισααῖε τῷ παιδαρίῳ αὐτοῦ Ἐπίστησον τὸν λέβητα, καὶ ἕψε ἕψεμα τοῖς υἱοῖς τῶν προφητῶν.

    καὶ ἐξῆλθεν ἐξῆλθεν εἰς τὸν ἀγρὸν συνλέξαι ἀριώθ· καὶ εὗρεν ἄμπελου ἐν τῷ ἀγρῷ, καὶ συνέλεξεν ἀπ’ αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ· καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος, ὄτι οὐκ ἔγνωσαν.

    καὶ ἐνέχει τοῖς ἀνδράσιν φαγεῖν· καὶ ἐγένετο ἐν τῷ ἐσθίειν αὐτοὺς ἐκ τοῦ ἑψέματος, καὶ ἰδοὺ ἀνεβόησαν καὶ εἶπαν Θάνατος ἐν τῷ λέβητι, ἄνθρωπε τοῦ θεοῦ· καὶ οὐκ ἠδύναντο φαγεῖν.

    καὶ εἶπεν Λἀβετε αλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα· καὶ εἶπεν Ἐλεισαῖε πρὸς Γιεζεὶ τὸ παιδάριον Ἕγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν· καὶ οὐκ ἐγενήθη ἔτι ἐκεῖ ῥῆμα πονηρὸν ἐν τῷ λέβητι.

    Καὶ ἀνὴρ διῆλθεν ἐκ Βαιθσαρεῖσα καὶ ἥνεγκεν πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ πρωτογενημάτων εἴκοσι ἄρτους κριθίνους καὶ παλάθας· καὶ εἶπεν Δότε τῷ λαῷ καὶ ἐσθιέτωσαν.

    καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ Τί; δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν; καὶ εἶπεν Δὸς τῷ λαῷ καὶ ἐσθιέτωσαν, ὄτι τάδε λέγει Φάγονται Φάγονται καὶ καταλείψουσιν.

    καὶ ἔφαγον καὶ κατέλιπον κατὰ τὸ ῥῆμα Κυρίου.